- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.2.1-5.2.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ハブロコメースがシュラクサイで漁師アイギアレウスとの生活を続ける一方、ヒッポトオスは大規模な略奪行に出立する。アムピノモスはアンテイアを愛するがゆえに盗賊団を脱走して彼女を救出し、貞潔を守る誓約を交わしてコプトスへと逃れる。
Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι.
ハブロコメースはこれらのことを嘆きつつ、アイギアレウスに慰められながらシュラクサイで過ごし、すでにその仕事もアイギアレウスと共に行っていた。一方、ヒッポトオスの一味はすでに大盗賊団を組織し、エチオピアを去ってさらに大きな事業に取りかかることを決意した。
Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατʼ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι.1 Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπʼ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν·
というのも、村々や町々をも襲撃するのでなければ、個々人を相手に略奪するだけでは十分ではないとヒッポトオスには思われたからである。そこで彼は部下たちを従え、すべての荷を積み込むと(彼には多くの役畜と少なからぬ駱駝がいた)、エチオピアを後にして、エジプトおよびアレクサンドレイアへ向かい、再びポイニケーとシリアへと赴くことを心に期していた。
τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι· ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.
そしてアンテイアは死んだものと見なしていた。しかし、塹壕の中でかの女を見張っていたアムピノモスは、恋情を抱いており、かの女への慈しみと迫り来る災難のゆえに、この乙女から引き離されることに耐えられず、ヒッポトオスには従わず、大勢の仲間たちの目を忍び、自ら集めた食料とともに、ある洞窟に身を隠した。
Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει.
夜になると、ヒッポトオスの一味は掠奪を行おうとして、アレイアと呼ばれるエジプトの村に到着した。一方アムピノモスは塹壕を掘り返してアンテイアを連れ出し、安心するよう励ました。
τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι καὶ τοὺς ἐν Αἰγύπτῳ θεοὺς ἦ μὴν τηρήσειν γάμων ἁγνήν,2 μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. Πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἄνθεια καὶ ἕπεται αὐτῷ· οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλʼ ἔστεργον συνήθεις γενόμενοι.
かの女がなお恐れ疑っていたので、彼は太陽とエジプトの神々にかけて、かの女自身がいつか納得して受け入れることを望むときまで、必ず〔かの女を〕婚礼の交わりから清らかなままに保つことを誓った。アンテイアはアムピノモスの誓約を信じて彼に従った。犬たちも離れず、慣れ親しんで慕っていた。
Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέρας διαγαγεῖν, μέχρι ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ· ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια.
彼らはコプトスへと赴き、ヒッポトオスの一味が街道を遠く進み去るまで、そこで数日を過ごすことに決めた。そして犬たちが必要な餌を得られるよう世話をした。
Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου· πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ...... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.
一方、ヒッポトオスの一味は村アレイアを襲撃すると、住民の多くを殺害し、家屋に火を放ち、同じ道ではなくナイル川を通って下っていった。途中の村々からあらゆる小舟を集め、それに乗り込んでスケディアへと航行し、……そしてそこから上陸してナイル川の岸辺に沿ってエジプトの他の地方を行軍した。
- 5.2.2εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι
条件文の従属節において希求法 ἐπιβάλοι が用いられているのは、主節の οὐκ ἐδόκει ... αὔταρκες εἶναι(過去時制の思考・判断)に依存する間接話法(斜格希求法)であることによる。本来の直接話法における接続法条件文(ἐὰν μὴ ... ἐπιβάλῃ)または過去における反復的な条件関係を反映している。
- 5.2.5ἦ μὴν τηρήσειν γάμων ἁγνήν
ἦ μήν は誓約文を導入する強意の慣用表現で、未来不定詞 τηρήσειν を伴う。名詞 γάμων は形容詞 ἁγνήν に係り、「婚姻の交わりから免れて・清らかに」を意味する分離の属格である。
