← エフェソスのクセノポン

エペソス物語

§5.1.1-5.1.13

シュラクサイ漂着と老人アイギアレウスの身の上話

アンテイアが壕の中で犬とともに過ごす一方、シケリアのシュラクサイに漂着したハブロコメースは老人アイギアレウスの家に身を寄せる。アイギアレウスは亡き妻テルクシノエーの防腐処置された遺体と暮らす自身の逃亡譚を語り、それを聞いたハブロコメースはアンテイアへの思いと運命の過酷さを嘆く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1.1

Καὶ ἡ μὲν ἐν τῇ τάφρῳ κατεκέκλειστο μετὰ τῶν κυνῶν, ὁ δʼ Ἀμφίνομος ἑκάστοτε κἀκείνην παρεμυθεῖτο καὶ τοὺς κύνας ἡμέρους ἐποίει τρέφων· ὁ δὲ Ἁβροκόμης διανύσας τὸν ἀπ’ Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται (τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ κατʼ εὐθὺ ἀπέσφηλε πλοῦ),1 ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας μεγάλην καὶ καλήν.

そしてアンテイアは塹壕の中に犬たちとともに閉じ込められていたが、アムピノモスはその都度かの女をも慰め、餌を与えて犬たちをおとなしくさせていた。一方ハブロコメースはエジプトからの航海を終えたものの、イタリアそのものには到達しなかった(風が船を押し流して直進の航路から逸れさせたのである)。だが風は船をシケリアへと導き、彼らはシュラクサイという大きくて美しい都市に入港した。

§5.1.2

Ἐνταῦθα ὁ Ἁβροκόμης γενόμενος ἔγνω περιιέναι τὴν νῆσον καὶ ἀναζητεῖν εἴ τι περὶ Ἀνθείας πύθοιτο. Καὶ δὴ ἐνοικίζεται πλησίον τῆς θαλάττης παρὰ ἀνδρὶ Αἰγιαλεῖ πρεσβύτῃ, ἁλιεῖ τὴν τέχνην. Οὗτος ὁ Αἰγιαλεὺς πένης μὲν ἦν καὶ ξένος καὶ ἀγαπητῶς αὑτὸν διέτρεφεν ἐκ τῆς τέχνης· ὑπεδέξατο δὲ τὸν Ἁβροκόμην ἄσμενος καὶ παῖδα ἐνόμιζεν αὑτοῦ καὶ ἠγάπα διαφερόντως.

ここに到着したハブロコメースは、島を巡り歩いてアンテイアについて何らかの情報を得られないか探ることに決めた。そして海辺の近く、職業は漁師であるアイギアレウスという老人のもとに身を寄せた。このアイギアレウスは貧しく、外邦人であり、その稼ぎで辛うじて生計を立てていたが、ハブロコメースを喜んで迎え入れ、自分の子どものように思い、格別に慈しんだ。

§5.1.3

Καὶ ἤδη ποτὲ καὶ ἐκ πολλῆς τῆς πρὸς ἀλλήλους συνηθείας ὁ μὲν Ἁβροκόμης αὐτῷ διηγήσατο τὰ καθʼ αὑτόν, καὶ τὴν Ἄνθειαν εἰρήκει καὶ τὸν ἔρωτα καὶ τὴν πλάνην, ὁ δὲ Αἰγιαλεὺς ἄρχεται τῶν αὑτοῦ διηγημάτων.

そしてやがて、互いの親交が深まったことから、ハブロコメースは彼に身の上を語り、アンテイアのことや愛と放浪の旅について話した。するとアイギアレウスも自身の物語を語り始めた。

§5.1.4

Ἐγὼ ἔφη, τέκνον Ἁβροκόμη, οὔτε Σικελιώτης οὔτε ἐπιχώριος, ἀλλὰ Σπαρτιάτης Λακεδαιμόνιος τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, καὶ περιουσίαν ἔχων πολλήν.

「ハブロコメース、我が子よ」と彼は言った。「わしはシケリア人でもここの土地の者でもなく、あの地で第一等の権勢と多くの富を持っていたスパルタ人、ラケダイモーンの者なのだ。

§5.1.5

Νέος δὲ ὢν ἠράσθην κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἀντερᾷ δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος τοῦ θεοῦ, καὶ ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν.2

若いころ、わしは同じ都市の娘でテルクシノエーという名のかの女を愛し、テルクシノエーもわしを愛し返してくれた。町で徹夜祭が催されていたとき、神が二人を導いたことで、われわれは結ばれ、そのために相会った目的を遂げたのだ。

§5.1.6

Καὶ χρόνῳ τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις στέρξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.

そしてしばらくの間、われわれは人目を忍んで逢瀬を重ね、死に至るまで愛し合おうと幾度も誓い合った。しかし神々の誰かが嫉妬したのだ。わしはまだ青年兵の組におり、両親たちはテルクシノエーを同郷の若者でアンドロクレースという名の者に嫁がせようとしていた。アンドロクレースはすでに彼女に恋焦がれていたのだ。

§5.1.7

Τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλλομένη τὸν γάμον· τελευταῖον δὲ δυνηθεῖσα ἐν ταὐτῷ μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετʼ ἐμοῦ. Καὶ δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς, ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης.

そこで初めのうちは、娘はさまざまな口実を設けて婚礼を引き延ばしていた。しかしとうとう、わしと逢引することが叶うと、夜のうちにわしとともにラケダイモーンを脱出することを約した。われわれは若者らしく身支度を整え、わしはテルクシノエーの髪も切り落とした。

§5.1.8

Ἐν αὐτῇ οὖν τῇ τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ᾔειμεν ἐπʼ Ἄργος καὶ Κόρινθον, κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον κατεψηφίσαντο. Ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίᾳ μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετʼ ἀλλήλων.

まさにその婚礼の夜にわれわれは町を出て、アルゴスとコリントスへと向かい、そこから船出してシケリアへと航海した。ラケダイモーン人たちはわれわれの逃亡を知ると、死刑を宣告した。われわれは当地で生活の資に事欠きながらも、互いとともにいられることで喜び、すべてを享受しているように思って暮らしていた。

§5.1.9

Καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλʼ ἔχω γὰρ μετ’ ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι. Καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδότερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν δὲ γενομένην ἔτι Αἰγιαλεῖ κόρην·3 τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῇ Αἰγυπτίᾳ· ἦν γὰρ καὶ τούτων ἔμπειρος ὁ γέρων.

そして少し前にテルクシノエーはここで亡くなったが、その遺体は埋葬されていない。というのも、わしが手元に留め、いつも口づけをし、ともに寄り添っているからなのだ」こう言いながら、彼はハブロコメースを奥の部屋へと案内し、テルクシノエーを見せた。もはや老女となっていたが、アイギアレウスの目にはかつて美しかった少女のままであった。かの女の遺体はエジプト式の埋葬法で防腐処理されていた。というのも、この老人はそうしたことにも通じていたからである。

§5.1.11

Ταύτῃ οὖν ἔφη, ὦ τέκνον Ἁβροκόμη, ἀεί τε ὡς ζώσῃ λαλῶ καὶ συγκατάκειμαι καὶ συνευωχοῦμαι· κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη· οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί·4 ἀλλʼ ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῇ φυγῇ· τὰς παννυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ.

「それゆえ」と彼は言った。「ハブロコメース、我が子よ、わしはかの女にいつも生きている人に対するように語りかけ、ともに横たわり、ともに食膳を共にする。漁から疲れ果てて戻ってきたときも、この姿を見れば慰められるのだ。そなたの目にいま映っているような姿で、わしに見えているわけではない。我が子よ、ラケダイモーンにいたころのかの女がどれほどであったか、逃亡の身にあったときがどれほどであったかを思い浮かべているのだ。あの徹夜祭を思い、あの誓いを思い出すのだ」

§5.1.12

Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης σὲ δὲ λέγων, ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει·

アイギアレウスがまだ語っている最中に、ハブロコメースは嘆き悲しんでこう言った。 「最も不運な少女よ、私はそなたを、たとえ亡骸となってでも、いつ見出すことができるのだろうか。アイギアレウスにはテルクシノエーの遺体が人生の大きな慰めとなっており、真の愛には年齢の限界がないことを、私は今真に知った。

§5.1.13

ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲν ἀκοῦσαι περὶ σοῦ. Ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα,5 οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων ἀποδίδου.

しかるに私はあらゆる陸と海をさまよいながら、そなたについての便りを何一つ聞くことができない。ああ、不吉なる神託よ、われわれに最も過酷な託宣を下されたアポローンよ、今こそ憐れみを垂れ、告げられた神託を成就させてくだされ」

構文注5 件
  1. 5.1.1ἀπῶσαν τοῦ κατʼ εὐθὺ ἀπέσφηλε πλοῦ

    分詞 ἀπῶσαν は女性単数対格で、主節の対格目的語 τὴν ναῦν に一致する。直説法過去 ἀπέσφηλε は属格補語(分離の属格)をとって「〜から逸れさせる、失敗させる」を表し、τοῦ κατʼ εὐθὺ ... πλοῦ(直進の航路から)がその分離の属格にあたる。

  2. 5.1.5ἀπελαύσαμεν ὧν ἕνεκα συνήλθομεν

    動詞 ἀπολαύω は属格支配(〜を享受する、味わう)である。関係代名詞 ὧν は本来 ἕνεκα の要求する属格形であるが、先行詞(ταῦτα 等)が省略されており、ἀπελαύσαμεν の目的語としても機能している(関係詞の格の牽引あるいは先行詞省略構文)。

  3. 5.1.10καλὴν δὲ γενομένην ἔτι Αἰγιαλεῖ κόρην

    Αἰγιαλεῖ は判断者の与格(dative of reference / in the eyes of Aegialeus)として機能する。γενομένην は時制的に「かつて美しかった(少女)」という過去の様態を表し、老女(πρεσβῦτιν)となった現状と対比されている。

  4. 5.1.11οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί

    相関構文 οἵα ... τοιαύτη。「かの女は今そなたに見えているような姿で私に見えているのではない」。σοί と ἐμοί はそれぞれ受動・中間態動詞(ὁρᾶται, φαίνεται)に伴う関心の与格・判断者の与格。

  5. 5.1.13ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα

    呼格 Ἄπολλον に分詞句 τὰ πάντων ἡμῖν ... χρήσας χαλεπώτατα が係っている。χρήσας は神託を下す義。τὰ πάντων ... χαλεπώτατα は最上級の中性複数対格で、「万事の中で最も過酷なこと(託宣)」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:5.1.1-5.1.13