← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§112.17-114.19

異種的な単位と数学的数および数の統一の難点

アリストテレスの批判(991b27–992a1)を注釈し、単位の異種性を仮定すると数学的数が別個に要求され中間項の成立が破綻すること、原理とされる「二」の内部の単位の由来についての不合理、さらに諸単位からなる数がなぜ統一された一つの形相となるのかという難問を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.96

" Ἔτι τε ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν, περὶ ὃ ἀριθμητική." Εἰ ἀνομοειδεῖς αἱ μονάδες ἀλλήλαις καὶ μὴ πάσαις πᾶσαι ὁμοειδεῖς, δῆλον ὡς ἄλλαι μὲν ἔσονται ἐξ ὧν αἱ ἰδέαι, ἄλλαι δὲ αἷς οἱ ἀριθμητικοὶ χρῶνται· ὥστε ἔσται ἕτερον γένος ἀριθμῶν τι περὶ ὃ ἡ ἀριθμητική, καὶ ἕτερόν τι ἐξ ὧν αἱ ἰδέαι. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ πάντα τὰ μαθηματικὰ περὶ ἕτερον γένος ἔσται, τουτέστιν ἄλλο εἶδος ἀριθμῶν ἕξουσι τὰ μαθηματικά· τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει.1 ταῦτα δὴ τὰ παρὰ τούτοις τοῖς μαθηματικοῖς ὑποκείμενα ἕτερά τινα γένη ἔσται καὶ ἑτέρου εἴδους, εἰ ἔστιν εἰδητικὴ τῶν ἀριθμῶν διαφορὰ τῶν τε ἐξ ὧν ταῦτα ἐστι περὶ ἃ οἱ μαθηματικοί, καὶ τῶν ἐξ ὧν αἱ ἰδέαι (ἀριθμοὶ γὰρ αὐτοῖς καὶ τῶν μαθηματικῶν αἱ ἀρχαί, εἴ γε πάντων τῶν ὄντων ἁπλῶς) ἕτερα γένη ἔσται. ἁπλῶς φησι, λέγων περὶ τῶν μαθηματικῶν. ἢ ἐκ τίνων αὐτοῖς ἀρχῶν ἔσται, εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο; πῶς δὲ καὶ ἔτι αὐτοῖς μεταξὺ τὰ μαθηματικὰ ἔσται τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ἄλλης ὄντα φύσεως καὶ ἐξ ἄλλων ἀρχῶν; * * * πῶς ἂν ἔτι μεταξὺ εἴη τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτὰ λεγομένων τὸ εἶναι ἔχειν, οὐ τῶνδε καὶ οὐ τῶνδε διαφερουσῶν τούτων τε καὶ ἐκείνων· καὶ γὰρ τούτοις ἄλλων ἀρχῶν δεήσει. τὰ γὰρ ὡς ἐξ ἀφαιρέσεως λαμβανόμενα μεταξύ ἐστιν, οὐκ ἔστι δὲ ἐξ ἀφαιρέσεώς τισιν, εἰ ἐκ τῶν αὐτῶν ἀρχῶν εἴη. ἔτι καὶ κατὰ τοῦτο ἄτοπον τὸ μεταξὺ λέγειν τὰ μαθηματικά, καθ’ ὅσον ἀνθρώπου μὲν καὶ ἵππου καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν οὐκ ἔλεγον μεταξύ τινα, ἐπὶ δὲ τοῦ ἀριθμοῦ καὶ τῶν μαθηματικῶν τοῦτο ἔλεγον· τί γὰρ τὸ αἴτιον τούτου; αὐτῶν δὲ τῶν ἰδεῶν εἶπεν, ἐπειδὴ μετὰ τῆς τοῦ αὐτό προσθήκης δηλοῦνται.

「さらに、算術がそれに関する数という別の類を確立することが必然である。」 もし諸単位が互いに異種であり、すべてがすべてと同種ではないならば、諸イデアがそれから成る単位と、算術家たちが用いる単位とは別のものであることは明らかである。したがって、算術がそれに関する数というある別の類が存在し、諸イデアがそれから成る数という何か別の類が存在することになるであろう。また同じ論理に従って、すべての数学的対象も別の類に関するものとなるであろう。すなわち、数学的対象は数の別の種を持つことになる。なぜなら、数学的対象とは、諸イデアに対して自らの存在を持つもの(すなわち感覚的諸形相であり、感覚的なものたちのうちにあるもの)と、これらがそれに対して自らの存在を持つところの諸イデアとの中間にあると言われるものだからである。これら数学者たちのもとで基底にあるものたちは、もし数学者たちがそれらに関する対象がそこから成るものたちと、諸イデアがそこから成るものたちとの間に数の形相的差異があるとするなら(実際、もし[数が]端的にあらゆる存在者の原理であるとするなら、彼らにとっては数学的対象の原理もまた数なのである)、何か別の諸類となり、別の種のものとなるであろう。彼は数学的対象について論じつつ、「端的に」と言うのである。あるいは、彼らがすべてのものの原理として設定した諸イデアや形相的数がそこから成るのと同じ諸原理からではないとするなら、彼らにとって[数学的対象は]いかなる原理から生じるのであろうか。また、別の自然本性を持ち、別の諸原理に由来するものであるのに、いかにして彼らにとって数学的対象が感覚的なものたちと諸イデアの中間にありうるのであろうか。[……]これらとあれらが互いに異なっているのではないとすれば、いかにしてなお諸イデアと、それらに対して自らの存在を持つと言われるものたちとの中間でありえようか。実際、これらのものにとっても別の諸原理が必要となるであろう。なぜなら、抽象によって捉えられるとされるものが中間にあるのであって、もし同じ諸原理からなるのであれば、何ものかにとって抽象によるものではありえないからである。さらに、人間や馬や感覚的実体と諸イデアとの間には彼らは何ら中間的なものを語らなかったのに、数や数学的対象についてはこれを語ったという点においても、数学的対象を中間にあると述べることは不条理である。実際、このことの原因は何であろうか。彼が「諸イデアそのもの」と述べたのは、それらが「そのもの」という付加とともに指示されるからである。

§1.97

"Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος." Ἐπεὶ ἡ δυάς ἐστιν ἀρχή (λέγοι δ’ ἂν τὴν ἀόριστον), πάντα δὲ τὰ ὄντα ἢ ἀρχαὶ ἢ ἐξ ἀρχῶν, εἰσὶ δὲ καὶ ἐν τῇ δυάδι τῇ ἀρχῇ ὑπ’ αὐτῶν τιθεμένῃ μονάδες, ἐπεὶ μή εἰσιν ἀρχαὶ αὗται (ἡ γὰρ δυὰς ἀρχὴ αὕτη), αἱ μονάδες αἱ ἐν αὐτῇ ἐκ τῶν ἀρχῶν ἔσονται. ἐκ τίνων οὖν; δεήσει γὰρ ἑκατέραν αὐτῶν ἐκ τῆς δυάδος εἶναι· ἄτοπον δὲ τὰ μόρια τῆς δυάδος ἐκ τῆς δυάδος συγκεῖσθαι λέγειν καὶ τὴν μονάδα ἐκ δυάδος εἶναι· οὐ γὰρ δὴ ἑκατέρα τούτων τῶν ἐν τῇ † μονάδι δυάδων ἀνα σεται, ἢ εἰδοποιός πως ἀρχὴ λέγεται· πολλαὶ γὰρ αὗται ἐκείνην ἄν τι πρότεραι τῆς δυάδος. καίτοι ἀδύνατον, εἰ αἱ μονάδες αἱ ἐν τῇ δυάδι πρότεραι μὲν ἔσονται τῆς δυάδος κατὰ λόγον, εἴ γε ἐκ τούτων τῇ δυάδι τὸ εἶναι, ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ.2 ἀδύνατον δὲ τοῦτο λέγειν τοῖς λέγουσιν ἀρχὴν τὴν δυάδα· ἔσται γάρ τις ἀρχὴ τῆς ἀρχῆς καὶ πρῶτόν τι τῆς ἀρχῆς.

「さらに、二のうちにある諸単位は各々何ものかから成る。」 二が原理であり(彼は不定の二を指して言うのであろう)、すべての存在者は原理であるか原理から成るかのいずれかであり、彼らによって原理として置かれている二のうちにも諸単位が存在する以上、これらが原理ではない(この二そのものが原理である)のだから、そのうちにある諸単位は諸原理から成ることになるであろう。では、いかなる原理から成るのか。なぜなら、それらの各々は二から成る必要があるであろうからである。しかし、二の部分が二から合成されると語ることや、単位が二から成ると語ることは不条理である。なぜなら、これらの各々は[……]形相形成的な原理と言われるからではない。実際、これらは多数であり、二よりも先立っているであろう。しかし、もし二のうちにある諸単位がロゴスの上で二に先立ち、これらから二に存在があるとするなら、何ものかから成るものにとっての原理とはそれがそこから成るものたちである以上、これは不可能である。しかし、二を原理と語る者たちにとってこれを語ることは不可能である。なぜなら、原理の原理が存在し、原理に先立つ第一の何かが存在することになるからである。

§1.98

"Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος." Ἐπεὶ ἑκάστη ἰδέα ἕν τί ἐστιν, ἀριθμὸς δὲ ἑκάστη ἰδέα, διὰ τί εἷς; καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται;3 καὶ τί τὸ εἰδοποιὸν καὶ ἑνοποιὸν αὐτῶν; καὶ πῶς ἕν τί γίνεται; εἰ γὰρ μὴ εἷς, οὐδὲ ἡ ἰδέα ἀριθμός· ἓν γὰρ ἡ ἰδέα. εἰ δὲ εἷς, διὰ τί εἷς; καὶ ὑπὸ τίνος τὸ ἑνὶ εἶναι αὐτῷ; εἰ γάρ ἐστί τι τὸ ἑνοποιοῦν τοὺς ἀριθμοὺς καὶ ποιοῦν τὰς ἰδέας, οὐκέτι αἱ ἰδέαι ἐν ἀριθμοῖς ἔσονται, ἀλλ’ ἐκεῖνο μᾶλλον ὃ ἔπαυσεν αὐτοὺς τοῦ πλήθους, ἕνα δὲ ἐποίησεν ἕκαστον αὐτῶν· ἄλλο γάρ τι ἡ δεκὰς παρὰ τὰ δέκα.

「さらに、数はいっしょに把握されるとき、なぜ一つなのか。」 各イデアが一つの何ものかであり、各イデアが数である以上、なぜ一つなのか。そして諸単位からある数が生じたとき、いかなるものによって、それらから成るものが一つの何かとなるのか。そしてそれらの形相を形成し統一するものは何なのか。また、いかにして一つの何かが生じるのか。なぜなら、もし一つでないならば、イデアも数ではないからである。イデアは一つだからである。しかし、もし一つであるならば、なぜ一つなのか。そして、それに「一であること」をあるのは何によってであるのか。なぜなら、もし諸数を統一し諸イデアを作り出す何ものかが存在するなら、諸イデアはもはや諸数のうちにはなく、むしろ諸数をその多さから止め、それらの各々を一にしたあちらのものであることになるからである。実際、十なるものと十個のものとは別のものであるからである。

構文注3 件
  1. 1.96τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθητοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει

    τὰ μεταξὺ の規定において、接続詞 τε... καί が結ぶ二つの属格句(τῶν πρὸς τὰς ἰδέας... と τῶν ἰδεῶν...)が「〜の間」の二つの極を表している。前者の属格句に同格節 ὅ ἐστιν αἰσθητά τε εἴδη... が挿入され、後者に関係節 πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει が係っている。

  2. 1.97ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ

    名詞文であり、ἀρχή が述語、τὰ ἐξ οὗ(それから生じるもとであるものたち)が主語、τοῦ ἔκ τινος は ἀρχή にかかる目的格的属格(何ものかから成るものに対する原理)である。「何ものかから成るものにとって、それがそこから成る素材・構成要素こそが原理である」という原理の定義的命題を述べている。

  3. 1.98καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται;

    τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος は属格独立構文(諸数のあるものが単位たちから進み出たとき)であり、主文の骨格は ὑπὸ τίνος ... ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται(何によってそれらから成るものが一つになるのか)である。ὑπὸ τίνος は行為主・動因を表す前置詞句。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:112.17-114.19