- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.10.1-1.10.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
結婚の歓喜に浸る二人であったが、親たちは神託の災いを避けるため二人を船でエジプトへ旅立たせることを決定し、エペソス市民の涙と祈りに見送られながら出航する。
Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς.1
夜が明けると、彼らははるかに心地よく、はるかに朗らかに起き上がった。長らく切望していたものを申し分なく味わったからである。
Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη· ἀλλʼ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.2
彼らにとって全生涯が祝祭であり、すべてが歓喜に満ち、神託で告げられた事柄の忘却すら始まっていた。だが、運命が忘れていたわけではなく、これらを定めた神もまたなおざりにしていたわけではなかった。
Χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόν τε ἦν, παραμυθήσεσθαι ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.
少し時が過ぎた頃、父親たちは以前の決定に従って、二人を街から送り出すことを決心した。というのも、彼らは見知らぬ土地や他の都市を目にし、エペソスをしばらく離れることによって、可能な限り神の託宣を宥め和らげるつもりであったからである。
Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.
こうして彼らの出発に向けてすべてのものが準備された。大きな船と出航の準備が整った船員たち、そして積み込まれる必需品――夥しく色鮮やかな衣服、夥しい銀と金、そして有り余るほどの夥しい糧食であった。
Θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν.3 Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπʼ Αἴγυπτον παρεσκευασμένος.
出航の前にはアルテミスへの犠牲が捧げられ、全民衆の祈願と、全員の涙が見られた。あたかも街共有の子供たちが立ち去ろうとしているかのようであった。彼らの航海はエジプトを目指して整えられていた。
Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν μετὰ λαμπάδων καὶ θυσιῶν.4
出航の日が訪れると、多くの下男たち、多くの侍女たちが――船がまさに沖へ出ようとする中――見送るエペソスの全住民が居合わせ、松明と犠牲を伴う多くの者たちもいた。
Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.
このとき、リュコメーデースとテミストーは、神託、子供、旅立ちといったすべてのことを同時に思い出して、気落ちして地に伏していた。一方メガメーデースとエウイッペーも同じ思いを抱いていたものの、神託で告げられたことの結末を見据えつつ、より心を強く持っていた。
Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.
すでに船員たちは慌ただしく騒ぎ立て、船綱は解かれ、舵手は自らの持ち場につき、船は動き出していた。
Βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ καὶ συμμιγής, τῶν μὲν ὦ παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; Δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.5
陸からの人々と船の中の人々の叫び声は大きく混ざり合い、ある者たちは、 「おお、最愛の子供たちよ、 と言い、 私たち生みの親は、まだそなたたちに会えるのだろうか」別の者たちは、「おお、父上たちよ、私たちはまたあなたたちに巡り会えるのでしょうか」と言った。 涙と嘆きが広がり、銘々が身内の者の名を呼び、互いの記憶に残すためにその名を残し合った。
Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ ὦ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο τι συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλʼ ἀναγκαίαν.
一方メガメーデースは杯を取り、酒を注ぎながら、船の中の者たちにもはっきりと聞こえるように大声で祈った。 「おお、子供たちよ、 と彼は言った、 何よりも幸運に恵まれ、神託の過酷な運命を逃れるように。そして無事に救われて帰ってきたそなたたちをエペソスの人々が迎え入れ、そなたたちが最愛の祖国を取り戻すように。だが、もし別のことが起こったなら、私たちももはや生き長らえることはないということを知っておくがよい。私たちはそなたたちを、不運ではあるが必要な旅路へと送り出すのだ。」
- 1.10.1ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς
ἀπολαύω と ἐπιθυμέω はともに属格を要求するため、ὧν は先行詞 τούτων を省略・吸収した形(中性対格 ἅ を目的語と見る場合は先行詞の属格への牽引)。また χρόνῳ は「長い時間をかけて/ついに」を意味する手段・時の与格。
- 1.10.2οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει
名詞 θεῷ が関係節内に取り込まれた構造(ὁ θεὸς ᾧ ταῦτα ἐδόκει と同義)。「これらを定めた(決定として下した)神」が主語、ἠμέλει が述語動詞である。
- 1.10.5ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν
ὡς を伴う属格絶対構文。主観的な見なしや理由(「あたかも全員共通の子供たちが旅立とうとしているかのように」)を表す。
- 1.10.6Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν μετὰ λαμπάδων καὶ θυσιῶν.
伝承本文に破格(アナコルートン)が見られる。前置きの πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι に対する述語動詞が欠落したまま挿入的な絶対属格(μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι)が続き、後続の主節 πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον(エペソスの全住民が付き添って居合わせた)に全体の構文が収束している。
- 1.10.9εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα
主節の主語 ἕκαστος(単数)に対し、分詞 ἐγκαταλείποντες が複数形をとる構造(意味による一致、constructio ad sensum / σχῆμα πρὸς τὸ σημαινόμενον)。「各自が(全体として人々が)」という集合的意味に応じた一致である。
