← アラトス

パイノメナ

§356-430

くじら座からさいだん座までの南天の星と嵐の前兆

ケトス、エリダヌス、名なき星々と星座命名の起源、みなみのうお座、水瓶座の水が順に語られ、続いて祭壇座の出とそれが告げる海の嵐の激しい前兆、船乗りへの警告が述べられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
356

κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ

彼女は傾いた姿勢で運ばれるが、南風が憎むべき鯨を彼女へと追い立ててくる。

κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,

それは白羊宮と両魚宮の真下にあり、

βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.

星宿なす川のわずか上に横たわっている。

οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται

というのも、かの川もまた孤立して神々の足元に運ばれる、

360

λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο.

涙多きエリダノス川の名残なのだから。

καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·

そしてそれはオリオンの左足の下へと伸びている。

δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,1

魚たちの尾を両端で繋ぎ止めている紐は、

ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες·Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται

両方とも尾から下って合流し、

365

εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται

鯨の背びれの背後で入り混じって一つに集まる。

κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.

そして鯨の最初の背骨の上にある一つの星において終端する。

οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ

また舵と鯨の中間には、

μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ

小さな大きさで微かな輝きを放ちながら、灰色のウサギの脇腹の下で身を縮め、

370

νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο

名を持たない星々が巡っている。それらは、

βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα

形作られた像の四肢に似せて配されているわけではないからである。

ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντωνἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι

年々歳々巡る同じ軌道を順序よく連なって過ぎゆく多くの像のように。それらの像を、今は亡き古の人が思いを巡らし、

375

ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων

それぞれを形作ってすべて名をもって呼ぶことを考え出したのだ。個別に分かれたすべての星の名を言おうとしても、

οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι.2

それを知ることもできなかったであろうから。

πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται

星々は至る所に数多く、

μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.

その多くが大きさと色を同じくし、みな巡っている。

τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαιἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος

それゆえ、一つが他のものの隣に順次並んで特定の姿を示すように、

εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο

星々を集めてまとめることが彼には善いと思われたのだ。こうしてたちまち星座には名が付けられ、

ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.

今ではいかなる星も理解しがたいものとして昇ることはなくなった。

ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν

そして整った像に組み合わされた星々は明瞭に見えるが、

φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ

追われるウサギの下にある星々はすべて極めて霞んでおり、

385

πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται.

名を持たずに運ばれている。

νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,

山羊座の下方、南風の息吹のもとには、

ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται

鯨の方を向いた魚が一匹、先の魚たちから離れて漂っており、

οἶος ἀπὸ προτέρων, νότιον δέ ἑ κικλήσκουσιν.

人々はこれを「南の魚」と呼ぶ。

ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,

また水瓶座の下に散在する他の星々は、

390

κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται

天空の鯨と南の魚の間に、

μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,

緩慢で名も持たずに浮かんでいる。それらの近く、

δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,

堂々たる水瓶座の右手から、

οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα

あちこちに散り散りになるわずかな水の流れのように、

σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.

澄んで光る微かな星々が巡っている。

395

ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται

その中には、互いにさほど離れもせず、

ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς·

かといって極めて近くもなく、ひときわ目立って運ばれる二つの星がある。

εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε

一つは水瓶座の両足の下にある美しく大きな星、

Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.

もう一つは暗い鯨の尾の下にある星である。

τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι

これらすべてを人々は「水」と呼ぶ。

400

νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν

また射手座の前足の下方には、

δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται.

他のわずかな星々が円を描いて巡っている。

αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο

一方、大いなる怪物である蠍の燃える尾の毒針の下、

σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.τοῦ δʼ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθʼ ἐόντος

南風の近くには「祭壇」が浮かんでいる。

405

πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο.

それが空高くにある時間はごくわずかであると君は知るだろう。アルクトゥルスの真向かいに昇るからだ。

καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι

アルクトゥルスの巡る道は極めて天高くあるが、

ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.

祭壇はより速やかに西の海へと沈んでいく。

ἀλλʼ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν

しかし太古の「夜」は、人間の労苦を悲しみ、

410

εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ

かの祭壇の周りにも海の嵐の大いなる兆しを置いた。

νῆες ἄπο φρενός εἰσι, τὰ δʼ ἄλλοθεν ἄλλα πιφαύσκει

打ち砕かれる船はかの女〔夜〕の心に厭わしいからであり、夜は波立つ海の人々を憐れんで、

σήματʼ, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.

あちこちに様々な兆しを示すのである。

τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων

それゆえ、願わくは天の中ほどに、

εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,3

他の雲の海に包まれたかの星が現れることのないようにせよ――それ自体は雲もなく輝いているのに、

415

αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλονκυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ

より上空でうねる雲に圧迫されているような姿で。

θλίβετʼ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.

秋の風が雲を押し戻すときにしばしば締め付けられるように。

πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει

しばしば夜自身が、苦難に遭う船乗りたちへの恵みとして、

νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.

南風の前兆としてこれを整える。

420

οἱ δʼ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,

もし彼らが適切に兆しを示す夜に従い、

αἶψά τε κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,

直ちにすべてを軽く整えるならば、

αὐτίκʼ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ

苦難は直ちに軽くなる。

ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα

しかしもし恐ろしい風の嵐が突然不意に上空から船に襲いかかり、

αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,

帆をことごとくかき乱すなら、

425

ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται,

ある時は船ごと完全に水没して航行し、

ἄλλοτε δʼ, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν

またある時は、祈る彼らにゼウスが寄り添い、

εὐχόμενοι, βορέω δὲ παραστράψῃ ἀνέμου ἴς,πολλὰ μάλʼ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο

北風の勢いが稲妻を閃かせるなら、大いに苦難を耐え抜いた末に、

ἀλλήλους ἐπὶ νηΐ. νότον δʼ ἐπὶ σήματι τούτῳ

船上で互いに再び顔を見合わせることができる。この兆しが現れたときは、

430

δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι.

北風が稲妻を放つのを見るまで南風を恐れ警戒せよ。

構文注3 件
  1. 362δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται

    関係代名詞 τοῖς は連結・手段を表す与格で δεσμοὶ οὐραῖοι を先行詞とする。ἄκροι は述語的形容詞として主語 Ἰχθύες と一致し、「魚たちがその末端において(紐に)繋ぎ止められている」構造をなす。

  2. 375οὐ γάρ κʼ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι

    ἄν (κʼ) + 直説法過去 ἐδυνήσατο による反実仮想の帰結節。もし孤立した星ごとに名付けようとしたなら不可能であったろう、という仮想の判断を示す。属格 πάντων οἰόθι κεκριμένων は ὄνομʼ εἰπεῖν の対象(「個別に分かたれたすべての星に関して」の関与の属格、あるいは ὄνομα の所有属格)として機能している。

  3. 413τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,

    τῶ は指示代名詞与格由来の推論副詞(「それゆえに」)。μοι は倫理的与格(ethical dative)で、聞き手に対する懇願・語りかけの調子を強める。μή + 命令法現在 εὔχεο(εὔχου)は禁止を表し、不定詞 φανήμεναι の意味上の主語 κεῖνο ἄστρον を修飾する分詞 εἰλυμένον が「他の雲の海に包まれた姿で」と状況を限定している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:356-430