← ヒポクラテス

心臓について

§1-7

心臓の形状と心膜および左右の心室の構造

心臓の外観(ピラミッド型、心膜と内液)や、呼吸に伴う水分の呼吸器内への流入実験、心臓の左右の腔(心室)の解剖学的特徴を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

​ΠΕΡΙ ΚΑΡΔΙΗΣ. Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴς φοινικέα. Καὶ περιβεβλέαται1 χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ πυρευμένῃ ἄκος. Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα, ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ ποτόν.

【心臓について】 心臓は、形はピラミッドのようであり、色は極めて濃い深紅色である。そして、滑らかな外套をまとっている。また、その中には尿のような少量の液体があり、その結果、心臓は膀胱の中で動き回っているかのように思われるだろう。これは、心臓が安全に保護されて力強く拍動するために生じている。そして、その液体は、心臓が熱せられた時の防護策となるのにちょうど十分な量を備えている。この液体を心臓は、肺からの飲み物を取り込んで消費し、すすり飲みながら、ろ過して通すのである。

§2

Πίνει γὰρ ὥνθρωπος τὸ μὲν πολλὸν ἐς νηδύν· ὁ γὰρ στόμαχος ὁκοῖον χῶνος, καὶ ἐκδέχεται τὸ πλῆθος καὶ ἅσσα προσαιρόμεθα· πίνει δὲ καὶ ἐς φάρυγγα, τυτθὸν δὲ οἷον καὶ ὁκόσον ἂν λάθοι2 διὰ ῥύμης ἐσρυέν· πῶμα γὰρ ἀτρεκὲς ἡ ἐπιγλωσσὶς, κἂν διήσῃ μεῖζον ποτοῦ οὐδέν. Σημήϊον τοῦτο· ἢν γάρ τις κυάνῳ ἢ μίλτῳ φορύξας ὕδωρ δοίη δεδιψηκότι πάνυ πιεῖν, μάλιστα δὲ συῒ, τὸ γὰρ κτῆνος οὐκ ἔστιν ἐπιμελὲς οὐδὲ φιλόκαλον, ἔπειτα δὲ εἰ ἔτι πίνοντος ἀνατέμνοις τὸν λαιμὸν, εὕροις ἂν τοῦτον κεχρωσμένον τῷ ποτῷ· ἀλλ’ οὐ παντὸς ἀνδρὸς ἡ χειρουργία. Οὔκουν ἀπιστητέον ἡμῖν περὶ τοῦ ποτοῦ, εἰ εὐτρεπίζει τὴν σύριγγα τῷ ἀνθρώπῳ. Ἀλλὰ πῶς ὕδωρ ἀνέδην ἐνοροῦον ὄχλον καὶ βῆχα παρέχει πουλλήν; οὕνεκα, φημὶ, ἀπάντικρυ τῆς ἀναπνοῆς φέρεται. Τὸ γὰρ διὰ τῆς ῥύμης ἐσρέον, ἅτε παρὰ τυτθὸν ἰὸν, οὐκ ἐνίσταται τῇ ἀναφορῇ τοῦ ἠέρος, ἀλλά τινα καὶ λείην ὁδόν οἱ παρέχει ἡ ἐπίτεγξις· τοῦτο δὲ τὸ ὑγρὸν ἀπάγει τοῦ πνεύμονος ἅμα τῷ ἠέρι.

なぜなら、人間は水分の大部分を胃の中に飲むからである。というのも食道は漏斗のようであり、その量と私たちが摂取するものをすべて受け入れるからである。しかしまた気管へも飲むが、それはごくわずかであり、勢いよく流れ込んで気づかれないほどの量である。なぜなら、会厭は確実な蓋であり、それより多くの飲料を決して通さないからである。これの証拠は次の通りである。もし誰かが、非常に喉が渇いている動物、特に豚(この獣は注意深くもなく、美を好まないからである)に、青色の染料や赤土で着色した水を与えて飲ませ、その後、その動物がまだ飲んでいる間にその喉を切り開くなら、そこが飲料によって着色されているのを見出すだろう。しかし、この解剖はすべての人ができるわけではない。したがって、水分が人間の気管を潤すということについて、私たちは不信を抱くべきではない。しかし、水が容赦なく流れ込むと、なぜ大きな不快感と激しい咳を引き起こすのだろうか。それは、私の言うところでは、水が呼吸の通路の正面に直接運ばれるからである。なぜなら、勢いに乗って流れ込むものは、ごく少量ずつ進むので、空気の上昇を妨げず、むしろその湿潤によって空気に滑らかな道を与えるからである。そして、心臓はこの液体を空気とともに肺から引き去る。

§3

Τὸν μὲν οὖν ἠέρα χρὴ, γενόμενον θεραπείην, ἀνάγκῃ ὀπίσω τὴν αὐτὴν ὁδὸν ἐκβάλλειν ἔνθεν ἤγαγεν· τὸ δ’ ὑγρὸν, τὸ μὲν εἰς τὸν κουλεὸν αὐτέης ἀποπτύει, τὸ δ’ αὖ ξὺν τῷ ἠέρι θύραζε χωρέειν ἐῇ. Ταύτῃ καὶ διαίρει τὸν οὐρανὸν, ὁκόταν παλινδρομέῃ τὸ πνεῦμα· παλινδρομέει δὲ κατὰ δίκην· οὐ γὰρ ἔστιν ἀνθρώπου φύσιος τροφὴ ταῦτα· κῶς γὰρ ἀνθρώπου τροφὴ ἄνεμος καὶ ὕδωρ τὰ ὠμά; ἀλλὰ μᾶλλον τιμωρίη ξυγγενέος πάθης.

それゆえ、空気は養生となった後には、それを連れてきたのと同じ道を必然的に逆方向に排出されなければならない。一方、液体については、心臓はその一部を自身の鞘へと吐き出し、別の一部は空気とともに外へと去るに任せる。このようにして、気(息)が逆流するとき、気は空を押し上げる。そして、気は当然のこととして逆流する。というのも、これらは人間の本性の栄養ではないからである。風(空気)や生の水分が、どうして人間の栄養になり得ようか。むしろ、それは生来の情念に対する救済なのである。

§4

Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός. Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν· ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς·3 ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ’ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ ἔξωθεν προσεῤῥαμμένη.4 Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ’ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα.

さて、本題であるが、心臓は非常に強い筋肉であり、それは腱によるのではなく、肉の圧縮された固まりによるものである。そして、一つの外壁の中に区切られた二つの腔を、一方はこちらに、他方はあちらに持っている。それらは互いにまったく似ていない。というのは、右側にある腔は、他方の脈管と合流する口に向かって位置しており――そして、私が右と言うのは、左側にあるものの右側のことである。なぜなら、心臓全体がこれらにその座を設けているからである――、しかし、この腔はきわめて広い空洞を持ち、他方の腔よりもはるかに薄く、心臓の先端までは届かず、その尖端部を固いまま残しており、まるで外側から縫い合わされているかのようである。他方の腔は、主として下方に位置し、ほぼ左の乳房の直線上にあり、そこで拍動が感知される。

§5

Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.

それ(左室)は厚い外壁を持ち、乳鉢に似た形状の窪みを刻まれている。さらに、それはすでに肺の中に優しく包み込まれており、肺に囲まれることで熱の過度な強さを和らげている。なぜなら肺は本性上冷たく、しかも吸気によって冷却されているからである。

§6

Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.

しかしながら、両方の腔は内部が粗く、まるで侵食されたかのようになっており、右側の腔よりも左側の腔がよりいっそうそうである。なぜなら、生来の熱は右側にはなく、それゆえ、混じりけのない空気を吸い込む左側の腔が、より粗くなっているのは驚くべきことではない。このため、熱の力から保護するために、そこに厚い壁が築かれているのである。

§7

Στόματα δ’ αὐτέῃσιν οὐκ ἀνεώγασιν, εἰ μή τις ἀποκείρει τῶν οὐάτων τὴν κορυφὴν καὶ τῆς καρδίης τὴν κεφαλήν· ἢν δ’ ἀποκείρῃ, φανήσεται καὶ δισσὰ στόματα ἐπὶ δυσὶ γαστέροιν· ἡ γὰρ παχείη φλὲψ ἐκ μιῆς ἀναθέουσα, πλανᾷ τὴν ὄψιν, ἢν ἀνατμηθῇ. Αὗται πηγαὶ φύσιος ἀνθρώπου, καὶ οἱ ποταμοὶ ἐνταῦθα ἀνὰ τὸ σῶμα, τοῖσιν ἄρδεται τὸ σκῆνος, οὗτοι δὲ καὶ τὴν ζωὴν φέρουσι τῷ ἀνθρώπῳ, κἢν αὐανθέωσιν, ἀπέθανεν ὥνθρωπος.

そして、それらの腔の口は開いていない。ただし、誰かが耳の先端と心臓の頭部を切り取れば別である。もし切り取るなら、二つの腔の上に二つの口が現れるだろう。なぜなら、一本から立ち上がっている太い脈管は、切り開かれると視覚を惑わせるからである。これらが人間の本性の泉であり、ここから身体中に広がる川が流れ出て、それによって身体は潤される。そして、これらは人間に命をもたらし、もしこれらが枯れるなら、人間は死ぬのである。

構文注4 件
  1. 1περιβεβλέαται

    περιβεβλέαται は περιβάλλω の完了中受動3人称複数形(イオン方言)であるが、ここでは単数名詞 Καρδίη を主語としつつ、中受動の意味(「身にまとっている」)で用いられている。対格の χιτῶνα は中受動態における直接目的語(保持の対格)である。

  2. 2ὁκόσον ἂν λάθοι

    関係代名詞 ὁκόσον に ἄν と希求法 λάθοι(λανθάνω のアオリスト)が伴い、潜在的・制限的な意味を表している。「(気づかれないで)流れ込み得るほどの(ごくわずかな量)」と解釈される。

  3. 4ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς

    φημί(私は言う)が挿入され、前言(ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν)の解釈を自己修正的に説明している。属格 τῶν ἐν λαιοῖς(左側にあるものたちの)にかかる部分で、「(心臓全体が)左側にあるもののうちの、右側の腔のことである」という意味。古代の心臓解剖学的な位置認識の混乱を反映する複雑な挿入句である。

  4. 4ὥσπερ ἔξωθεν προσεῤῤαμμένη

    ὥσπερ に分詞 προσεῤῤαμμένη(προσράπτω の完了受動分詞女性単数主格、主語に一致)が結合し、「まるで~であるかのように」という比喩的な描写を構成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg045.humanitext-grc1:1-7