- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:49.1-50.17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
第一格が最も優越している理由(普遍性の優位および論証・弁証・ソフィスト推論との親和性)を補足し、第一格で推論が成立するための条件として小前提が肯定、大前提が普遍でなければならない根拠を部分と全体の比喩を用いて示し、四つの妥当な前提の結合を導出する。
ἐπεὶ δὲ ἴδιον συλλογισμοῦ μᾶλλον τὸ καθόλου ἢ τὸ καταφατικόν (καὶ γὰρ ἡ γένεσις αὐτῷ ἐκ τούτου, καὶ τούτῳ τῶν ἄλλων πίστεων διαφέρει), εἰκότως τὸ ἐν τῷ ἰδίῳ τοῦ συλλογισμοῦ πλεονεκτοῦν σχῆμα καὶ τοῦτο ἔχον προτάσσεται τοῦ μηδὲν δεικνύντος καθόλου· ᾧ καὶ ὁ δεύτερος ἀναπόδεικτος πλεονεκτῶν τοῦ τρίτου τὴν πρὸ αὐτοῦ τάξιν ἔχει.1 ἀλλὰ καὶ ὄντος συλλογισμοῦ τοῦ μὲν ἀποδεικτικοῦ τοῦ δὲ διαλεκτικοῦ τοῦ δὲ σοφιστικοῦ καὶ τιμιωτάτου μὲν τοῦ ἀποδεικτικοῦ δευτέραν δὲ ἔχοντος τάξιν τοῦ διαλεκτικοῦ καὶ τρίτην τοῦ σοφιστικοῦ τῷ μὲν ἀποδεικτικῷ τὸ πρῶτον σχῆμα οἰκειότερον· οἱ γὰρ ἀποδεικνύντες κυρίως καθόλου καταφατικὰ συμπεραίνονται· διὰ τούτων γὰρ ἡ ἀπόδειξις, ἃ μόνον διὰ τοῦ πρώτου δείκνυται σχήματος· ὅθεν εὐλόγως καὶ διὰ τοῦτο πρῶτον. τῷ δὲ διαλεκτικῷ τὸ δεύτερον· σχεδὸν γὰρ ὁ διαλεκτικὸς ἀεὶ τὰ τιθέμενα ὑπὸ τοῦ προσδιαλεγομένου ἀνασκευάζειν πειρώμενος ἀποφατικὰ συνάγει· τούτοις δὲ τὸ δεύτερον ἀνάκειται σχῆμα. οἱ δὲ σοφισταὶ ἀδιόριστα ἐρωτῶντές τε καὶ συνάγοντες, τῷ τὸ ἀδιόριστον ἴσον δύνασθαι τῷ ἐπὶ μέρους ἐπὶ μέρους δὲ πάντα ἐν τῷ τρίτῳ σχήματι συνάγεσθαι οἰκεῖον ἂν ἔχοιεν τοῦτο τὸ σχῆμα. Ἡ μὲν οὖν ποιότης τῶν σχημάτων καὶ ἡ τάξις καὶ ἡ τῆς τάξεως αἰτία αὕτη τε καὶ διὰ ταῦτα. δεῖ δὲ ἐν τῷ πρώτῳ σχήματι τῷ ἔχοντι τὸν μὲν μείζονα ὅρον κατηγορούμενον τοῦ μέσου τὸν δὲ μέσον τοῦ ἐσχάτου καὶ ἐλάττονος τὸν μὲν ἐλάττονα καὶ ἔσχατον ὅρον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἐξ ἀνάγκης ἢ ὅλον ἢ μέρος αὐτοῦ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. οὕτως δ’ ἐχόντων τῶν ὅρων τούτων πρὸς ἀλλήλους ἔσται ἡ ἐλάττων πρότασις (ἐλάττων δὲ ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ) ἢ καθόλου καταφατικὴ ἢ ἐπὶ μέρους καταφατική, καταφατικὴ δὲ πάντως· μὴ γὰρ οὔσης ταύτης ἐν τῷ πρώτῳ σχήματι καταφατικῆς ἀδύνατον γενέσθαι συλλογισμόν. τὴν δὲ μείζονα πρότασιν ἀναγκαῖον εἶναι πάλιν καθόλου, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι ἐν πρώτῳ σχήματι· ἐπεὶ γὰρ ἐν ὅλῳ τῷ μέσῳ ὅρῳ ὁ ἐλάττων ἐστὶ καὶ μέρος αὐτοῦ δύναται εἶναι, εἰ καί ποτε ἴσος αὐτῷ λαμβάνεται, καὶ μείζων ὁ μέσος τοῦ ἐλάττονος, εἰ μὴ κατὰ παντὸς τοῦ μέσου ὁ μείζων ἄκρος κατηγοροῖτο, κατὰ δὲ μέρος αὐτοῦ, οὐκ ἐξ ἀνάγκης οὐδ’ ὁ ἐλάττων ὅρος περιλαμβάνεται ὑπ’ αὐτοῦ· δύναται γὰρ ἑτέρου τινὸς μέρους τοῦ μέσου ὁ μείζων κατηγορεῖσθαι, εἰ ἐπὶ μέρους εἴη, καὶ μὴ τούτου, ὅ ἐστιν ἢ ὅλος ὁ ἐλάττων ὅρος ἢ μέρος αὐτοῦ. ὡς γὰρ ὁ μὲν μέρος τοῦ προσώπου τρωθεὶς οὐ πάντως τὸν ὀφθαλμὸν τέτρωται,2 ὁ δὲ πᾶν αὐτὸ τετρωμένος ἔχει καὶ τὸν ὀφθαλμὸν τετρωμένον ὄντα ἐν ὅλῳ τῷ προσώπῳ, οὕτως δὴ καὶ ἐπὶ τῆς προκειμένης συζυγίας ὁ μὲν ἄκρος ὅλον τὸν μέσον περιλαμβάνων καὶ τὰ μέρη αὐτοῦ πάντα συμπεριείληφεν, ὁ δὲ μέρος αὐτοῦ οὐ πάντως ἤδη καὶ τοῦτο, ὅ ἐστιν ἢ ὅλος ὁ ἐλάττων ὅρος ἢ μέρος αὐτοῦ. ἔσται οὖν καὶ ἡ μείζων πρότασις ἐξ ἀνάγκης καθόλου ἢ καταφατικὴ ἢ ἀποφατική, καὶ ἕξει ἐν πρώτῳ σχήματι ἡ μὲν μείζων πρότασις τὸ μὲν ποσὸν ὡρισμένον (καθόλου γάρ) ἀόριστον δὲ τὸ ποιόν, ἡ δὲ ἐλάττων ἀνάπαλιν τὸ μὲν ποιὸν ὡρισμένον ἕξει (πάντως γὰρ ἔσται καταφατική) ἀόριστον δὲ τὸ ποσόν· καὶ γὰρ καθόλου οὔσης αὐτῆς καταφατικῆς καὶ ἐπὶ μέρους συλλογισμὸς ἔσται· ὥστε ἔσται ἡ μὲν μείζων πρότασις ἐν πρώτῳ σχήματι ἢ καθόλου καταφατικὴ ἢ καθόλου ἀποφατική, ἡ δ’ ἐλάττων ἢ καθόλου καταφατικὴ ἢ ἐπὶ μέρους. τεσσάρων δὴ οὐσῶν προτάσεων, δύο μὲν καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς δύο δὲ καταφατικῶν ἢ καθόλου ἢ ἐπὶ μέρους, συμπλεκομένων τούτων τέσσαρες γίνονται συμπλοκαί.
推論にとって普遍的なものは肯定的なものよりも固有であり(なぜなら推論の生成は普遍的なものからであり、推論はこのことによって他の諸々の信頼手段と異なっているからである)、推論の固有の特徴において卓越しておりこれを持っている格が、何一つ普遍的なものを示さない格の前に置かれるのはもっともである。これによって第二の無証明論式も第三のものに対して優位を持ち、それより前の順位を有しているのである。さらに、推論には論証的なもの、弁証的なもの、ソフィスト的なものがあり、論証的なものが最も優越しており、弁証的なものが第二の順位を、ソフィスト的なものが第三の順位を有している以上、論証的なものには第一格がより親和的である。なぜなら、論証を行う者たちは本来的には普遍肯定的なものを結論として導くからである。というのも、論証はこれらのものを通じて行われ、これらは第一格を通じてのみ示されるからである。それゆえ、このことによっても第一格が第一であることは道理にかなっている。他方、弁証的な推論には第二格が[親和的である]。なぜなら、弁証家は対話相手によって立てられた前提を覆そうと試みながら、ほぼ常に否定的なものを推論するからである。そして、これらのものには第二格が割り当てられている。他方、ソフィストたちは無規定な問いを立て、また推論する者たちであるが、無規定なものは部分的なものと同等の効力を持ち、部分的なものはすべて第三格において推論される以上、彼らはこの格を親和的なものとして持つであろう。 さて、諸格の質および順序、そしてその順序の原因は、このようなものであり、これらによるものである。ところで、大項を中間項の述語とし、中間項を最後の項であり小項であるものの[述語]として持つ第一格においては、もし推論が生じるべきであるならば、小項にして最後の項が全体として、あるいは部分として、必然的に中間項の全体のうちにあることが必要である。そして、これら諸項が互いに対してこのようにあるとき、小前提(小極項に対するものが小前提である)は普遍肯定あるいは部分肯定のいずれかであるが、いずれにせよ肯定的である。なぜなら、第一格においてこの前提が肯定的でないならば、推論が生じることは不可能だからである。他方、もし第一格において推論が生じるべきであるならば、大前提は再び必然的に普遍的でなければならない。なぜなら、小項は中間項の全体のうちにあり、中間項の部分であることができる(たとえ時にはそれと同等に取られるとしても)とともに、中間項は小項よりも大きい以上、大極項が中間項の全体について述語とされず、その一部について[述語とされる]ならば、小項もまた必然的に大項によって包摂されるとは限らないからである。なぜなら、もしそれが部分的であるならば、大項は中間項の別の何らかの部分について述語とされ、小項の全体であるかその一部であるかの当のものについては述語とされないことがありうるからである。というのも、顔の一部を負傷した者が必ずしも眼を負傷したとは限らないが、顔の全体を負傷した者は、眼が顔の全体のうちにある以上、眼も負傷したものとして持っているのと同様に、提示された対結合においても、極項は中間項の全体を包摂するときにはその諸部分のすべてをもともに包摂しているが、その一部を[包摂するにとどまる]ときには、小項の全体であるかその一部であるかの当のものをすでに必ずしも[包摂しているとは限らない]からである。したがって大前提もまた必然的に普遍的であり、肯定的か否定的かのいずれかであろう。そして第一格において、大前提は量は限定されているが(普遍的だからである)質は不定であり、他方、小前提は逆に質は限定されているが(必ず肯定的だからである)量は不定であろう。なぜなら、それが普遍肯定であっても部分的であっても推論が生じるであろうからである。したがって、第一格においては、大前提は普遍肯定か普遍否定のいずれかであり、小前提は普遍肯定か部分肯定のいずれかであろう。それゆえ、四つの前提、すなわち肯定または否定の普遍的な二つの前提と、普遍または部分の肯定的な二つの前提があるとき、これらが結合されることによって四つの結合が生じるのである。
- 1.23ᾧ καὶ ὁ δεύτερος ἀναπόδεικτος πλεονεκτῶν τοῦ τρίτου τὴν πρὸ αὐτοῦ τάξιν ἔχει.
関係代名詞与格 ᾧ は直前で述べられた根拠(普遍的なものが推論にとってより固有であるという点)を指し、理由・手段の与格(「それゆえに」「これによって」)として機能している。ὁ δεύτερος ἀναπόδεικτος は第一格における「第二の無証明論式」(普遍否定を結論とするもの)を指す。
- 1.23ὡς γὰρ ὁ μὲν μέρος τοῦ προσώπου τρωθεὶς οὐ πάντως τὸν ὀφθαλμὸν τέτρωται
μέρος および τὸν ὀφθαλμόν は、受動態の分詞 τρωθείς および完了直説法 τέτρωται に伴う限定の対格(いわゆる身体部位の対格、ないし内包的対格)であり、「顔の一部において負傷した者は…眼において負傷したとは限らない」という構造を示す。
