← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§47.19-49.1

第一格の優先性と各大項小項の定義

アレクサンドロスは、第一格が他の格に先立って論じられる理由として、中間項の配置、推論の完全性、換位を通じた他の格の産出、四つの問題すべてを導出できる十全性を挙げ、あわせて大項・小項の命名根拠を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.23#4

καὶ πρῶτόν γε τὸν λόγον περὶ τοῦ πρώτου σχήματος, ὡς εἶπον, ποιεῖται· εἰκότως γὰρ πρῶτον τοῦτο, ἐν ᾧ ὁ μέσος οὐ τῇ πρὸς τοὺς ἄκρους σχέσει μόνον ἀλλὰ καὶ τῇ τάξει μέσος ἐστὶ καὶ τῇ θέσει· οἷς γὰρ σχήμασι τῆς γενέσεως ὁ μέσος ὅρος αἴτιος, τούτων καὶ τῆς τάξεως ἂν εἰκότως αὐτὸς εἴη κύριος.1 προτάσσει οὖν τοῦτο τὸ σχῆμα τῶν ἄλλων, ἐν ᾧ τυγχάνει μέσος ὁ αὐτὸς ὢν κατὰ πάντα. ἔτι οἱ μὲν ἐν τούτῳ τῷ σχήματι γινόμενοι συλλογισμοὶ τέλειοί εἰσιν, ἀτελεῖς δὲ οἱ ἐν τοῖς ἄλλοις καὶ παρὰ τούτου βοηθούμενοι· πρότερον δὲ τὸ τέλειον τοῦ ἀτελοῦς. ἔχει δὲ καὶ τὰ δύο σχήματα τὴν γένεσιν ἀπὸ τοῦ πρώτου· οὐσῶν γὰρ δύο προτάσεων ἐν αὐτῷ, τῆς μὲν πρὸς τῷ μείζονι ἄκρῳ τῆς δὲ πρὸς τῷ ἐλάττονι (ἔστι δὲ μείζων ἄκρος ὁ ἐν τῷ προβλήματι κατηγορούμενος· ὁμοίως δὲ καὶ ἐν τῷ συμπεράσματι μείζων λεγόμενος, ὅτι ἐστὶν ἐπὶ πλέον τοῦ, οὗ κατηγορεῖται· οὐκ ἀεὶ μὲν τοῦτο· ἔστι γάρ ποτε καὶ ἐπ’ ἴσης· ἀλλὰ τὸ μὲν ἐπ’ ἴσης ποτὲ γίνεσθαι κοινόν ἐστι τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, ὅτε δὲ μή εἰσιν ἴσοι, ἴδιον τοῦ μὲν κατηγορουμένου τὸ ἐπὶ πλέον λέγεσθαι τοῦ δὲ ὑποκειμένου τὸ ἐπ’ ἔλαττον· λέγω δὲ ἐν ταῖς ἀληθέσι προτάσεσιν· οὐδέποτε γὰρ ἀνάπαλιν· ἀπὸ τοῦ ἰδίου δὴ ἑκάτερος, καὶ ὅτε ἴσοι εἰσίν, ἔχει τὸ ὄνομα· ὁ μὲν γὰρ κατηγορούμενος μείζων λέγεται, καὶ ὅτε ἐστὶν ἴσος, ἐπεὶ ἴδιον αὐτοῦ τὸ ποτὲ μεῖζον μηδέποτε δὲ ἔλαττον, ὁ δὲ ὑποκείμενος ἐλάττων· τούτου γὰρ τοῦτο ἴδιον· οὐδέποτε γὰρ μείζων οὗτος), οὐσῶν οὖν δύο προτάσεων ἐν τῷ πρώτῳ σχήματι,2 τῆς μὲν ἐχούσης τὸ μέσον συντεταγμένον τῷ κατηγορουμένῳ καὶ μείζονι καὶ διὰ τοῦτο καὶ αὐτῆς μείζονος λεγομένης τῆς δὲ ἐχούσης τὸ μέσον τῷ ὑποκειμένῳ καὶ ἐλάττονι συντασσόμενον καὶ διὰ τοῦτο καὶ αὐτῆς ἐλάττονος λεγομένης, ἡ ἑκατέρας τούτων τῶν προτάσεων ἀντιστροφὴ ἑκάτερον ἐκείνων τῶν σχημάτων γεννᾷ, ὥστε καὶ κατὰ τοῦτο πρῶτον ἐκείνων, ὅτι καὶ τῶν ἄλλων γεννητικόν. ἐπεὶ δέ ἐστιν ἐν συλλογισμῷ κυριώτερον τὸ καθόλου (ἴδιον γὰρ τῆς συλλογιστικῆς πίστεως τὸ ἐκ τοῦ καθόλου δεικνύναι) καὶ ἔστιν ἡ μείζων πρότασις καθόλου ἡ ἐν τῷ πρώτῳ σχήματι, εἰ εἴη συλλογιστικὴ ἡ συζυγία, ἡ τῆς μείζονος καὶ κυριωτέρας προτάσεως ἀντιστροφὴ τὸ κυριώτερον καὶ πρῶτον τῶν λοιπῶν σχημάτων γεννήσει· γίνεται δὲ ἀντιστραφείσης ἐκείνης ὁ μέσος ἀμφοτέρων κατηγορούμενος· εἰκότως ἄρα μέσον σχῆμα καὶ δεύτερον, ἐν ᾧ ὁ μέσος ἀμφοτέρων κατηγορεῖται. τρίτον δὲ καὶ ἔσχατον τὸ κατ’ ἀντιστροφὴν γινόμενον τῆς ἐν τῷ πρώτῳ σχήματι ἐλάττονος προτάσεως, ἧς ἀντιστραφείσης ὁ μέσος ἀμφοτέροις ὑποκείμενος γίνεται. ἔτι καὶ διὰ τοῦτο τὸ πρῶτον πρῶτόν ἐστι σχῆμα, ὅτι ἐν τούτῳ τῷ σχήματι συνάγεται πάντα τὰ προβλήματα, καὶ καθόλου καταφατικὸν καὶ καθόλου ἀποφατικὸν καὶ ἐπὶ μέρους καταφατικόν τε καὶ ἀποφατικόν, ὥστε καὶ διὰ τοῦτο εὐλόγως τοῦτο πρῶτον ὁλόκληρον καὶ τέλειον πάντῃ ὄν. ἐπὶ γὰρ τῶν δύο τῶν λοιπῶν σχημάτων οὐ συνάγεται πάντα· δύο γὰρ ὄντων καθ’ ἑκάστην πρότασιν, ποιοῦ τε καὶ ποσοῦ, καὶ ὄντος ἐν μὲν ποσῷ τιμιωτέρου τοῦ καθόλου ἐν δὲ τῷ ποιῷ τοῦ καταφατικοῦ ἑκάτερον αὐτῶν πλεονεκτεῖ κατά τι θατέρου, τὸ μὲν δεύτερον τοῦ τρίτου τῷ ἐν αὐτῷ καθόλου συνάγεσθαι,3 ὃ ἦν ἄμεινον ἐν ποσῷ (καταφατικὸν γὰρ οὐδὲν ἐν τούτῳ τῷ σχήματι δείκνυται), τὸ δὲ τρίτον τοῦ δευτέρου τῷ ἐν τούτῳ πάλιν τὸ καταφατικὸν συνάγεσθαι, ὃ ἦν τιμιώτερον ἐν ποιῷ· καθόλου γὰρ οὐδὲν ἐν τρίτῳ συνάγεται σχήματι.

そして、私が言ったように、[アリストテレスは]まず第一格について論述を行う。なぜなら、中間項が極項に対する関係においてだけでなく、配列においても位置においても中間であるこの格が、第一であることはもっともだからである。というのも、中間項がその生成の原因であるような諸格に対しては、その配列に対してもまさにそれ自身が当然のことながら主導権を持つであろうからである。それゆえ、〔中間項〕自身があらゆる点において中間となっているこの格を、[アリストテレスは]他の格に先立って置くのである。さらに、この格において生じる推論は完全であるが、他の諸格における推論は不完全であり、この格によって助けられる。そして完全なものは不完全なものより先である。また、他の二つの格も第一格に由来する生成を持っている。なぜなら、第一格において二つの前提があり、一方は大極項に対するものであり、他方は小極項に対するものであるが(なお、大極項とは問題において述語とされるものであり、同様に結論においても[そうであって]、それが述語とされる当のものよりも広大であるゆえに「大」と呼ばれる。このことは常に成り立つわけではない。なぜなら同等であることもあるからである。しかし、時に同等になるということは主語と述語の双方に共通であるが、両者が同等でないときには、より広大に言われることが述語に固有であり、より狭小であることが主語に固有である。私は真なる前提においてと言っているのである。なぜなら決して逆にはならないからである。したがって両者は、同等であるときにも、その固有の特徴から名称を持つ。なぜなら述語は、同等であるときにも、時に大であり決して小ではないということがそれに固有であるゆえに「大」と呼ばれ、他方、主語は「小」と呼ばれる。なぜならこのこと[時に小で決して大ではないこと]がこれに固有だからである。というのも、これが大になることは決してないからである)、それゆえ第一格に二つの前提があり、一方は中間項を述語である大項と結び合わされたものとして持ち、このゆえにそれ自身も「大前提」と呼ばれ、他方は中間項を主語である小項と結び合わされるものとして持ち、このゆえにそれ自身も「小前提」と呼ばれる以上、これら二つの前提の各々の換位が、それら[他の]二つの格の各々を産出するのであり、したがって、他の諸格の産出因でもあるという点によっても、[第一格は]それらより先なのである。そして、推論においては普遍的なものがより主導的であり(なぜなら普遍的なものから論証することが推論的信頼に固有だからである)、もし対結合が推論的であるならば第一格における大前提は普遍的である以上、大にしてより主導的な前提の換位が、残りの諸格のうちでより主導的で第一の格を産出することになるであろう。そして、かの前提が換位されると、中間項は両方の述語となる。それゆえ、中間項が両方の述語とされる格が中間の格にして第二の格であるのはもっともである。他方、第三にして最後の格は、第一格における小前提の換位によって生じるものであり、これが換位されると中間項は両方の主語となる。さらにまた、次のことによっても第一格は第一である。すなわち、この格においてはすべての問題、つまり普遍肯定も普遍否定も、部分肯定も部分否定も推論されるからであり、したがってこのことによっても、あらゆる点で十全であり完全であるこれ[第一格]が第一であることは道理にかなっている。なぜなら、残りの二つの格においてはすべての問題が推論されるわけではないからである。というのも、前提ごとに質と量という二つのものがあり、量においては普遍的なものが、質においては肯定的なものがより優越しているとき、それら[二つの格]の各々はある点において他方に対して卓越しているからである。すなわち第二格は、量においてより優れていた普遍がその中で推論されることによって、第三格に対して[卓越しており](なぜなら、この格では何一つ肯定的なものは示されないからである)、他方、第三格は、質においてより優越していた肯定的なものがこの中で再び推論されることによって、第二格に対して[卓越している]。なぜなら、第三格においては何一つ普遍的なものは推論されないからである。

構文注3 件
  1. 1.23οἷς γὰρ σχήμασι τῆς γενέσεως ὁ μέσος ὅρος αἴτιος, τούτων καὶ τῆς τάξεως ἂν εἰκότως αὐτὸς εἴη κύριος

    関係節 οἷς σχήμασι... の先行詞が関係節内に取り込まれ、主節の指示代名詞 τούτων と呼応する相関構文である。αἴτιος が属格 τῆς γενέσεως を、κύριος が属格 τῆς τάξεως を支配している。主節の ἂν ... εἴη は潜在の希求法。

  2. 1.23οὐσῶν οὖν δύο προτάσεων ἐν τῷ πρώτῳ σχήματι

    先行する οὐσῶν γὰρ δύο προτάσεων ἐν αὐτῷ から始まる独立属格構文が、大項と小項に関する長い説明(ἔστι δὲ μείζων ἄκρος ... οὐδέποτε γὰρ μείζων οὗτος)によって中断された後、接続詞 οὖν を伴って同じ独立属格構文を再開(resumptio)させている。

  3. 1.23ἑκάτερον αὐτῶν πλεονεκτεῖ κατά τι θατέρου, τὸ μὲν δεύτερον τοῦ τρίτου τῷ ἐν αὐτῷ καθόλου συνάγεσθαι... τὸ δὲ τρίτον τοῦ δευτέρου τῷ ἐν τούτῳ πάλιν τὸ καταφατικὸν συνάγεσθαι

    全体と部分の同格(いわゆる σχῆμα καθ᾽ ὅλον καὶ μέρος)。主格の ἑκάτερον αὐτῶν を受け、後続の τὸ μὲν δεύτερον と τὸ δὲ τρίτον がそれぞれ部分を表す主格として並置されている。比較級の動詞 πλεονεκτεῖ は比較の属格(θατέρου / τοῦ τρίτου / τοῦ δευτέρου)および優越の理由・観点を表す与格(τῷ ... συνάγεσθαι)と結合している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:47.19-49.1