- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:826.29-827.34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが数が実体の原因となる様態の曖昧さを批判した箇所(1092b8)に対し、アレクサンドロスは小石を配置して事物の輪郭を形作ったピュタゴラス派エウリュトスの実践を例示し、数や比率が実体の原因とされうる解釈を論じたうえで、属性や付帯性の生成が説明できない難点を指摘している。
" Οὐδὲν δὲ διώρισται οὐδὲ ὁποτέρως οἱ ἀριθμοὶ αἴτιοι τῶν οὐσιῶν." Τὸ λεγόμενον τοιοῦτον. πῶς οἱ εἰδητικοὶ ἀριθμοὶ αἴτιοί εἰσι τῶν τῇδε οὐσιῶν οὐδὲν λέγουσι. μήποτε οὖν, ὥσπερ αἱ στιγμαὶ ὅροι οὖσαι τῶν γραμμῶν ὁρίζουσιν αὐτάς, οὕτω δυνατὸν λέγειν ὅτι καὶ τὰ εἴδη ὡς πέρατα τῶν τῇδε οὐσιῶν ὁρίζουσιν αὐτάς, καὶ οὕτως αἴτια τούτων εἰσί, καθάπερ καὶ ὁ Πυθαγόρειος Εὔρυτος ἔλεγε τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον εἶναι, καὶ ἄλλον μὲν ἵππου καὶ ἄλλον ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ οὐ μόνον ἁπλῶς οὕτως ὁ Εὔρυτος ἔλεγεν ὅτι οἱ ἀριθμοὶ ὅροι εἰσὶ τῶν φυτῶν καὶ ἀνθρώπων καὶ βοῶν, ἀλλὰ καὶ ὥσπερ ὁ ἀριθμητικός, ὅταν τὸν ἐννέα ἀριθμὸν τετράγωνον ὄντα καταγράφῃ, πρῶτον μὲν τρεῖς μονάδας κατ’ εὐθεῖαν γράφει γραμμήν, εἶτα ἄλλας τρεῖς κατὰ παράλληλον καὶ αὐτὰς τῇ προτέρᾳ γραμμῇ, εἶτ’ ἂν ἄλλας πάλιν τρεῖς κατὰ παράλληλον γραμμὴν τῇ δευτέρᾳ γραμμῇ, καὶ οὕτως ἀποτελεῖ παράλληλον σχῆμα, ὥσπερ ὑπόκειται,1 καὶ ἐπὶ τοῦ τρία τριγώνου ὄντος ὁμοίως πρῶτον μὲν γράφει μίαν μονάδα, εἶτα ὑπὸ ταύτην ἑτέρας δύο, καὶ οὕτως ἐξομοιοῖ τὸν τρία τῷ τριγώνῳ σχήματι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥσπερ οὖν ὁ ἀριθμητικός, οὕτως καὶ ὁ Εὔρυτος, ἐπειδὴ ἔφασκε τοὺς ἀριθμοὺς ὅρους εἶναι τῶν πραγμάτων. κείσθω λόγου χάριν ὅρος τοῦ ἀνθρώπου ὁ διακοσιαπεντήκοντα ἀριθμός, ὁ δὲ τξʹ τοῦ φυτοῦ· τοῦτο θεὶς ἐλάμβανε ψηφῖδας διακοσίας πεντήκοντα, τὰς μὲν πρασίνας τὰς δὲ μελαίνας, ἄλλας δὲ ἐρυθρὰς καὶ ὅλως παντοδαποῖς χρώμασι κεχρωσμένας· εἶτα περιχρίων τὸν τοῖχον ἀσβέστῳ καὶ σκιαγραφῶν ἄνθρωπον καὶ φυτὸν οὕτως ἐπήγνυ τάσδε μὲν τὰς ψηφῖδας ἐν τῇ τοῦ προσώπου σκιαγραφίᾳ, τὰς δὲ ἐν τῇ τῶν χειρῶν, ἄλλας δὲ ἐν ἄλλοις, καὶ ἀπετέλει τὴν τοῦ μιμουμένου ἀνθρώπου2 διὰ ψηφίδων ἰσαρίθμων ταῖς μονάσιν, ἃς ὁρίζειν ἔφασκε τὸν ἄνθρωπον. τοῦτο ποιῶν ἔλεγεν ὅτι ὥσπερ ὅδε ὁ γεγραμμένος ἄνθρωπος ἐκ τῶν διακοσίων πεντήκοντα φέρε εἰπεῖν ἐστι ψηφίδων, οὕτως καὶ ὁ ἀληθὴς ἄνθρωπος ἐκ τοσούτων ὁρίζεται μονάδων. παραπλήσιον τούτῳ καὶ ἐπὶ τῶν τξʹ ἐποίει, καὶ τὰς μὲν ἀνήλισκεν εἰς φύλλων τὰς δὲ εἰς κλάδων ἄλλας εἰς ῥιζῶν ἐκπλήρωσιν, καὶ ταῦτα ἅπερ ἐπὶ τοῦ ἀνθρώπου ἔλεγε, ταῦτα καὶ περὶ φυτοῦ καὶ τῶν ἄλλων, καὶ ὅλως ὅπερ νῦν οἱ γραφεῖς ποιοῦσι καὶ διὰ χρωμάτων ποικίλα καὶ παντοδαπὰ γράφουσι ζῷα, τοῦτο ἐκεῖνος διὰ τῶν κεχρωσμένων ψηφίδων ἐποίει, ἀφωμοίου τε καὶ εἰς σχῆμα συνετίθει τόνδε μὲν τὸν τῶν ψηφίδων ἀριθμὸν ἀνθρώπου, ἄλλον δὲ ἵππου, καὶ τοὺς ἄλλους εἰς ἄλλα εἴδη ζῴων καὶ φυτῶν. πότερον οὖν, φησίν, οὕτως εἰσὶν οἱ ἀριθμοὶ αἴτιοι τῶν τῇδε οὐσιῶν, ὥσπερ Εὔρυτος ἔλεγεν, ἢ ὅτι ὁ λόγος ἡ συμφωνία τῶν ἀριθμῶν,3 τουτέστιν ἢ ὅτι εἰ ὁ λόγος, καθ’ ὃν γίνεται τὰ φυτὰ καὶ τὰ ζῷα, συμφωνία ἐστίν, ἡ δὲ συμφωνία κατ’ ἀριθμοῦ σχέσιν, οἱ δὲ ἀριθμοὶ εἴδη, διὰ τοῦτο ἀνάγκη λέγειν ὅτι τὰ εἴδη αἴτιά εἰσι τῶν φυτῶν καὶ τῶν ἄλλων οὐσιῶν; ἀλλὰ κἂν τῶν οὐσιῶν αἰτίους τοὺς εἰδητικοὺς ἀριθμοὺς συγχωρήσωμεν, καίτοι μὴ ὂν ἀληθές, ἀλλὰ τά γε πάθη καὶ τὰ συμβεβηκότα πῶς φήσουσι γενέσθαι ἐκ τῶν ἀριθμῶν;
「また、どちらの仕方で数が実体の原因であるのかも、全く規定されていない。」 言われていることは次のようなことである。形相的数がどのようにしてこちらの実体の原因であるのかを、彼らは何も語っていない。ではひょっとして、ちょうど点が線の限界であって線を規定するように、そのように形相もこちらの実体の限界として実体を規定し、このようにして実体の原因である、と主張することが可能なのだろうか。ピュタゴラス派のエウリュトスが、この植物の限界はこの数であり、馬の限界は別のものであり、人間の限界はまた別のものであり、他のものについても同様であると言っていたように。そしてエウリュトスは、ただ単に数が植物や人間や牛の限界であるとこのように言っていただけでなく、ちょうど算術家が、平方数である9という数を描き記すとき、まず直線上へ一直線に3つの単位を書き、次いで別の3つを、それら[=単位]自身も最初の線と平行な線上に書き、次いでまた第二の線と平行な線上に別の3つを書き、このようにして下に図示されているように平行四辺形の図形を完成させ、また三角数である3についても同様に、まず一つの単位を書き、次いでこの下に他の二つを書いて、このようにして3を三角形の図形に類似させるのと同様に(他のものについても同様である)、ちょうど算術家がそうするように、エウリュトスもまた、数が事物の限界であると主張していたので、まさにそのようにしたのである。議論のために、人間の限界は250という数、植物の限界は360であると置こう。彼はこのように仮定したうえで、250個の小石を取り、あるものは緑、あるものは黒、別のものは赤、一般にあらゆる色彩に染められたものを取った。次いで壁に漆喰を塗り、人間や植物の輪郭を描いて、このようにしてこれらの小石を顔の略画に、別の小石を手[の略画]に、さらに別の小石を他の部分に突き刺し、人間を規定すると彼が主張していた単位と同数の小石を通じて、模倣される人間の[姿]を完成させた。彼はこのことを行いながら、たとえば描かれたこの人間が250個の小石から成るように、真の人間もそれだけの数の単位から規定されるのだ、と言っていたのである。これと似たようなことを彼は360についても行い、ある[小石]は葉の充実へ、あるものは枝の充実へ、別のものは根の充実へと使い尽くし、人間について言っていたまさにこれらのことを、植物や他のものについても言っていた。そして一般に、今日画家たちが行って色彩によって多彩で様々な動物を描くまさにそのことを、彼は彩色された小石を通じて行い、小石のこの数を人間の姿に、別の数を馬の姿に、そして他の数を動物や植物の他の種へと類似させ、図形へと組み立てたのである。では、彼が言うには、エウリュトスが言っていたように数がこちらの実体の原因であるのか、それとも「比率が数の調和である」ゆえに、すなわち、もし植物や動物が生じる根拠である比率が調和であり、調和は数の関係に従っており、数は形相であるとするなら、このゆえに形相が植物や他の実体の原因であると言わざるをえないからなのだろうか。しかし、仮に形相的数が実体の原因であることを(真実ではないにもかかわらず)認めたとしても、彼らは属性や付帯性がどのようにして数から生じるのだと言うのだろうか。
- 14.20ὥσπερ ὑπόκειται
ここでの ὑπόκειται は「前提される」とも取れるが、古代の注釈書においてテキストの欄外や下部に幾何学的・算術的図形が実際に図示されていたことを指し、「下に図示されているように」と解するのが文脈上自然である。
- 14.20ἀπετέλει τὴν τοῦ μιμουμένου ἀνθρώπου
女性冠詞 τὴν の後に名詞が省略されている。直前の σκιαγραφία(輪郭画)あるいは εἰκών(像)、μορφή(姿)が構文上補われ、「模倣される人間の[姿/像]を完成させた」という意味をなす。
- 14.20ἢ ὅτι ὁ λόγος ἡ συμφωνία τῶν ἀριθμῶν
アリストテレス原文(1092b14)の句の引用に基づく疑問文の導入。続く解説で「τουτέστιν ἢ ὅτι εἰ ὁ λόγος...」とあるように、前半の πότερον ... ὥσπερ Εὔρυτος ἔλεγεν に対する二者択一の後半部を構成し、ὅτι は原因・理由を表す従属節を導いている。
