← ヒポクラテス

肉質について

§1-3

宇宙元素の配置と身体組織の形成

著者は医学の基礎として、熱(アイテール)、土(大地)、空気、水という宇宙元素の分離・配置を提示し、それらの相互作用(熱による乾燥や冷却)を通じて動物の骨、腱、血管、中空の諸器官といった身体組織が物理的に形成される仕組みを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

​ΠΕΡΙ ΣΑΡΚΩΝ. 1. Ἐγὼ τὰ μέχρι τοῦ λόγου τούτου1 κοινῇσι γνώμῃσι χρέομαι ἑτέρων τε τῶν ἔμπροσθεν, ἀτὰρ καὶ ἐμεωυτοῦ· ἀναγκαίως γὰρ ἔχει2 κοινὴν ἀρχὴν ὑποθέσθαι τῇσι γνώμῃσι βουλόμενον ξυνθεῖναι τὸν λόγον τόνδε περὶ τῆς τέχνης τῆς ἰητρικῆς. Περὶ δὲ τῶν μετεώρων οὐδὲ δέομαι λέγειν, ἢν μὴ τοσοῦτον ἐς ἄνθρωπον ἀποδείξω καὶ τὰ ἄλλα ζῶα, ὁκόσα ἔφυ καὶ ἐγένετο, καὶ ὅ τι ψυχή ἐστιν, καὶ ὅ τι τὸ ὑγιαίνειν, καὶ ὅ τι τὸ κάμνειν, καὶ ὅ τι τὸ ἐν ἀνθρώπῳ κακὸν καὶ ἀγαθὸν, καὶ ὅθεν ἀποθνήσκει. Νῦν δὲ ἀποφαίνομαι αὐτὸς ἐμεωυτοῦ γνώμας.

肉体について 1. 私は、この論考に至るまで、先人の意見と自分自身の意見を合わせて共通の意見として用いてきた。なぜなら、医学の技術に関するこの論考を構成しようと望む者にとって、それらの意見に共通の原理を仮定することは必然だからである。天界のことについては、人間および生まれ育った他の動物、また魂とは何か、健康とは何か、病気とは何か、人間における悪と善とは何か、そして何によって死ぬのかを示すために必要な限りにおいて以外は、私は語る必要はない。しかし今は、私自身の意見を表明する。

§2

​2. Δοκέει δέ μοι ὃ καλέομεν θερμὸν, ἀθάνατόν τε εἶναι καὶ νοέειν πάντα καὶ ὁρῇν καὶ ἀκούειν καὶ εἰδέναι πάντα ἐόντα τε καὶ ἐσόμενα· τοῦτο οὖν τὸ πλεῖστον, ὅτε ἐταράχθη πάντα, ἐξεχώρησεν εἰς τὴν ἀνωτάτω περιφορήν· καὶ ὀνομῆναί μοι αὐτὸ δοκέουσιν οἱ παλαιοὶ αἰθέρα. Ἡ δευτέρα μοῖρα κάτωθεν, αὐτὴ καλέεται μὲν γῆ, ψυχρὸν καὶ ξηρὸν καὶ πουλὺ κινοῦν· καὶ ἐν τουτέῳ ἔνι δὴ πουλὺ τοῦ θερμοῦ. Ἡ δὲ τρίτη μοῖρα ἡ τοῦ ἠέρος μέσον χωρίον εἴληφε θερμόν τι ἂν καὶ ὑγρόν. Ἡ δὲ τετάρτη ἡ τοῦ ἐγγυτάτω πρὸς τῇ γῇ ὑγρότατόν τε καὶ παχύτατον.

​2. 私には、私たちが「熱」と呼ぶものが、不死であり、すべてを理解し、すべてを見、聞き、現在あるものも将来あるものもすべて知っているように思われる。さて、万物が混乱したとき、このものの大部分は、最上層の円回運動へと退いた。そして、古代の人々はこれをアイテールと呼んだのだと私には思われる。下層にある第二の区分は、それ自体は大地と呼ばれ、冷たく乾燥しており、大いに運動する。そしてこの中には、熱が多く含まれている。空気の区分である第三の区分は、中間の領域を占め、ある程度温かく湿っている。大地の最も近くにある第四の区分は、最も湿っており、最も濃いものである。

§3

​3. Κυκλεομένων δὲ τουτέων, ὅτε συνεταράχθη, ἀπελείφθη τοῦ θερμοῦ πουλὺ ἐν τῇ γῇ ἄλλοθι καὶ ἄλλοθι, τὰ μὲν μεγάλα, τὰ δὲ ἐλάσσω, τὰ δὲ καὶ πάνυ σμικρὰ, πλῆθος πολλά. Καὶ τῷ χρόνῳ ὑπὸ τοῦ θερμοῦ ξηραινομένης τῆς γῆς, ταῦτα καταληφθέντα περὶ αὐτὰ3 σηπεδόνας ποιέει οἷόν περ χιτῶνας. Καὶ πολλῷ χρόνῳ θερμαινόμενον, ὁκόσον μὲν ἐτύγχανεν ἐκ τῆς γαίης σηπεδόνες λιπαρόν τε ἐὸν καὶ ὀλίγιστον τοῦ ὑγροῦ ἔχον, τάχιστα ἐξεκαύθη καὶ ἐγένετο ὀστέα. Ὁκόσα δὲ ἐτύγχανε κολλωδέστερα ἐόντα καὶ τοῦ ψυχροῦ μετέχοντα, ταῦτα δὲ θερμαινόμενα οὐκ ἠδύνατο ἐκκαυθῆναι, οὐδὲ μὴν τοῦ ὑγροῦ γενέσθαι· διὰ τοῦτο εἰδέην4 ἀλλοιοτέρην ἔλαβε τῶν ἄλλων καὶ ἐγένετο νεῦρα στερεά· οὐδὲ γὰρ ἐνῆν πολὺ τοῦ ψυχροῦ αὐτῷ. Αἱ δὲ φλέβες τοῦ ψυχροῦ εἶχον πουλύ· καὶ τούτου τοῦ ψυχροῦ τὸ μὲν πέριξ ὅσον κολλωδέστατον ἦν, ὑπὸ τοῦ θερμοῦ ἐξοπτηθὲν, μήνιγξ ἐγένετο, τὸ δὲ ψυχρὸν ἐὸν κρατηθὲν ὑπὸ τοῦ θερμοῦ διελύθη καὶ ἐγένετο ὑγρὸν διὰ τοῦτο. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ φάρυγξ καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα ἐς τὸν ἀρχὸν κοῖλα ἐγένοντο· τοῦ γὰρ ψυχροῦ αἰεὶ θερμαινομένου τὸ μὲν πέριξ ἐξωπτήθη ὅσον αὐτὸ κολλῶδες ἦν, καὶ ἐγένετο χιτὼν ὁ περὶ αὐτὸν μήνιγξ, τὸ δὲ ἐντὸς τοῦ ψυχροῦ, οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε λιπαρὸν οὔτε κολλῶδες πουλὺ, διετάκη καὶ ἐγένετο ὑγρόν. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ κύστις, πουλὺ ψυχρὸν ἀπολειφθὲν, τὸ πέριξ αὐτοῦ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον διελύθη καὶ ἐγένετο ὑγρόν· οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε τοῦ λιπαροῦ οὔτε τοῦ κολλώδεος· ὅσον δὲ περιῆν χιτὼν ἐγένετο. Ἀτὰρ καὶ περὶ τῶν ἄλλων ὅσα κοῖλα, τὸν αὐτὸν ἔχει τρόπον· ὅκου μὲν ἦν τοῦ κολλώδεος πλέον ἢ τοῦ λιπαροῦ, χιτὼν μήνιγξ ἐγένετο· ὅκου δὲ τοῦ λιπαροῦ πλέον ἢ τοῦ κολλώδεος, ὀστέα ἐγένετο. Ωὐτὸς δὲ λόγος καὶ τῶν ὀστέων· ὅκου μὲν μὴ ἐνῆν τοῦ κολλώδεος, τοῦ δὲ λιπαροῦ καὶ τοῦ ψυχροῦ, ἐξεκαίετο θᾶσσον διὰ τὸ λιπαρὸν, καὶ ταῦτα τῶν ὀστέων καὶ σκληρότατα καὶ στριφνότατα· ὅκου δὲ λιπαρὸν καὶ κολλῶδες παραπλήσια, ταῦτα δὲ τῶν ὀστέων σηραγγώδεα. Περὶ μὲν τουτέων οὕτως· τὸ μὲν ψυχρὸν πήγνυσιν· τὸ δὲ θερμὸν διαχέει, ἐν δὲ τῷ πολλῷ καὶ ξηραίνει χρόνῳ· ὅκου δὲ ἂν τοῦ λιπαροῦ ξυνίῃ τι, τουτέοισι θᾶσσον ἐκκαίει καὶ ξηραίνει· ὅκου δὲ ἂν τὸ κολλῶδες ξυνίῃ τῷ ψυχρῷ ἄνευ τοῦ λιπαροῦ, οὐκ ἐθέλει ἐκκαίεσθαι, ἀλλὰ τῷ χρόνῳ θερμαινόμενον πήγνυται.

​3. これらが回転し、混乱したとき、熱の多くが、ある場所や別の場所の大地の中に残された。あるものは大きく、あるものは小さく、あるものは非常に小さく、多数であった。そして、時間が経つにつれて大地が熱によって乾燥させられると、これらは閉じ込められ、それ自体の周囲に被膜のような腐敗物を作り出した。そして長い時間をかけて熱せられると、大地の腐敗物のうち、たまたま脂肪分に富み、水分が極めて少なかった部分は、最も速く燃え尽きて骨となった。また、より粘着性があり、冷たいものを分け持っていた部分は、熱せられても燃え尽きることができず、また水分に変わることもできなかった。それゆえ、これは他のものとは異なる外観をとり、強固な腱となった。というのも、そこには冷たいものが多く含まれていなかったからである。一方、脈管は冷たいものを多く含んでいた。この冷たいもののうち、周囲の最も粘着性のある部分が、熱によって焼き固められ、膜となった。一方、冷たいままであった部分は、熱によって征服されて溶解し、それゆえに流体となった。これと同じ理屈によって、咽頭、食道、胃、そして肛門に至る腸も、空洞になった。というのも、冷たいものが常に熱せられる中で、その周囲の粘着性のある部分が焼き固められて、それを取り囲む膜となり、冷たいものの内部は、そこに脂肪分も粘着性のものも多く含まれていなかったため、融解して流体となったからである。同じ理屈によって、膀胱も、多くの冷たいものが残され、その周囲が熱によって熱せられて溶解し流体となった。そこには脂肪分も粘着性のものも含まれていなかったからである。そして、残された部分が膜となった。しかし、他の空洞になっている器官についても同様である。粘着性のものが脂肪分よりも多かったところでは、膜が生じ、脂肪分が粘着性のものよりも多かったところでは、骨が生じた。骨自体についても同じ理屈である。粘着性のものが含まれず、脂肪分と冷たいものが含まれていたところでは、脂肪分のおかげでより速く燃え尽き、これらは骨の中でも最も硬く、最も密なものとなった。脂肪分と粘着性のものが同程度であったところでは、それらの骨は海綿状となった。これらについては以上の通りである。冷たいものは凝固させ、熱いものは融解させ、そして長い時間をかけて乾燥させる。脂肪分が合わさる場所では、熱いものはより速く燃え尽きさせ、乾燥させる。粘着性のものが脂肪分なしに冷たいものと合わさる場所では、燃え尽きようとはせず、時間をかけて熱せられることで凝固する。

構文注4 件
  1. 1τὰ μέχρι τοῦ λόγου τούτου

    この副詞的表現は「この論考に至るまで(これまで)」を意味し、主動詞 χρέομαι を修飾する。著者が従来の一般的な医学的・宇宙論的知識と自身の見解の両方を踏まえつつ、本篇で独自の体系的叙述を始めることを示す導入表現である。

  2. 1ἀναγκαίως γὰρ ἔχει

    非人称的に用いられる ἔχει に副詞 ἀναγκαίως が結合し、「〜することは必然である」という非人称文脈を形成している。それに続く ὑποθέσθαι(仮定すること)という不定詞がその実質的な主語(真主語)として機能している。

  3. 3καταληφθέντα περὶ αὐτὰ

    分詞 καταληφθέντα(中性複数主格/対格)の修飾先は、先行する中性複数代名詞 ταῦτα(残された熱の塊)である。περὶ αὐτά の代名詞 αὐτά はその熱の塊自体を指し、大地の内部に閉じ込められた熱源の周囲に腐敗物(σηπεδόνας、すなわち被膜・膜構造の萌芽)が生成されたことを意味する。

  4. 3εἰδέην

    アッティカ方言の ἰδέαν に相当するイオニア方言の形態で、ここでは「物理的な形状、形態、組織構造」を指す。熱を加えられつつも水分や脂肪分が少なかったために燃え尽きず、腱(νεῦρα)が他の組織とは異なる固有の形態や物理的性質を獲得したことを意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0627.tlg043.humanitext-grc1:1-3