← ピロストラトス

ソフィスト列伝

§1.25.3

ポレモンが皇帝たちから受けた栄誉と逸話

トラヤヌスとハドリアヌス両帝からポレモンに授けられた数々の特権や弁済・弁護の手紙が語られ、アテナイでのオリュンペイオン奉献演説、そして夜中にアントニヌスを邸宅から追い出した事件を巡るハドリアヌスの遺言での執り成しと、アントニヌス帝との機知に富んだ交流が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.25.3

τὰ δὲ ἐκ βασιλέων αὐτῷ τοιαῦτα· Τραιανὸς μὲν αὐτοκράτωρ ἀτελῆ πορεύεσθαι διὰ γῆς καὶ θαλάττης, Ἀδριανὸς δὲ καὶ τοῖς ἀπʼ αὐτοῦ πᾶσιν, ʽἐγ̓κατέλεξε δὲ αὐτὸν καὶ τῷ τοῦ Μουσείου κύκλῳ ἐς τὴν Αἰγυπτίαν σίτησιν, ἐπί τε τῆς Ῥώμης ἀπαιτουμένου πέντε καὶ εἴκοσι μυριάδας ὑπεραπέδωκε ταῦτα τὰ χρήματα οὔτε εἰπόντος, ὡς δέοιτο, οὔτε προειπών, ὡς δώσοι. αἰτιωμένης δὲ αὐτὸν τῆς Σμύρνης, ὡς πολλὰ τῶν ἐπιδοθέντων σφίσιν ἐκ βασιλέως χρημάτων ἐς τὸ ἑαυτοῦ ἡδὺ καταθέμενον ἔπεμψεν ὁ αὐτοκράτωρ ἐπιστολὴν ὧδε ξυγκειμένην· πολέμων τῶν ἐπιδοθέντων ὑμῖν χρημάτων ὑπʼ ἐμοῦ ἐμοὶ τοὺς λογισμοὺς ἔδωκεν. ταῦτα δὲ εἰ καὶ συγγνώμην ἐρεῖ τις, οὐκ ἦν δήπου συγγνώμην αὐτὸν τὴν ἐπὶ τοῖς χρήμασι μὴ οὐκ ἐς τὸ προὖχον τῆς ἄλλης ἀρετῆς εὑρέσθαι.1 τὸ δὲ Ἀθήνησιν Ὀλύμπιον διʼ ἑξήκοντα καὶ πεντακοσίων ἐτῶν ἀποτελεσθὲν καθιερώσας ὁ αὐτοκράτωρ, ὡς χρόνου μέγα ἀγώνισμα, ἐκέλευσε καὶ τὸν Πολέμωνα ἐφυμνῆσαι τῇ θυσίᾳ. ὁ δέ, ὥσπερ εἰώθει, στήσας τοὺς ὀφθαλμοὺς ἐπὶ τὰς ἤδη παρισταμένας ἐννοίας ἐπαφῆκεν ἑαυτὸν τῷ λόγῳ καὶ ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέχθη πολλὰ καὶ θαυμάσια, προοίμιον ποιούμενος τοῦ λόγου τὸ μὴ ἀθεεὶ τὴν περὶ αὐτοῦ ὁρμὴν γενέσθαι οἱ. διήλλαξε δὲ αὐτῷ καὶ τὸν ἑαυτοῦ παῖδα Ἀντωνῖνον ὁ αὐτοκράτωρ ἐν τῇ τοῦ σκήπτρου παραδόσει θεὸς ἐκ θνητοῦ γιγνόμενος. τουτὶ δὲ ὁποῖον, ἀνάγκη δηλῶσαι· ἦρξε μὲν γὰρ δὴ πάσης ὁμοῦ Ἀσίας ὁ Ἀντωνῖνος, καὶ κατέλυσεν ἐν τῇ τοῦ Πολέμωνος οἰκίᾳ ὡς ἀρίστῃ τῶν κατὰ τὴν Σμύρναν καὶ ἀρίστου ἀνδρός, νύκτωρ δὲ ἐξ ἀποδημίας ἥκων ὁ Πολέμων ἐβόα ἐπὶ θύραις, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος, εἶτα συνηνάγκασε τὸν Ἀντωνῖνον ἐς ἑτέραν οἰκίαν μετασκευάσασθαι. ταῦτα ἐγίγνωσκε μὲν ὁ αὐτοκράτωρ, ἠρώτα δὲ ὑπὲρ αὐτῶν οὐδέν, ὡς μὴ ἀναδέροιτο, ἀλλʼ ἐνθυμηθεὶς τὰ μετʼ αὐτὸν καὶ ὅτι πολλάκις καὶ τὰς ἡμέρους ἐκκαλοῦνται φύσεις οἱ προσκείμενοί τε καὶ παροξύνοντες, ἔδεισε περὶ τῷ Πολέμωνι, ὅθεν ἐν ταῖς ὑπὲρ τῆς βασιλείας διαθήκαις καὶ Πολέμων ὁ σοφιστὴς ἔφη ξύμβουλος τῆς διανοίας ἐμοὶ ταύτης ἐγένετο, τῷ καὶ χάριν ὡς εὐεργέτῃ πράττειν τὴν συγγνώμην ἐκ περιουσίας ἑτοιμάζων.2 καὶ ὁ Ἀντωνῖνος ἠστείζετο μὲν πρὸς τὸν Πολέμωνα περὶ τῶν κατὰ τὴν Σμύρναν ἐνδεικνύμενός που τὸ μὴ ἐκλελῆσθαι, ταῖς δὲ ἑκάστοτε τιμαῖς ἐπὶ μέγα ἦρεν ἐγγυώμενός που τὸ μὴ μεμνῆσθαι. ἠστείζετο δὲ τάδε· ἐς τὴν πόλιν ἥκοντος τοῦ Πολέμωνος περιβαλὼν αὐτὸν Ἀντωνῖνος δότε ἔφη Πολέμωνι καταγωγήν, καὶ μηδεὶς αὐτὸν ἐκβάλῃ. ὑποκριτοῦ δὲ τραγῳδίας ἀπὸ τῶν κατὰ τὴν Ἀσίαν Ὀλυμπίων, οἷς ἐπεστάτει ὁ Πολέμων, ἐφιέναι φήσαντος,3 ἐξελαθῆναι γὰρ παρʼ αὐτοῦ κατʼ ἀρχὰς τοῦ δράματος, ἤρετο ὁ αὐτοκράτωρ τὸν ὑποκριτήν, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη, τοῦ δὲ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως ὁ αὐτοκράτωρ ἐμὲ δὲ εἶπεν ἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας, καὶ οὐκ ἐφῆκα.

皇帝たちから彼に与えられた栄誉は以下のようなものであった。トラヤヌス帝からは陸海にわたる無税通行権を授かり、ハドリアヌス帝はこれを彼の子孫全員にまで拡大した。また皇帝は彼をムセイオンのサークルに登録してエジプトの給費を受けさせ、彼がローマで二十五万ドラクマを請求された際には、彼がそれを求めていると言ったこともなく、皇帝も前もって与えると言明したことがなかったのに、代わりにその金銭を全額弁済した。また、スミュルナが彼を非難して、皇帝から自分たちに寄贈された金銭の多くを彼が私的な快楽のために費消したとしたとき、皇帝は次のように記された書簡を送った。 「ポレモンは、私から諸君に寄贈された金銭の会計報告を私に提出した」仮にこれを赦免と呼ぶ者がいるとしても、彼が金銭に関して得た赦免は、言うまでもなく彼の卓越した他の徳のゆえに見出されたものであった。またアテナイのオリュンペイオンが五百六十年を経て完成した際、皇帝はこれを時代の偉大な偉業として奉献し、ポレモンにも犠牲祭に際して頌歌を述べるよう命じた。すると彼は、いつもの習慣どおり、たちまち心に浮かんだ着想へと視線を据えるや弁論へと身を投じ、神殿の基壇の上から多くの見事な演説を行い、このことへの情熱が神の助けなしに自身に生じたのではないことを演説の前置きとした。また皇帝は、必滅の身から神となる王権継承の際に、自分の息子アントニヌスを彼と和解させた。これがいかなる事情であったかは、説明せざるを得ない。というのも、アントニヌスはアシア全州を一手に統治していた際、スミュルナで最上の邸宅であり最上の人物のものであるとしてポレモンの邸宅に投宿したのだが、夜間に旅先から戻ってきたポレモンが、自らの家から締め出されるとは言語道断であると門前で叫び立て、ついにはアントニヌスを別の邸宅へ移転するよう余儀なくさせたのである。皇帝はこのことを知ってはいたが、傷口を再びえぐることがないよう、これについて何も問いたださなかった。しかし、自身の死後のこと、また取り巻きや煽動者たちが往々にして温厚な性質をも刺激することを思い巡らし、ポレモンの身を案じた。それゆえ、帝位に関する遺言書の中で、「そしてソフィストのポレモンは、私にとってこの決断の相談相手であった」と言い、恩人として彼に感謝することによって、前もって有り余るほどの赦免を用意したのである。そしてアントニヌスも、スミュルナでの出来事についてポレモンと冗談を交わすことで、忘れてはいないことを示しつつも、ことあるごとの栄誉によって彼を高く引き上げることで、遺恨を留めていないことを保証した。彼が弄した冗談とは以下のようなものであった。ポレモンが都へやって来たとき、アントニヌスは彼を抱きしめて、「ポレモンに宿舎を与えよ、そして誰も彼を追い出すことのないように」と言った。また、ポレモンが司会を務めていたアシアのオリンピア祭から悲劇俳優が抗告し、劇の冒頭で彼によって舞台から追い出されたと申し立てたとき、皇帝はその俳優に、舞台から追い出されたのは何時であったかと尋ねた。彼が正午頃であったと答えると、皇帝は極めて機知に富んだ調子で、「だが彼は、真夜中頃に私を邸宅から追い出したが、私は抗告しなかったぞ」と言った。

構文注3 件
  1. 1.25.3οὐκ ἦν δήπου συγγνώμην αὐτὸν τὴν ἐπὶ τοῖς χρήμασι μὴ οὐκ ἐς τὸ προὖχον τῆς ἄλλης ἀρετῆς εὑρέσθαι

    二重否定(οὐκ ἦν ... μὴ οὐκ + 不定詞)の強調構文。「彼が金銭に関して得た赦免は、彼の他の卓越した徳のゆえに見出されたものでないはずは決してなかった(=彼の並外れた他の美徳によるものに他ならなかった)」という強い肯定的帰結を表す。主動詞 ἦν に対し συγγνώμην ... εὑρέσθαι が対格不定詞補文を形成しており、μὴ οὐ は全体として否定の主節に後続する否定語句として「〜しないことはない」の意を成す。

  2. 1.25.3τῷ καὶ χάριν ὡς εὐεργέτῃ πράττειν τὴν συγγνώμην ἐκ περιουσίας ἑτοιμάζων

    τῷ πράττειν は手段または方法を表す道具格の定冠詞付き不定詞(dative of means)であり、分詞 ἑτοιμάζων に係っている。「彼(ポレモン)に恩人としての恩義を認めることによって、十分な余裕をもって(ἐκ περιουσίας)赦免の道を用意した」の意。χάριν πράττειν は「感謝・恩義を(相手に対して公に)確定する・認める」の意で用いられている。

  3. 1.25.3ἐφιέναι φήσαντος

    ἐφιέναι はローマ法・ヘレニズム期の法制度における「(上級裁判所・皇帝へ)上訴する、抗告する」(appellare)を意味する法律術語。ここでは悲劇俳優が、競技祭の主催責任者(ἐπεστάτει)であるポレモンの裁定を不服として皇帝に直訴した場面を描いている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.25.3