← アスパシオス

アリストテレス『ニコマコス倫理学』注解

§81.31-83.15

勇気の諸条件と超過の悪徳である無謀

アスパシオスは、勇気ある者が海上で危険に耐える理由を船乗りの経験と対比し、人間を超えた恐怖と人間的な恐怖の差異、徳と悪徳における諸条件(時・対象・目的など)の充足と違反、そして超過の悪徳である無名な過度の恐れ知らずと無謀な法螺吹きを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.3#8

οὐ γὰρ κατὰ τὴν αὐτὴν αἰτίαν ἄφοβός ἐστι δι’ ἣν οἱ θαλάττιοι. οἱ μὲν γὰρ ἀνδρεῖοι ἀπεγνωκότες τὴν σωτηρίαν, ἐνίοτε καὶ τὸν θάνατον δυσχεραίνοντες τὸν τοιοῦτον (οὐ γὰρ ἂν βούλοιντο μάτην ἀποθνήσκειν ἀλλά τι καλὸν πράξαντες) ὅμως φέρουσιν οὐκ ἀγεννῶς· οἱ δὲ θαλάττιοι οὐ φοβοῦνται διὰ τὴν ἐμπειρίαν εὐέλπιδες ὄντες. εἶτα πάλιν λέγει περὶ τῶν ἀνδρείων τῶν ἐν θαλάττῃ φερόντων μετρίως τὸν κίνδυνον ὅτι εἰώθασιν ἀνδρίζεσθαι ὅπου ἀλκή, τουτέστι γενναία πρᾶξις, ἢ καλὸν τὸ ἀποθανεῖν· ἐν δὲ ταῖς κατὰ θάλατταν φθοραῖς οὔτε ἀλκὴ οὔτε καλὸς ὁ θάνατος, καὶ ὅμως φέρουσι μετρίως διὰ τὴν τῆς ψυχῆς ὡς ἔφαμεν παρασκευήν. Τὸ δὲ φοβερὸν οὐ πᾶσιν εἶναί φησι τὸ αὐτό. δῆλον γὰρ ὡς οὐ τὸ αὐτὸ φοβερὸν τῷ ἀνδρείῳ καὶ τῷ θρασεῖ, ἀλλ’ ὡς ἂν τύχῃ ἕκαστος ἔχων διαθέσεως, οὕτως καὶ φοβεῖται. τάχα δὲ καὶ ἄλλως ἔστι λαβεῖν τὸ ἄλλῳ ἄλλο εἶναι φοβερόν· τῷ μὲν γὰρ ἀδοξία φοβερόν, τῷ δὲ θάνατος, τῷ δὲ πενία, ἄλλῳ δὲ ἄλλο. ἔστι δὲ καὶ ὑπὲρ ἄνθρωπον, ἔφη, τὶ φοβερόν, οἷον σεισμῶν ὑπερβολαί, κεραυνῶν πτώσεις καὶ εἴ τινα τοιαῦτα· τὸ μὲν οὖν τοιοῦτον φοβερὸν παντὶ τῷ νοῦν ἔχοντι, ὥστε καὶ τῷ ἀνδρείῳ. τὰ οὖν ἀνθρώπινα φοβερὰ διαφέρειν φησὶ μεγέθει καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον· ἔνια μὲν γὰρ σφόδρα φοβερά ἐστιν, ἔνια δὲ ἧττον, οἷον μεγάλη μὲν δύναμις πολεμίων καὶ ἄριστα παρεσκευασμένη μέγαν δύναται παρασχεῖν φόβον, ἡ δ’ ἐλάττων κατὰ μέγεθος καὶ παρασκευὴν ἧττον’ ἂν παράσχοι φόβον. ὁμοίως δὲ καὶ ποτὲ μὲν ἔστι σφόδρα θαρρεῖν, ὅταν φανερὸν ᾖ ὅτι κρείττους ἐσμέν, ποτὲ δὲ ἧττον· ἀλλ’ ὅμως ὁ ἀνδρεῖος ἀνέκπληκτος, ἀνέκπληκτος δ’ ὡς ἄνθρωπος. φοβηθήσεται μὲν γὰρ ἐπὶ βραχὺ καὶ τὰ μεγέθει ὑπερβάλλοντα τῶν ἀνθρωπίνων· ἀλλ’ ὅμως ὑπομενεῖ αὐτὰ τοῦ καλοῦ ἕνεκα, καὶ θαρρήσει δὲ ὡς δεῖ καὶ ὅτε δεῖ. ἔστι δὲ τὰ φοβερὰ καὶ μᾶλλον φοβεῖσθαι καὶ ἧττον· καὶ γὰρ τῶν μὴ ἀνδρείων μηδὲ δειλῶν ἀλλὰ μέσων ἄλλος ἄλλου ταῦτα ἢ μᾶλλον ἢ ἧττον φοβεῖται. ἔστι δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι ὡς φοβερά, ὅπερ πάσχει ὁ δειλός. οὐχ ὥσπερ δὲ ἡ ἀρετὴ διορίζεται τούτοις τοῖς ἀριθμοῖς οἷς ἀεὶ διορίζομεν τὸ ὧν δεῖ πρακτικὴν εἶναι καὶ πρὸς οὓς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφ’ ὅσον δεῖ καὶ ὡς δεῖ καὶ οὗ ἕνεκα δεῖ, οὕτως καὶ ἡ κακία·1 ἀλλὰ κἂν ἕν τι τούτων παραβαίνῃ, κατὰ κακίαν ἤδη ἐστὶ τὸ γινόμενον· διό φησι γίνεσθαι τῶν ἁμαρτιῶν τῶν κατὰ τὴν δειλίαν τὴν μὲν ὅτι οὐ δεῖ, τὴν δὲ ὅτι οὐχ ὡς δεῖ· ἔστι δὲ τοῦ ὅτε παραβατικὴν εἶναι ἤ τινος ἄλλου τῶν τοιούτων·2 ὁμοίως δὲ καὶ περὶ τὰ θαρραλέα οἱ θαρσεῖς εἰσιν ἀπαντητικοὶ ἢ ὅτε οὐ δεῖ θρασυνόμενοι ἢ πρὸς οὓς 〈οὐ〉 δεῖ ἢ κατά τινα ἄλλον τῶν εἰρημένων διορισμῶν. ὁ μὲν οὖν ἅπαντας φυλάττων τοὺς εἰρημένους διορισμοὺς ἀνδρεῖος, μάλιστα δὲ τὸ οὗ ἕνεκα· πάσης γὰρ ἐνεργείας τέλος τὸ κατὰ τὴν ἕξιν, οἷον τῆς ἐν τῷ οἰκοδομεῖν ἐνεργείας τέλος τὸ κατὰ τὴν οἰκοδομικήν. οὕτως δὴ καὶ τῶν κατὰ τὴν ἀνδρείαν πράξεων τέλος τὸ κατὰ τὴν ἀνδρείαν· τέλος δὲ τῆς ἀνδρείας τὸ καλόν, ὥστε καὶ ταῖς κατὰ ταύτην πράξεσιν. ὁ οὖν ὑπομένων τὰ δεινὰ ἕνεκεν τοῦ καλοῦ ἀνδρεῖος. ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει, τουτέστιν ἑκάστη πρᾶξις καλὴ δοκεῖ εἶναι διὰ τὸ τέλος ἢ αἰσχρά· ἂν μὲν γὰρ καλοῦ ἕνεκα γένηται, καλὴ καὶ ἡ πρᾶξις, ἂν δὲ αἰσχροῦ ἕνεκα γένηται, αἰσχρά. καὶ γὰρ ἡ ἀνδρεία καλόν, ἐπειδὰν τὸ τέλος αὐτῆς καλόν. τοὺς δὲ κατὰ τὴν αὐτῆς ὑπερβολήν, ὡς καὶ πρότερον εἶπε, λαμβάνει πλείονας,3 τὸν ἐν τῇ ἀφοβίᾳ ὑπερβάλλοντα, ὃν λέγει ἀνώνυμον· οὐ γὰρ εἰώθαμεν ἀφόβους τινὰς καλεῖν ὥσπερ θρασεῖς. εἴη δ’ ἄν τις ἐν πᾶσι μαινόμενος, εἰ μηδὲ τὰ ὑπὲρ ἄνθρωπον φοβοῖτο. ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων θρασύς· δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι. ἀλαζόνας δὲ καλοῦσι τοὺς προσποιητικοὺς τῶν μὴ ὑπαρχόντων. τοιοῦτος δὲ καὶ ὁ θρασύς· προσποιεῖται γὰρ ἀνδρεῖος εἶναι οὐκ ὤν· ἐν οἷς οὖν δύναται, μιμεῖται τὸν ἀνδρεῖον, διαμαρτάνων· θρασύνεται γὰρ πρὸ τῶν δεινῶν, ἐν δ’ αὐτοῖς γενόμενος οὐχ ὑπομένει. διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι. παράδειγμα δὲ τῶν τοιούτων καὶ Ὅμηρος πεποίηκε τοὺς βαρβάρους εἰπὼν “κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν”· θρασυνομένων γὰρ ὁ πρὸ καιροῦ θόρυβος· οἱ δ’ ἀνδρεῖοι πρὸ τῶν δεινῶν ἡσύχιοι ὄντες, ὅταν ἐν τοῖς δεινοῖς γένωνται, τὸ θάρρος ἐνδείκνυνται.

というのも、船乗りたちが恐れないのと同じ理由によって彼が恐れを抱かないのではないからである。実際、勇気ある者たちは救済を諦め、時にはそのような死を忌み嫌いながらも(無駄に死ぬのではなく何か高貴なことを行って[死ぬ]ことを望むであろうから)、それでも卑屈でなく耐え忍ぶのに対し、船乗りたちは経験によって期待を抱くがゆえに恐れないのである。次にまた彼は、海上で危険を節度をもって耐え忍ぶ勇気ある者たちについて、武勇、すなわち気高い行為[の余地]があるか、あるいは死ぬことが高貴である場所で彼らは勇気を示すのを常としているが、海難においては武勇もなく死も高貴ではないにもかかわらず、私たちが述べたように魂の準備のゆえに節度をもって耐え忍ぶのである、と言っている。また、恐るべきものは万人にとって同じではない、と彼は言う。実際、勇気ある者と無謀な者にとって恐るべきものが同じでないことは明らかであり、各人がどのような性向を持っているかに応じて、そのように恐れるのである。だがおそらく、人によって恐るべきものが異なるということは別の仕方でも理解できる。ある者には悪評が恐るべきものであり、別の者には死が、別の者には貧困が、また別の人には別のものが恐るべきものであるからである。そして、人間を超えた恐るべきもの、例えば並外れた地震や落雷、その他これらに類するものもある、と彼は言った。したがって、そのようなものは分別あるすべての者にとって、したがって勇気ある者にとっても恐るべきものである。それゆえ人間的な恐るべきものは、大きさや多寡において異なっている、と彼は言う。実際、あるものは甚だしく恐るべきであり、あるものはそれより恐るべきではない。例えば敵の軍勢が強大で最もよく準備されているなら大きな恐怖をもたらしうるが、規模と準備においてより劣るなら、もたらす恐怖はより少ないであろう。同様に、私たちが優勢であることが明らかなときには大いに平然とすることができ、そうでないときには平然とすることがより少ないということも時にはある。しかしそれでも勇気ある者は動じないが、人間として動じないのである。なぜなら、人間的なもののうち大きさにおいて突出しているものには短時間は恐れを抱くであろうからである。しかしそれでも彼は高貴なことのためにそれらに耐え忍び、然るべく、また然るべきときに平然とするであろう。そして恐るべきものをより多く恐れることも、より少なく恐れることもありうる。実際、勇気ある者でも臆病者でもなく中間の者たちにおいても、ある者は別の者よりもこれらをより多く、あるいはより少なく恐れるからである。また、恐るべきでないものを恐るべきものとして恐れることもあり、これこそ臆病者が被る事態である。しかし、徳が、然るべき事柄に対して実践的であること、また然るべき相手に対して、然るべき時に、然るべき程度に、然るべき仕方で、然るべき目的のためにそうであることという、私たちが常に限定するこれらの細目によって限定されるのと同じように、悪徳も[すべての細目によって限定される]のではない。むしろ、これらのうち一つでも違えるならば、行われることはすでに悪徳によるものとなる。それゆえ、臆病による過誤のうち、あるものは恐れるべきでないものを恐れることによって生じ、別のものは然るべき仕方で恐れないことによって生じると彼は言う。そして、然るべき時を違えることや、これらに類する他のいずれかを違えること[によっても過誤は生じる]。同様に、自信をもたらす事柄についても無謀な者たちは、向こう見ずになって向かっていくが、それはあるいは然るべきでない時に、あるいは然るべきでない相手に対して、あるいは前述の限定の他のいずれかに従ってである。それゆえ、前述の限定のすべてを守る者が勇気ある者であり、とりわけ「何のために」を守る者[が勇気ある者]である。なぜなら、あらゆる活動の目的はその状態に応じたものであり、例えば建築することにおける活動の目的は建築術に応じたものだからである。このように、勇気に応じた行為の目的も勇気に応じたものであり、勇気の目的は高貴なことであるから、勇気に応じた行為にとっても[目的は高貴なことである]。したがって、高貴なことのために恐ろしい事柄に耐え忍ぶ者が勇気ある者である。実際、個々の事柄は目的によって限定される、すなわち個々の行為は目的のゆえに高貴であるか恥ずべきであると思われるのである。なぜなら、高貴なことのために生じるなら行為も高貴であり、恥ずべきことのために生じるなら[行為も]恥ずべきものだからである。実に勇気も、その目的が高貴であるときに高貴なのである。そして[勇気]の超過に属する者たちとして、前にも言ったように、彼は複数の者を取り上げている。無恐怖において超過する者を彼は無名であると言っている。私たちは無謀な者たちと呼ぶようには、ある人々を無恐怖な者たちと呼ぶ習慣がないからである。そして、人間を超えたものすら恐れないとすれば、その者はあらゆる点において狂気にある者であろう。一方、自信において超過する者は無謀な者であり、この者は法螺吹きでもあると思われる。そして人々は、持っていないものを装う者たちを法螺吹きと呼んでいる。無謀な者もそのような者である。彼は勇気ある者ではないのに勇気ある者であるかのように装うからである。それゆえ彼は、誤りを犯しながらも、できる限りのことにおいて勇気ある者を真似る。なぜなら彼は恐ろしい事態の前には向こう見ずになるが、その事態の中に入ると耐え忍ばないからである。それゆえ彼らの多くは無謀にして臆病な者たちなのである。そのような者たちの実例としてホメロスも、「叫びと喚き声を上げて進んだ」と言って異民族たちを描いた。なぜなら時機を得ない騒擾は向こう見ずな者たちに固有だからである。それに対して勇気ある者たちは、恐ろしい事態の前には穏やかでありながら、その事態の中に入ったときには自信を示すのである。

構文注3 件
  1. 3.3οὐχ ὥσπερ δὲ ἡ ἀρετὴ διορίζεται τούτοις τοῖς ἀριθμοῖς ... οὕτως καὶ ἡ κακία

    οὐχ ὥσπερ... οὕτως... 構文において、ἡ κακία の後には動詞 διορίζεται が補われ、後続の ἀλλὰ κἂν ἕν τι τούτων παραβαίνῃ によって徳と悪徳の規定の非対称性(徳は全条件の充足を要するが、悪徳は一条件の違反で成立する)が対比されている。

  2. 3.3ἔστι δὲ τοῦ ὅτε παραβατικὴν εἶναι ἤ τινος ἄλλου τῶν τοιούτων

    非人称動詞 ἔστι(「…が可能である」)に対格不定詞構文が後続する。不定詞 εἶναι の主語(対格女性単数)は前文の τῶν ἁμαρτιῶν τῶν κατὰ τὴν δειλίαν を受けて「過誤(ἁμαρτία)」が含意されており、属格補語(τοῦ ὅτε, τινὸς ἄλλου)を支配する形容詞 παραβατικήν と結合して「過誤が『いつ』または他の条件を違えるものであることがありうる」という意味をなす。

  3. 3.3τοὺς δὲ κατὰ τὴν αὐτῆς ὑπερβολήν, ὡς καὶ πρότερον εἶπε, λαμβάνει πλείονας

    代名詞 αὐτῆς は直前の文脈で論じられていた徳である「勇気(ἀνδρεία)」を指す属格。主語はアリストテレス、主動詞は λαμβάνει(「取り上げる」「想定する」)であり、冠詞を伴う前置詞句 τοὺς... κατὰ τὴν αὐτῆς ὑπερβολήν(「それの超過に属する者たち」)を直接目的語とし、無冠詞の πλείονας(「複数のものとして」)を述語対格にとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:81.31-83.15