← エフェソスのクセノポン

エペソス物語

§1.11.1-1.11.6

サモス島経由の航海と互いの貞節の誓い

出航後、二人はサモス島を経て航海を続け、互いの不変の貞節を誓い合い、船は補給と休息のためにロドス島へと向かう。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.11.1

Ἔτι λέγοντα ἐξιόντα1 ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς.

立ち去りながらなおも語る彼を、涙が遮った。群衆が励ましの声をかける中、親たちは町へと戻っていったが、ハブロコメースとアンテイアは互いに抱き合って伏し、父たちの身を案じ、祖国を恋しく思い、神託を恐れ、旅立ちを警戒し、多くの思いを一度に巡らせていた。しかし、二人で共にある船旅が、すべてのことにおいて彼らを慰めていた。

§1.11.2

Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.

その日は追い風に恵まれ、航海を終えてヘーラーの聖なる島サモスに到着した。そこで犠牲を捧げて食事を取り、多くの祈りを捧げたのち、夜のとばりが下りる頃に再び船出した。

§1.11.3

Καὶ ἦν ὁ πλοῦς αὐτοῖς οὔριος· λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετʼ ἀλλήλων; Καὶ δή ποτε ὁ Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος Ἄνθεια ἔφησε, τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετʼ ἀλλήλων·

二人の航海は順調であったが、彼らの間では互いに多くの言葉が交わされた。 「はたして私たちは互いに共に添い遂げることができるのだろうか」やがてハブロコメースは深く溜息をつき、自分の境遇を思い起こして、 「アンテイアよ、 と言った、 私の命よりも恋しい人よ。何よりもまず私たちが幸運に恵まれ、共に無事でいられることを祈る。

§1.11.4

ἂν δʼ ἄρα τι ᾖ πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι.2 Ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶ τί τοῦτο ἔφησεν Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν3 ἄνευ σοῦ; Ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπʼ ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.

だが、もし何かを被ることが運命づけられており、どうにかして私たちが互いに引き離されるようなことがあったなら、最愛の人よ、お前は私に対して貞潔を守り通して他の男を受け入れず、私もまた他の女とは決して同棲しないと、互いに誓い合おう」これを聞いてアンテイアは声を上げて泣き叫び、「どうしてそんなことを、 と言った、 ハブロコメース様、あなたから引き離されたなら、私がなおも夫や結婚のことなど考えるなどと信じておられるのですか。私はあなたなしではそもそも生きることさえしないというのに。私たちの祖先の神、エペソスの偉大なるアルテミスにかけて、そして私たちが渡っているこの海にかけて、私たちを互いへと見事に狂おしくさせた神にかけてあなたに誓います。

§1.11.6

Ταῦτα ἔλεγεν ἡ Ἄνθεια· ἐπώμνυε δὲ καὶ ὁ Ἁβροκόμης, καὶ ὁ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους. Ἐν τούτῳ δὲ ἡ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δʼ ἡ Ῥοδίων νῆσος μεγάλη καὶ καλή· καὶ αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως· δεῖν γὰρ ἔφασκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.

あなたからほんの少しでも引き離されたなら、私は生きることも日の光を見ることもありません」アンテイアはこう語った。ハブロコメースも重ねて誓いを立て、彼らの置かれた時機が、その誓いをいっそう恐ろしいものとした。 その間に船はコースとクニドスを通過し、ロドス人の島が大きくて美しい姿を現した。彼らはぜひともそこに寄港しなければならなかった。船員たちが言うには、水を補給し、自らも休息を取る必要があったからである。これから長い航海へと繰り出そうとしていたためであった。

構文注3 件
  1. 1.11.1Ἔτι λέγοντα ἐξιόντα

    主節の動詞 ἐπέσχε の目的語(前節末尾で祈りを捧げていたメガメーデース)を表す現在分詞対格。代名詞目的語が省略されており、主節の主語は後続の中性複数名詞句 τὰ δάκρυα である。

  2. 1.11.4ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι

    誓言の内容(ὀμόσωμεν の目的語)を導く接続詞が ὡς(+未来直説法 μενεῖς / ὑπομενεῖς)から ὅτι(+潜在希求法 ἄν συνοικήσαιμι)へと切り替えられている。後者は「他の女と同棲することなど到底ありえない」という強い確信・潜在的拒絶のニュアンスを表す。

  3. 1.11.5τὴν ἀρχὴν

    否定辞(οὐδέ)を伴って「そもそも」「全く」の意を表す副詞的対格(accusativus adverbialis)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.11.1-1.11.6