- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:110.3-112.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『形而上学』A巻第9章(991b21–22)で提示した、諸形相は数から構成される単一の数とは異なり合成によって一つの形相を生み出せないという論難と、形相を構成する諸単位(モナス)が同種であるか異種であるかをめぐるジレンマおよびそこから生じる不条理について、アレクサンドロスが解説する。
" Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς;" Ὅτι μὴ οἷόν τε ἀριθμοὺς τὰς ἰδέας εἶναι δείκνυσι καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντεθειμένων ἕνα ἀριθμὸν γίνεσθαι (τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ἕνα ἀριθμὸν τὸν ἑπτὰ ποιεῖ), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων μὴ οἷόν τε ἓν εἶδος γενέσθαι· οὐ γὰρ τὸ ἀνθρώπου εἶδος καὶ τὸ κυνός, ἂν οὕτω τύχῃ, συντεθέντα ἓν εἶδος ποιεῖ. οὐ γὰρ ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους·1 οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτὸ ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ ζῴου ἄνθρωπος εἶναι δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν τῶν ἐν τῷ συνθέτῳ μέρος τοῦ ὅλου γίγνεται σῳζόμενος αὐτός. ὥστε οὐκ ἂν εἶεν αἱ ἰδέαι ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ ἔτι αἱ ἰδέαι ἔσονται αὐτοῖς ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, εἶτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν διαφερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ σύνθετον, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντιθέμενα ἰδίᾳ προυπάρχοντα συντίθενται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ποτὲ ἢ λαβεῖν ἢ ἐπινοῆσαι.
「さらに、多くの数から一つの数が生じるが、諸形相から一つの形相はいかにして生じるのか。」 諸イデアが数でありえないことを、彼は、合成された多くの数からは一つの数が生じるが(実際、三と四は互いに合成されて一つの数である七を作る)、合成された複数の形相から一つの形相が生じることはありえないということによっても示している。実際、例えば人間の形相と犬の形相が合成されて一つの形相を作るわけではない。人間の中に動物が含まれているからといって、人間が動物と他の形相とからなる複合体であるわけではないからである。なぜなら、動物はそれ自体で自立して存在する形相でもなければ、人間が動物なしで人間であることもできず、むしろ動物とは自立して存在する動物たちの各々の部分であるからである。これに対して、複合体のうちにある数の各々は、それ自体が保たれながら全体の部分となる。したがって、諸イデアが数であることはないであろう。しかし、もし誰かが諸イデアの各々もまた複数のイデアから成る、例えば人間は動物と二足のものから成ると言うならば、まず第一に彼らにとって諸イデアはもはや単純ではなく複合的となるであろうし、次にそれらのあるものは第一であり、あるものは第二であることになるであろう。なぜなら、動物の形相が第一であり、次いで人間や馬の形相だからである。さらに、数の場合には異なるすべてのものが合成されて一つの数が生じるが、諸イデアの場合にはこれは不可能である。なぜなら、異なるすべての形相が一つの複合体を作るわけではないからである。例えば馬と犬のように。さらに、合成されるものたちは個別に前もって存在していて合成されるが、人間と動物とが切り離されているのを把握することも思考することも決して不可能である。
"Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἐναρίθμων, οἷον ἐν τῇ μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μηδὲ αἱ αὐταὶ ἀλλήλαις." Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων, εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς.2 εἴτε γὰρ ὁμοειδεῖς, πολλά φησι συμβήσεσθαι ἄτοπα, ἃ οὐκ ἐπήνεγκεν ὡς ὄντα γνώριμα· λέγει δὲ περὶ αὐτῶν ἐν τῷ Μ τῆσδε τῆς πραγματείας. συμβήσεται γὰρ τὸ πᾶσαν ἐκείνων τῶν μονάδων σύνθεσιν ἰδέαν ποιεῖν· εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἵδε μὲν ἰδέαν ποιοῦσιν αἵδε δὲ οὔ; οὕτω τε πᾶς ἀριθμὸς ἰδέα ἔσται, οὐχ ὁ τοσοῦτος καὶ ἐκ τοσούτων μονάδων ἐξ ὅσων καὶ τὴν ἰδέαν βούλονται συγκεῖσθαι, ἢ ἐκ τοσῶνδε, εἴ γε ἐξ ὧν εἰσιν ὁμοειδεῖς πᾶσαι. ἔτι πᾶσαι αἱ ἰδέαι ὁμοειδεῖς ἀλλήλαις ἔσονται κατ’ οὐδὲν ἀλλήλων ἢ κατὰ τὸ πλῆθος μονάδων διαφέρουσαι· οὕτω δὲ καὶ τὰ μετέχοντα αὐτῶν ὁμοειδῆ ἔσται ἀλλήλοις. ἀλλ’ οὐ δοκεῖ τὸ λογικὸν καὶ ἄλογον πλήθει τινῶν διαφέρειν, ἀλλὰ ποιότητι μᾶλλον. εἰ γὰρ λέγοιεν ἐν ἐλάττοσι τὸ ἄλογον εἶναι μονάσι, δῆλον ὅτι ἂν προστεθῶσι μονάδες τῷ ἀλόγῳ, αἷς ὑπερεῖχε τὸ λογικὸν τοῦ ἀλόγου, τὸ ἄλογον λογικὸν ἔσται. τοιαῦτα μὲν τὰ ἄτοπα, εἰ ὁμοειδεῖς αἱ μονάδες ὑποτεθεῖεν. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα τὰ ἑπόμενα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται τις ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις;3 μόνη γὰρ ἐν μονάσι διαφορά, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ψυχῆς, θέσις· ἀλλ’ αἱ θέσιν ἔχουσαι μονάδες οὐκέτι μονάδες ἁπλῶς, ἀλλὰ σημεῖα καὶ στιγμαί. οὐδὲν γὰρ τούτων εὔλογον οὐδὲ ὁμολογούμενον τῇ περὶ τῶν μονάδων νοήσει. τὸ δὲ πρὸς τὴν λέξιν, εἰπὼν πῶς ἔχουσιν αἱ μονάδες, κατὰ τί τὸ πῶς ἔχουσιν εἶπεν, ἐπήνεγκεν· ἢ γὰρ ὁμοειδεῖς ἢ ἀνομοειδεῖς αὐτὰς εἶναι ἀλλήλαις.
「しかし、もしそれら[諸形相]自体からではなく構成する数たちから、例えば一万数におけるようにであるとするなら、諸単位はいかなる状態にあるのか。なぜなら、同種であるとするなら多くの不条理が帰結するであろうし、もし同種でなく、互いに同一でもないとするなら[なおさらである]。」 もし誰かが、形相そのものが合成されて一つの形相が生じないのは、数の場合にも[数そのものが]合成されて一つの数が生じるわけではなく諸単位が合成されるからである(なぜなら、すべての数は諸単位の合成から成るのであって、仮にそれらが複数の数であるとしても、三や四の合成から成るのではない。実際、一万数も千や百からではなく諸単位から構成されている。そして仮にそうだとしても、諸イデアは少なくとも、あちらの数から一つの数が生じるという点において数に似ているのではなく、諸単位から構成されているという限りにおいて似ているのである)、と主張するならば、諸イデアがその合成から成るところの諸単位が、互いに同種であるのか、それとも異種であるのかを彼らから聞き知るに値する、と彼は言う。実際、もし同種であるとするなら、多くの不条理が帰結するであろうと彼は述べるが、それらは周知のこととして言及しなかった。それらについて彼はこの著作のΜ巻で論じている。なぜなら、それらの諸単位のあらゆる合成がイデアを作ることになるという結果が生じるであろうからである。実際、もしすべての諸単位が同種であるなら、なぜこれらはイデアを作り、あれらは作らないのか。こうして、あらゆる数がイデアであることになり、彼らがイデアが構成されることを望むようなこれほどの大きさでこれほどの諸単位からなる数、あるいはこれこれの数だけがイデアであるわけではなくなるであろう。それらが[構成される]もとである諸単位がすべて同種であるとするならば。さらに、すべての諸イデアは互いに同種となり、諸単位の量以外の点では互いに何ひとつ異ならないであろう。そしてこのようにして、それらに分有する事物も互いに同種となるであろう。しかし、理性的なものと非理性的なものが何らかのものたちの量によって異なるとは思われず、むしろ質によって異なると考えられる。なぜなら、もし無理性がより少数の単位のうちにあると彼らが言うならば、明らかに、有理性が無理性に対して超過していた分の諸単位が無理性に付け加われば、無理性は有理性となるであろうからである。諸単位が同種であると仮定された場合、不条理はそのようなものである。しかし、もしそれらが異種であると彼らが言うならば、彼は引き続いて生じる不条理を自ら付け加えている。なぜなら、もしあちらの[同じ数の内部の]諸単位も互いに同種でなく、すべての諸単位がすべての諸単位に対して同種でもなく、形相において同一でもないとするなら(実際、「同一でもない」とはこのことを示している)、これらは諸イデアの産出的であるがあれらはそうではないとか、これらはこれら[のイデア]の、あれらはあれら[のイデア]の[産出的である]といった何らかの差異がそれらのうちにあることになるが、すべてが受動を受けることなく、それら自身の内にいかなる点でもいかなる差異も受け入れることができないものであるのに、それらのうちにある差異とは何であろうか。なぜなら、諸単位のうちにある唯一の差異とは、『霊魂について』第一巻で彼が述べたように、位置であるからである。しかし、位置を持つ諸単位はもはや端的な単位ではなく、点であり点刻である。なぜなら、これらのいずれも理に適っておらず、諸単位についての概念と一致してもいないからである。言葉遣いについて言えば、「諸単位はいかなる状態にあるのか」と述べた後、彼はいかなる点に関して「いかなる状態にあるのか」と言ったのかを付け加えた。すなわち、それらが互いに同種であるか、それとも異種であるかということである。
- 1.94οὐ γὰρ ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους
οὐ γὰρ ἐπεί… [ἐστι] の構文で、「…だからといって〜というわけではない」という帰結・因果関係の否定を表す。主節の述語 σύνθετον にコピュラ(ἐστί)が補われる。
- 1.95Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων, εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς.
長大な条件文。文頭の Εἴ τις... λέγοι(希求法)を受ける主節(帰結節)は、括弧内の長い挿入句(πᾶς γὰρ... σύγκειται)を経て末尾の ἄξιον [ἐστι] παρ’ αὐτῶν μαθεῖν(「…を彼らから聞き知るに値する」)である。また、ἐξ ὧν αἱ ἰδέαι συντεθειμένων は ἐξ ὧν συντεθειμένων αἱ ἰδέαι [εἰσίν] の超置(前置詞 ἐξ の目的語 ὧν に分詞 συντεθειμένων が一致する構文)であり、「それらが合成されることによって諸イデアが[成立する]ところの」の意。
- 1.95εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται τις ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις;
εἰ γὰρ μήτε... ἀλλ’ ἔσται...(条件節)に対し、主節は修辞的疑問文 τίς ἔσται ἡ ἐν αὐταῖς διαφορά...(「それらのうちにある差異とは何であろうか」)である。文末の ἀπαθέσι πάσαις οὔσαις... は与格分詞句で、先行する代名詞(αὐταῖς)に一致する付帯状況・理由を表す。
