← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§827.34-828.35

数が形相でも四原因でもないことの論証

アリストテレスが各事物の本質は形相であり数は質料の分量にすぎないことを論証する箇所を注解し、エンペドクレスの比率の引用を踏まえてテキストの句読法を示しつつ、数が自然的事物の四原因のいずれでもないことを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.20#2

οὕτως οὖν ἐρωτήσας τε περὶ τοῦ ἀριθμοῦ, ἐπειδὴ ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος τοῦθ’ ὅπερ ἐστὶ λέγεταί τε καὶ ἔστιν ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην, δείκνυσιν ὅτι ἡ ἑκάστου οὐσία καὶ τὸ ἑκάστου εἶδος οὐκ ἔστιν ἀριθμός, τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ εἶναι τοὺς ἀριθμοὺς ὅρους τῶν οὐσιῶν. λέγει δὴ ὅτι δὲ οὐχ οἱ ἀριθμοὶ οὐσίαι οὐδὲ αἴτιοι τῆς ἑκάστου μορφῆς καὶ φύσεως δῆλον. εἰ γὰρ ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι ὁ λόγος καὶ τὸ εἶδος αὐτοῦ ἐστιν, ὁ δὲ ἀριθμός, ἂν ὅλως συμβάληταί τι τοῖς πράγμασι, τὸ ποσόν ἐστι τῆς ἑκάστου ὕλης (ὁ γὰρ τέσσαρα ἀριθμὸς τὸ ποσὸν αὐτὸ καὶ τὸ μέτρον ἐστὶ πυρὸς γῆς ὕδατος ἀέρος, τῶν στοιχείων τῶν σωματικῶν), εἰ δὴ ἕκαστον κατὰ τὸ οἰκεῖον εἶδος λέγεταί τε καὶ ἔστιν, ὁ δ’ ἀριθμὸς εἶδος μὲν τῶν πραγμάτων οὐκ ἔστιν, οὔτε μὴν ὕλη, ἀλλὰ τὸ ποσὸν καὶ τὸ μέτρον τῆς ὕλης, ψεῦδος ὅτι οἱ ἀριθμοὶ αἴτιοί εἰσι τῆς ἑκάστου μορφῆς ἢ μορφαὶ αὐτῶν. ὅτι δὲ οἱ ἀριθμοὶ τὸ ποσὸν καὶ μέτρον εἰσὶ τῆς ὕλης τῶν πραγμάτων, ἀλλ’ οὐχὶ μορφαὶ αὐτῶν, ἀποχρῆται τοῖς Ἐμπεδοκλεῖ περὶ συστάσεως ὀστῶν ῥηθεῖσι· “τὰς δύο1 τῶν ὀκτὼ μοιρέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.” τοῦτο γὰρ παραξέει διὰ τοῦ ὁ δ’ ἀριθμὸς ὕλη, οἷον σαρκὸς 〈ἢ〉 ὀστοῦ ἀριθμὸς οὐσία οὕτως· τρία πυρός, γῆς δύο. καὶ χρὴ στίζειν τελείαν εἰς τὸ οὕτως, εἶτα ἐπάγειν τρία πυρός, γῆς δύο. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ δὲ ἀριθμὸς καὶ τὸ ποσὸν τῆς ὑλικῆς οὐσίας τοῦ ὀστοῦ τῷ Ἐμπεδοκλεῖ οὕτως ἐλαμβάνετο, τρία μὲν τοῦ πυρός, δύο δὲ τῆς γῆς· εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ὅπως ταῦτα Ἐμπεδοκλῆς ἐλάμβανεν. ἐπεὶ δὲ τρία μὲν πυρός, δύο δὲ γῆς, ἐπάγει καὶ ἀεὶ πᾶς ἀριθμὸς ἢ πύρινός ἐστι ἢ γήινος, τουτέστιν ἢ πυρῶν ἐστιν ἢ γαιῶν, ἢ μοναδικὸς καὶ ἀσώματος. οὔτε δὲ ὁ μοναδικός ἐστιν ἤτοι ὁ μαθηματικὸς οὐσία τῶν πραγμάτων, οὔτε ὁ τῶν πυρῶν καὶ γαιῶν, ἀλλὰ τὸ πῦρ καὶ ἡ γῆ ὕλη μὲν καὶ οὐκ εἶδος τῶν πραγμάτων, ὁ δ’ ἀριθμὸς αὐτῶν καὶ τὸ μέτρον οὐδέτερον τούτων ἐστίν, ἀλλὰ γίνεται ἡ ἑκάστου οὐσία κατὰ τὴν τοσοῦδε πρὸς τοσόνδε μῖξιν. ἄλλο γάρ τι γίνεται ὅταν ἐστὶν ἓξ μὲν πυρός, πέντε ἀέρος, τέτταρα ὕδατος, δύο δὲ γῆς, καὶ ἄλλο ὅταν ἓξ γῆς, τρία πυρός, δύο ἀέρος, πέντε ὕδατος, καὶ ὅλως ἄλλα κατ’ ἄλλων μῖξιν. τοῦτο δὲ οὐκ ἔστιν ἀριθμὸς ἤτοι αὗται αἱ μονάδες αἱ ἀσώματοι καὶ μαθηματικαί, ἀλλὰ λόγος τις σωματικῶν ἀριθμῶν ἤτοι ἀναλογία τις ἀριθμοῦ σωμάτων. καὶ ἐπίστησον ὡς εἰ τὰ ἁπλᾶ σώματα μὴ ἔστι τὰ τῶν πραγμάτων εἴδη, ἀλλὰ τὸ ἐκ τοῦ λόγου τῆς τοιᾶσδε κράσεως ἀποτελούμενον, σχολῇ ἂν εἴη τὸν ἀριθμὸν καὶ τὸ μέτρον τῶν ἁπλῶν σωμάτων εἶναι τὰ τῶν πραγμάτων εἴδη. Ταῦτα εἰπὼν συμπεραίνεται λέγων οὔτε οὖν τοῦ ποιῆσαι αἴτιος ὁ ἀριθμός, τουτέστιν οὔθ’ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύναμιν, κἂν τε ὁ μοναδικὸς καὶ μαθηματικὸς εἴη κἄν τε ὁ σωματικός, οὔθ’ ὡς ὕλη (ὕλη γὰρ τὰ σώματα, ὧν ὁ ἀριθμὸς ποσόν ἐστι καὶ μέτρον, οὐ τὸ μετροῦν ἀλλὰ τὸ μετρούμενον),2 οὔτε μὴν ὡς εἶδός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε ὡς τὸ οὗ ἕνεκα ἤτοι ὡς τὸ τελικόν.

このように数について問うたのち、存在するものの各々は質料によってではなく、自己に固有の形相によってまさにそれであるところのものと言われ、かつあるのであるから、各々の実体および各々の形相は数ではないこと、そしてこれは数が実体の限界ではないことと同じであることを[アリストテレスは]示す。そこで彼は、数が実体でもなく、各々の形相や本性の原因でもないことは明らかである、と述べる。というのも、もし各々の実体およびあること(存在)がそれの比率であり形相であって、数は、仮に事物のために何らかの寄与をするとしても、各々の質料の分量であるとするなら(実際、4という数は物体的な諸元素である火、土、水、空気の分量そのものであり尺度である)、各々はまさに自己に固有の形相に従って言われ、かつあるのであり、他方で数は事物の形相ではなく、決して質料でもなく、質料の分量かつ尺度である以上、数が各々の形相の原因であるとかそれらの形相であるというのは偽である。数が事物の質料の分量かつ尺度であって、事物の形相ではないことについては、エンペドクレスが骨の構成について語った「[骨は]八つの部分のうち二つをネスティスの輝きから得、四つをヘパイストスから得て、こうして骨は白くなった」という言葉を〔彼は〕用いている。実際、[アリストテレスは]「他方で数は質料であり、たとえば肉あるいは骨の数はこのように実体である、すなわち火が三、土が二」という[表現]によってこのことをかすめている(軽く示唆している)からである。そして「このように」のところに終止符を打ち、それから「火が三、土が二」と続けるべきである。彼が言っていることは次のようなことである。エンペドクレスにとって骨の質料的実体の数および分量は、このように、すなわち火が三、土が二として受け取られていたのである。そしてエンペドクレスがこれらをどのように受け取っていたかは、『霊魂論』において述べられている。火が三、土が二であることから、彼が続けるには、「そして常にすべての数は火に属するか土に属するか(すなわち火[の単位]から成るか土[の単位]から成るか)、あるいは単位的で非物体的なものである」。しかし、単位的なもの、すなわち数学的な[数]が事物の実体なのでもなく、火や土の[数]がそうなのでもなく、むしろ火と土は事物の質料であって形相ではなく、それらの数や尺度はこのいずれでもなく、むしろ各々の実体は、これだけのものに対するこれだけのものの混合に従って生じるのである。というのも、火が六、空気が五、水が四、土が二であるときにはある別のものが生じ、土が六、火が三、空気が二、水が五であるときにはまた別のものが生じ、一般に別の混合に従って別のものが生じるからである。そしてこれは数、すなわちあの非物体的で数学的な単位たちではなく、物体的な諸数の或る比率、すなわち物体の数の或る釣り合い(プロポーション)である。そして注意せよ、もし単純な物体[元素]が事物の形相ではなく、これこれの調合の比率から完成されるものが形相であるとするなら、単純な物体の数や尺度が事物の形相であることなどなおさらありえないということに。これらのことを述べて、彼は次のように結論づける。「したがって、数は作動の原因でもない」、すなわちそれが単位的で数学的な数であれ物体的な数であれ、種子が持つような作動的動力を数自身が持っているわけでもなく、「質料としてでもない」(なぜなら諸物体こそが質料であり、数はその分量や尺度であって、測るものではなく測られるものだからである)。「さらには感覚的なものにおいて形相としてでもなく、何かのためのもの、すなわち目的としても[原因では]ない」。

構文注2 件
  1. 14.20καὶ χρὴ στίζειν τελείαν εἰς τὸ οὕτως, εἶτα ἐπάγειν τρία πυρός, γῆς δύο

    στίζειν τελείαν(完全な句読点を打つ、すなわち終止符・ピリオドを置く)という注解者の写本校訂・読解上の指示。前置詞句 εἰς τὸ οὕτως は「οὕτως の位置に」を意味し、οὕτως の直後で文を一度切り、その後に τρία πυρός... を独立した説明的付加として続けるべきであるという構文的解釈を明示している。

  2. 14.20οὐ τὸ μετροῦν ἀλλὰ τὸ μετρούμενον

    直前の ποσόν ἐστι καὶ μέτρον の補足説明であり、中性名詞(μέτρον または ποσόν)に一致する現在能動分詞および受動分詞の名詞的用法。「測るもの(能動的尺度)」ではなく「測られるもの(計量された量)」であることを示し、数が質料の規定を受ける受動的属性にとどまることを意味する対比構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:827.34-828.35