- 底本
- Aratus Solensis. Callimachus and Lycophron; Aratus. Mair, Gilbert Robinson, editor. London: William Heinemann; New York: G.P. Putnam's Sons, 1921.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:431-500
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
詩人はケンタウロス座、狼座(野獣)、海蛇座、コップ座、カラス座、こいぬ座の位置と前兆を述べた後、惑星の複雑な動きと恒星の天球円を対比させ、天の川を引き合いに出しながら夏至線(北回帰線)の通る星座の配置を詳述する。
εἰ δέ κεν ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
もしケンタウロスの肩が西の海から東の海と同じだけ離れており、
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
彼自身を薄い霞が覆い、
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα τεύχοινὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
しかもその背後で輝く祭壇の上に夜が同様の兆しをなすならば、
ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο.1
君は南風ではなく東風を大いに警戒せねばならない。
δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
君はその星座が他の二つの星座の下にあるのを見出すだろう。
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
というのも、その人間を模した部分は蠍の下方にあり、
σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
馬の尾の部分は鋏(爪)の下にあるからだ。
αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
そして彼は、
ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξἄλλο μάλʼ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς
円を描く祭壇の向かいに常に右手を伸ばしているように見え、
θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
その手には貫かれた別の野獣がしっかりと握り締められている。昔の人々がそのように呼んだのである。
ἀλλʼ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
また別の星座がさらに向こうから伸びている。
ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
人々はこれを「海蛇」と呼び、
ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον
それは生き物のように連続して身をくねらせている。その頭は蟹の真下まで届き、
καρκίνον ἱκνεῖται, σπείρη δʼ ὑπὸ σῶμα Λέοντος,
その巻き胴は獅子の身体の下に、
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.
尾はケンタウロスの真上に垂れ下がっている。
μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δʼ ἐπίκειται
その胴の真ん中には「杯」が、
εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.
末端にはその身をついばむような姿をした「烏」の像が乗っている。
καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει.
そしてまた「こいぬ」も双子座の下で美しく輝いている。
ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
これらの星座を、
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως
君は年々が巡るにつれて季節ごとに順序よく眺めることができるだろう。これらはすべて、
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
夜が進むにつれて天に美しく配された飾りなのだから。
οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι,
しかし、混じり合って動く他の五つの星々は、
παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται.οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
これらとは全く異なり、十二の星座の間を至る所で巡っている。
κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,
他の星々を見てそれらがどこにあるかを推し量ることはもはやできない。それらはすべて漂泊者であり、
μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,
それらの巡る周期は長く、
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.
遠く離れた星々が合一する兆しは遥かな時を隔てているからだ。
οὐδʼ ἔτι θαρσαλέος κείνων ἐγώ· ἄρκιος εἴην
私はそれらについて語る勇気を持たない。ただ、
ἀπλανέων τά τε κύκλα τά τʼ αἰθέρι σήματʼ ἐνισπεῖν.
不動の星々の巡る円軌道と、天にある兆しを語るだけで十分であろう。
ἦτοι μὲν τά γε κεῖται ἀλίγκια δινωτοῖσιν
まことにそれらの円軌道は、丸く削られた輪に似て四つあり、
τέσσαρα, τῶν κε μάλιστα πόθη ὄφελός τε γένοιτο
巡りゆく年の歩みを観測する者にとって、
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.
それらは大いに求められ、役立つものとなるだろう。
σήματα δʼ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται
そのすべてには、至る所で密接に組み合わされた、
πολλά τε καὶ σχεδόθεν πάντη συνεεργμένα πάντα.
数多くの明瞭な兆しが隈なく配されている。
αὐτοὶ δʼ ἀπλανέες καὶ ἀρηρότες ἀλλήλοισιν
円軌道そのものはすべて動かず、互いに連動しているが、
πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
大きさにおいては二つが他の二つと対をなして異なっている。
εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς
もし澄み渡った夜、天の「夜」がすべての高貴な星々を人々に示し、
ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ,
満月のために衰退する星もなく、
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,
むしろすべてが暗闇を貫いて鋭く輝き出る時に――もしその時、
ἀλλὰ τά γε κνέφαος διαφαίνεται ὀξέα πάντα—
天が幅広の円によって一面に二つに分かたれているのを見て、
εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα,2
君の心に驚嘆が訪れたことがあるならば、
σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ
あるいは誰か他の人がそばに立って、
οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν
人々が「乳(天の川)」と呼ぶ、
κεῖνο περιγληνὲς τροχαλόν, γάλα μιν καλέουσιν·τῷ δʼ ἤτοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
無数の星がきらめく円環を君に指し示したことがあるならば――それと色合いにおいて似た円軌道はもはや巡ってはいないが、
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
その大きさにおいては、四つのうち二つがそれに匹敵し、
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.
残りの二つはそれらよりはるかに小さく巡っている。
τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.
そのうちの一つは、吹き降ろす北風の近くにある。
ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
その中を双子座の両方の頭が運ばれ、
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
堅固な御者の両膝が置かれ、ペルセウスの左のすねと左肩がその上にあり、
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ
アンドロメダの右腕の中ほど、
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
肘の上をその円が横切っている。
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,
彼女の手のひらはより高く、
ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·
北風に近い方に位置し、肘は南へと傾いている。
ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
そして天馬の蹄、白鳥の首の付け根と頭の先端、
ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,
蛇遣いの美しい肩が、
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·
その円の上に配されて巡っている。
ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,
乙女座は少し南を通り、
παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μὲν ἄρʼ ἄμφω
円にはかからない。しかし獅子座と蟹座は、
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
この両者が順に横たわっており、
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ
かの円は獅子の胸の下から腹を通り恥部に至るまでを切り裂き、
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείουκαρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
蟹座をば、左右の目が円の両側に分かれるように、
ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
ちょうど真っ直ぐ二分されると君が見なすであろう甲羅の下を貫いて切り裂いている。
τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,
この円を、おおよそ八つに等分して測るとすれば、
πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑπέρτερα γαίης,
その五つは地上の日中に巡り、
τὰ τρία δʼ ἐν περάτῃ·3 θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.
三つは地下の領域にある。夏至の転回点はそこにある。
ἀλλʼ ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται.
そしてこの円は北の蟹座の周りに固定されている。
- 434οὔ σε μάλα χρὴ ἐς νότον ἀλλʼ εὔροιο περισκοπέειν ἀνέμοιο
否定辞 οὐ は χρὴ だけでなく前置詞句 ἐς νότον にもかかり、「南風へではなく東風(の息吹)に警戒すべきである」という対比をなす。ἀλλὰ の後では前置詞 ἐς が補われ、属格 εὔροιο ἀνέμοιο は πνοιή 等の省略を伴うか、あるいは περισκοπέω が方向・対象として属格を支配している構文的倒置・圧縮である。
- 469εἴ ποτέ τοι νυκτὸς καθαρῆς... εἴ ποτέ τοι τημόσδε περὶ φρένας ἵκετο θαῦμα
εἴ ποτέ τοι が二度にわたって繰り返される長大な構文。最初の条件節群(ὅτε 節、οὐδέ 節、ἀλλά 節)が夜空の晴朗な情景を描写したのち、473行の εἴ ποτέ τοι で条件文が再開(epanaphora)され、主節相当の帰結節を形式的に欠いたまま後続の天の川の説明へと話が移行する(アナコルートン的一文構造)。
- 497τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος, πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑπέρτερα γαίης, τὰ τρία δʼ ἐν περάτῃ
τοῦ... μετρηθέντος は絶対属格。「この円が八等分されたとすると」の意。主節の πέντε μὲν... τὰ τρία δέ はその八分割のうちの配分(地上の昼が五、地下の夜が三)を示し、古代ギリシア天文学における夏至の昼夜比 15:9(5:3)を反映した天文学的定式である。
