← ピロストラトス

ソフィスト列伝

§1.25.4-1.25.6

ポレモンの傲岸な振る舞いと師友との逸話

傲岸な態度で知られたソフィストのポレモンが、都市・君主・神々に対して見せた堂々たる振る舞いと、その師ティモクラテスからの影響、そしてスコペリアノスやヘロデス・アッティクスとの交渉が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25.4

ἐχέτω μοι ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι ὁ Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος,1 δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς  δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, ἅ τις ὑπὲρ Ἀθηναίων ἂν εἴποι, οὐδʼ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφιστὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλʼ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἢ ἐπαίρειν διελέχθη ὧδε· φασὶν ὑμᾶς, ὦ Ἀθηναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων· εἴσομαι. ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθʼ ἱστορίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος2 οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβάλλετο, ἕως ἠνάγκασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος ἀπέχεσθαι ψυχροῦ ποτοῦ ὁ Πολέμων βέλτιστε, εἶπεν εἰ δὲ βοῦν ἐθεράπευες;3

これらは私にとって、寛容な皇帝と誇り高い人物の証言となってほしい。事実、ポレモンは極めて傲岸な人物であり、諸都市に対しては優位の立場から、支配者たちに対しては屈服しない立場から、神々に対しては対等の立場から語りかけた。なぜなら、初めてアテナイへやって来た折、アテナイ人たちに即興演説を披露した際にも、アテナイ人のために人が語りうる事柄がかくも数多くあったにもかかわらず、その都の頌美へと自ら向かうことはせず、また自身の名声についても長広舌を振るわなかったからである。もっとも、この種の着想もソフィストたちの公開演説においては有益であったのだが。むしろアテナイ人の気質は高揚させるよりも挫くべきであるとよく承知しており、次のように語りかけた。 「アテナイの方々よ、諸君は言葉の賢明な聴き手であると世間は言っている。それを見極めさせてもらおう」また、ボスポロスを支配しギリシアの全教養を修めていたある男が、イオニア探訪のためにスミュルナへやって来たときも、彼に機嫌取りをする者たちの列に自らを加えないばかりか、同席を懇願されても再三延期し、ついにその王が報酬として十タラントンを携えて門前にやって来ることを余儀なくさせた。さらに彼がペルガモンへやって来て、ちょうど関節の病を患っていた際、聖域の中で眠りについたところ、アスクレピオスが彼の傍らに現れ、冷たい飲み物を控えるよう告げたのに対し、ポレモンは言った。 「御親切な方よ、だがもしあなたが牛を治療していたらどうされたのか」

§1.25.5

τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμενος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι· ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ὁ ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες,4 ἐφιλοσόφει δὲ κατʼ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώτερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. διαφορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρατιλτρίαις διέστη μὲν ἡ ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, ὁ δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμοκράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέστειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δεδιότες.

この高邁で誇り高い気概を、彼は哲学者ティモクラテスから引き継いだのである。ティモクラテスがイオニアに来訪した際、四年間にわたって彼と交際したのだった。ティモクラテスについて説明するのも無益ではあるまい。というのも、この人物はポントス出身であり、ギリシア人の慣習を賞賛するヘラクレアを故郷とし、当初は医学の学問を研究し、ヒポクラテスやデモクリトスの学説を熟知していたが、テュロスのエウプラテスの講義を聴いてからは、その哲学へと帆を満杯に張って進路を取った。彼はまた適度を越えて極めて激しやすい性質であり、語る際にはまるで獅子が突撃する時のように顎髭や頭髪が逆立つほどであった。舌の回転は滑らかで激しく、よどみなかったため、言葉のこのような奔流を好むポレモンにとっても、最も尊い人物であった。実際、ティモクラテスがスコペリアノスに対し、松脂や脱毛女に身を任せているとして争いを起こした際、スミュルナで学んでいた青年層は二分されたが、ポレモンは双方を聴講しつつもティモクラテスの派閥に加わり、彼を「自らの舌の父」と呼んだ。さらにポレモンは、ファウォリヌスに対する弁論についてティモクラテスに弁明する際、あたかも生徒たちが何か規律を破ったときに教師からの鞭打を恐れるかのように、慎み深く低姿勢に自制したのである。

§1.25.6

τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπελιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια· ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν ὁ Ἡρώδης μᾶλλον ἢ τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρθοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος5 πότε, εἶπεν ὦ πάτερ, ἀκροασόμεθά σου; καὶ ὁ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα ἐπʼ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, ὁ δὲ οὐδὲν πλασάμενος τήμερον ἔφη ἀκροῶ, καὶ ἴωμεν. τοῦτο ἀκούσας ὁ Ἡρώδης ἐκπλαγῆναί φησι τὸν ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ᾗ ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον· ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων.

この低姿勢な態度を、彼はのちにスコペリアノスに対しても用いた。スミュルナ人のために使節に選出された際、彼の説得力を「アキレウスの武具」として求めたのである。しかしアテナイ人のヘロデスに対しては、あるときは控えめな立場から、またあるときは圧倒する立場から交際した。このことがどのような次第であったかも、私は明らかにしたい。美しく記憶に値することだからである。というのも、ヘロデスは執政官であり執政官の子孫と見なされること以上に即興演説を愛好しており、まだポレモンを知らないうちに、自由都市群を自ら巡察・改革していた時期、彼と交際するためにスミュルナへやって来た。そして抱擁して過剰なほど挨拶を交わし、口から口を離すやいなや言った。 「父よ、いつ私たちはあなたの演説を聴くことができますか」ヘロデスは、彼がこれほどの人物の前で危険を冒すことをためらうと言って演説の聴講を延期するだろうと思っていたが、ポレモンは少しも気取ることなく言った。 「今日聴きなさい。さあ行こう」これを聞いてヘロデスは、ポレモンの舌だけでなくその心構えまでもが即興的であることに驚倒したと語っている。これらは彼の誇り高さを、そしてゼウスにかけて、驚嘆を起こさせるために用いたその知恵を示しているが、以下のことは慎み深さと礼節を示している。というのも、ヘロデスが演説会に到着すると、ポレモンはヘロデスの言論と事績にふさわしい長い賞賛をもって彼を迎えたからである。

構文注5 件
  1. 1.25.4ἀπὸ τοῦ προὔχοντος

    前置詞 ἀπό に中性実体化分詞・形容詞(τοῦ προὔχοντος, τοῦ μὴ ὑφειμένου, τοῦ ἴσου)が続く対句的表現。「優越した立場から」「屈服しない立場から」「対等な立場から」という発話者の構え・態度を表す副詞句。

  2. 1.25.4ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου... ἥκοντος

    文頭の属格句 ἀνδρὸς ... ἥκοντος は、後続の分詞句 δεομένου ξυνεῖναί οἱ の意味上の主語を兼ねた独立属格として置かれている。主動詞 ἔταξεν の主語はポレモンであり、王の身元を示す属格句が前置(prolepsis 的構造)された上で文が展開している。

  3. 1.25.4εἰ δὲ βοῦν ἐθεράπευες;

    条件文の帰結節(apodosis)が省略された慣用的口語表現。「もし牛を治療していたら(どうしていたのか)」のように、神託の治療法(冷水を禁じる指示)の無意味さ・粗雑さを皮肉る修辞的疑問。

  4. 1.25.5Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες

    地名 Ἡράκλεια(女性単数)に対して、分詞 ἐπαινοῦντες が男性複数主格となっているのは、都市の住民・市民を念頭に置いた意味論的一致(constructio ad sensum / κατὰ σύνεσιν)である。

  5. 1.25.6ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος

    ὁμοῦ τῷ + 不定詞(τὸ ... ἀφελεῖν)は、前文の動作と「〜するやいなや」「〜と同時に」という瞬時の時間的一致を表す構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.4-1.25.6