- 底本
- Aspasius, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XIX.1, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-186. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0615.tlg001.humanitext-grc1:80.12-81.31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アスパシオスは、習慣的行為と状態・行為との自発性の度合いの相違を説明し終えた後、個別の徳の考察へと移り、勇気が恐怖と平然に関する中間性であること、そして本来の勇気とは祖国のための戦死のような最も高貴で切迫した死の危険に対して恐れないことであることを論じる。
κατὰ συμβεβηκὸς μὲν γάρ ποτε ἐνεργήσει ὁ ἀνδρεῖος καὶ τὰ δίκαια, ἀλλ’ οὐχ ᾗ ἀνδρεῖος ἀλλ’ ᾗ συμβέβηκε τῷ ἀνδρείῳ καὶ δικαίῳ εἶναι· ἀντακολουθοῦσι γὰρ ἔνιαι τῶν ἀρετῶν)· ἢ ὅτι ἐνδέχεται καὶ τὰ μὴ οἰκεῖα τοῖς ἐξ ἀρχῆς ἐπιτηδεύμασι ποιῆσαι λόγου αἱροῦντος, ὡς ὁ σώφρων καθ’ αὑτὴν μὲν τὴν σωφροσύνην, αἱροῦντος δὲ λόγου διαφθεῖραι ἂν1 τοῦ τυράννου τὴν γυναῖκα ἐπὶ σωτηρίᾳ τῆς πόλεως· τοῦτο δὲ ποιήσει κατὰ συμβεβηκός, καθ’ αὑτὰ δὲ τὰ σώφρονα. ἔτι οὐχ ὁμοίως φησὶν ἑκουσίους εἶναι τὰς πράξεις καὶ τὰς ἕξεις. τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους πράξει καὶ παύσεται2 ἡνίκα ἂν αὐτῷ δοκῇ, τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς κύριοί ἐσμεν, τῆς δὲ προσθέσεως οὐκέτι κύριοι. λανθάνει δὲ ἡμᾶς κατὰ βραχὺ ἡ πρόσθεσις γινομένη καὶ ἐνίοτε περαίτερόν τινες κακοὶ γίνονται ἢ ἐβούλοντο. πρόεισι μὲν γὰρ ἐνίοτέ τις ἐν μέθαις καὶ ἀκολασίαις, ὡς ἐν αὐτῷ ὂν μὴ κτήσασθαι τὴν ἕξιν, λανθάνει δὲ κατὰ βραχὺ κτώμενος τὴν ἕξιν ὥσπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν· ποιεῖ γάρ τις τὰ μὴ συμφέροντα οὐκ εἰδὼς ὅσον ἐπιδώσει τὸ ἀρρώστημα· κατὰ βραχὺ δὲ αὔξεται ἐφ’ ὅσον οὐκ ἂν ἐβούλετο. οὕτως οὖν λεγόμεθα κύριοι εἶναι τῶν ἕξεων τῷ τῆς ἀρχῆς εἶναι κύριοι. οὐ μόνον δὲ ἡ κακία ἀλλὰ καὶ ἡ ἀρετὴ ἐκ τῶν ἐπιτηδευμάτων ἀμήχανος ἐν προσθέσει· καὶ λάθοι ἄν τις αὑτὸν ἐπιδιδοὺς πλεῖστον. Μετὰ δὲ ταῦτα ἀρξάμενος περὶ τῶν ἀρετῶν ἑκάστης λέγει ἀπὸ τῆς ἀνδρείας ποιούμενος τὸν λόγον· ἡ ἀνδρεία λέγεται μεσότης περὶ φόβους καὶ θάρρη, οὐχ ὁμοίως ἔχουσα πρὸς ἑκάτερα τῶν παθῶν, ἀλλὰ τῷ μὲν θαρρεῖν ἐπὶ πλεῖον χρωμένη, τῷ δὲ φόβῳ ὡς ἥκιστα· καὶ μᾶλλον τῷ τὰ πολλὰ ἄφοβος εἶναι γνωρίζεται ὁ ἀνδρεῖος ἢ τῷ φοβεῖσθαι· οὕτως οὖν λέγεται περὶ θάρρη καὶ φόβους τῷ ἀμφοτέροις ὡς δεῖ χρῆσθαι καὶ τῷ μὴ ὁμοίως ἐφ’ ἑκατέρῳ τῶν παθῶν διατρίβειν τὸν ἀνδρεῖον. ἐπειδὴ δὲ φοβούμεθα τὰ φοβερά, ἄξιον γνῶναι τὰ φοβερά, ἵν’ ᾖ δῆλον πρὸς οἷον φοβερὸν ἀδεῶς ἔχων ὁ ἀνδρεῖος ἐπαινετός. ἔσται δὲ δῆλα διορισθέντος τοῦ φόβου· ὁρίζονται δὲ τὸν φόβον προσδοκίαν κακοῦ· κακὰ οὖν ἐστιν ἃ φοβούμεθα. περὶ ποῖα οὖν τῶν κακῶν καὶ τὸν τίνων φόβον ὁ ἀνδρεῖος ἀδεὴς καὶ ὁ δειλὸς μᾶλλον καταπίπτει; δῆλον ὅτι οὐ περὶ πάντα· οὔτε γὰρ περὶ ἀδοξίαν ἢ πενίαν ἢ νόσον ἢ ἀφιλίαν ἀδεὴς ὁ ἀνδρεῖος· ἔνια γὰρ δεῖ φοβεῖσθαι τούτων, καὶ αἰσχρὸν τὸ μὴ φοβεῖσθαι ἀδοξίαν. οὐ γὰρ ἀναίσχυντος ὁ ἀνδρεῖος ἀλλ’ αἰδήμων καὶ τὸ κατ’ αὐτὸν φυλάξεται τὴν ἀδοξίαν· ὁ δ’ ἀεὶ καταφρονῶν ἀναίσχυντος λέγεται. εἴποι δ’ ἄν τις ἴσως ὅτι καὶ ἀφιλίαν δεῖ φοβεῖσθαι πενίαν δ’ οὔ, ἢ ὅλως τὰ ἐφ’ ἡμῖν οἷον τὴν κακίαν, ἀλλ’ ὅμως τοὺς ἀφόβους περὶ πενίαν οὐ λέγομεν ἀνδρείους. πολλοὶ γὰρ δειλοὶ ὄντες ἐν τοῖς πολεμικοῖς ἄφοβοί εἰσι πρὸς χρημάτων δαπάνην καὶ εὐθαρσῶς ἀναλίσκουσιν. ἀλλ’ οὐδὲ εἴ τις φοβεῖται ὕβριν περὶ παῖδας ἢ γυναῖκας ἢ φθόνον [μέλλοντα] δειλὸς λέγεται· οὐδ’ εἴ τις θαρρεῖ μέλλων μαστιγοῦσθαι, καθάπερ πολλὰ τῶν ἀνδραπόδων, ἀνδρεῖός ἐστιν. δῆλον οὖν ὅτι περὶ τὰ μέγιστα τῶν κακῶν ἀδεὴς ὁ ἀνδρεῖος· διὰ τοῦτο γὰρ δοκεῖ ὑπομενετικώτατος 〈* * *〉 τῶν κακῶν ἅτε πέρας ὢν τοῦ εἶναι· δεδίασι δὲ πάντες τὸ μὴ εἶναι. ἆρ’ οὖν ἀνδρεῖός ἐστιν ὁ περὶ ὁντιναοῦν θάνατον ἀδεής, ἢ οὔ; οὐ γὰρ πάνυ τι λέγεται ἀνδρεῖος ὁ ἐν τοῖς κακίστοις ἢ ὁ ἐν τοῖς κατὰ θάλατταν κινδύνοις ἀδεὴς ἢ ἐν νόσῳ, ἀλλ’ ὁ ἐν τοῖς καλλίστοις θανάτοις· τοιοῦτοι δέ εἰσιν οἱ ἐν πολέμῳ ὑπὲρ πατρίδος καὶ ὑπὲρ τῶν φιλτάτων. πάσῃ γὰρ ἀρετῇ τέλος τὸ καλόν· ὥστε καὶ ὁ ἀνδρεῖος τὸν ὑπὲρ τοῦ καλοῦ θάνατον αἱρεῖται καὶ πρὸς τοῦτόν ἐστιν ἀδεής· κυρίως δὴ ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής· καὶ ὅσα θάνατόν φησιν ἐπιφέρει ὑπόγυα ὄντα·3 ὁ μὲν γὰρ ἀφόβως ἔχων πρὸς θάνατον ἐκ πολλοῦ προσδοκώμενον οὐδὲν ἴσως πράττει μέγα· ἐκλύεται γὰρ πρὸς τὸ δέος τῷ χρόνῳ· ὁ δὲ πρὸς τὸν ἐξ ὑπογύου θάνατον ἀδεῶς ἔχων τοῦ καλοῦ χάριν, ἐφ’ ἕξεως ἔχει τὴν ἀφοβίαν. προηγουμένως μὲν οὖν ὁ ἀνδρεῖος πρὸς τὸν καλὸν θάνατον ἀδεῶς ἔχει· ἕπεται δὲ αὐτῷ τὸ καὶ ἐν θαλάττῃ καὶ νόσοις ἀδεεῖ εἶναι διὰ τὴν τῆς ψυχῆς παρασκευήν· οὐ μὴν κατὰ ταῦτα λέγεται ἀνδρεῖος ὁ ἐν θαλάττῃ ἀδεής.
なぜなら勇気ある者は付帯的にいつか正しい行為をも行うであろうが、それは勇気ある者としてではなく、勇気ある者にとって正しい者でもあることが付帯したことによるのである。実に、徳のいくつかは互いに伴い合うからである)。あるいは、理性が命じるならば、最初からの習慣的行為に固有ではない行為を行うことも可能だからである。例えば、節制ある者は節制そのものに従う[行為を行う]が、理性が命じるならば都市の救済のために僭主の妻を誘惑することもありうるように。そして彼はこのことを付帯的に行うのであり、それ自体としては節制の行為を行うのである。さらに、行為と状態とが同様に自発的であるのではない、と彼は言う。実際、行為については始めから終わりまで[人は]行い、自分にとって思われるときに止めるであろうが、諸状態については始めの主権を私たちが持っているものの、付加の主権はもはや持っていないからである。そして徐々に生じる付加は私たちにとって気づかれないものであり、時にはある人々は自分たちが望んだ以上に悪くなる。実際、ある者は時に、状態を獲得しないことは自分の手中にあるかのように泥酔や放縦へと進むが、病気の場合と同じく、徐々に状態を獲得しつつあることに気づかないのである。というのも、病気がどれほど進行するかを知らずに有益でないことを行い、本人が望まなかったであろうほどに徐々に増大するからである。それゆえ、このようにして私たちは、始めの主権を持っていることによって諸状態の主権者であると言われるのである。そして悪徳だけでなく習慣的行為からの徳もまた付加においては抗いがたいものであり、人は大いに進歩していることに自分自身気づかないこともありうる。 これらの後に、彼は個々の徳についての論述を始め、勇気から議論を始める。勇気は恐怖と平然に関する中間性であると言われるが、これら二つの情念のそれぞれに対して同様にあるのではなく、平然を用いることのほうが多く、恐怖にはできる限り少なく関わる。そして勇気ある者は、恐れることによってよりも、多くの場合に恐れないことによって知られる。それゆえ、勇気ある者が両者を然るべく用いることによって、また情念のそれぞれに同様に留まるのではないことによって、平然と恐怖に関する[中間性]と言われるのである。私たちは恐るべきものを恐れるのであるから、勇気ある者がどのような恐るべきものに対して恐れを抱かないことによって称賛されるのかが明らかになるように、恐るべきものを知ることは価値がある。そしてそれは恐怖が定義されれば明らかになるであろう。人々は恐怖を悪の予期と定義している。それゆえ私たちが恐れるものは悪である。では勇気ある者はどのような悪について、またいかなるものへの恐怖について恐れを抱かず、臆病者はどのようなものにおいてより挫けてしまうのか。すべてについてではないことは明らかである。なぜなら、勇気ある者は悪評や貧困や病気や孤立について恐れを抱かないのではないからである。実際、これらのうちあるものは恐れるべきであり、悪評を恐れないのは恥ずべきことである。なぜなら勇気ある者は恥知らずではなく慎み深く、自分にできる限りにおいて悪評を警戒するであろうからである。それに対して常に[悪評を]軽蔑する者は恥知らずと呼ばれる。あるいは、人はおそらく孤立は恐れるべきであるが貧困は恐れるべきではない、あるいは総じて悪徳のような私たちの手中にあるものを[恐れるべきである]と言うかもしれないが、それでも貧困について恐れない者を私たちは勇気ある者とは呼ばない。実際、戦時の事柄においては臆病でありながら金銭の出費に対しては恐れず、大胆に使い果たす者が多いからである。また、子どもたちや妻たちへの暴力あるいは[将来の]妬みを恐れるとしても、臆病者と呼ばれることはない。また多くの奴隷のように、鞭打たれようとしているときに平然としているとしても、勇気ある者ではない。それゆえ、勇気ある者が恐れを抱かないのは最大の悪についてであることは明らかである。実際、このゆえにこそ〔勇気ある者は〕最もよく耐え忍ぶ者と思われ、〔死は〕存在の終わりであることから悪のうちで[……]からである。そして万人は存在しないことを恐れる。では、勇気ある者とはいかなる死についても恐れを抱かない者なのか、そうではないのか。なぜなら、最も劣悪な〔死〕や、海上での危険や、病気において恐れない者が全くもって勇気ある者と呼ばれるのではなく、最も高貴な死において[恐れない者]がそう呼ばれるからである。そのような死とは、祖国のため、また最も愛する者たちのための戦争における死である。なぜならすべての徳にとって目的は高貴なことだからである。したがって勇気ある者も高貴なことのための死を選び、これに対して恐れを抱かないのである。それゆえ本来の意味で勇気ある者とは、高貴な死について、また彼が言うように間近にあって死をもたらすようなあらゆるものについて恐れを抱かない者である。なぜなら、前もって長く予想された死に対して恐れを抱かない者は、おそらく大したことを成し遂げていないからである。恐怖は時間とともに弛緩するからである。しかし、高貴なことのために切迫した死に対して恐れを抱かない者は、確固たる状態に基づいて恐れのなさを保っている。それゆえ本質的には勇気ある者は高貴な死に対して恐れを抱かないのであるが、魂の準備によって海上や病気においても恐れを抱かないことが彼に伴う。とはいえ海上で恐れを抱かない者がこれらによって勇気ある者と呼ばれるのではない。
- 3.3αἱροῦντος δὲ λόγου διαφθεῖραι ἂν
αἱροῦντος λόγου は独立属格で条件(「理性が決める/命じるならば」)を表し、διαφθεῖραι ἂν は潜在・条件を表す ἂν+不定詞構文である。主節の動詞相当の句として「(節制ある者は)誘惑することもありうるだろう」という仮定的な可能行為を導いている。
- 3.3τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους πράξει καὶ παύσεται
属格 τῶν μὲν γὰρ πράξεων は後続する τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς κύριοί ἐσμεν(状態については始めの主権を私たちが持つ)との対比の標識(話題提示の属格ないし破格構文)として置かれている。アリストテレス本文(1114b31)の τῶν μὲν γὰρ πράξεων ἀπ’ ἀρχῆς μέχρι τέλους κύριοί ἐσμεν を念頭に置きつつ、動詞 πράξει καὶ παύσεται へと構文が再編されている。
- 3.3καὶ ὅσα θάνατόν φησιν ἐπιφέρει ὑπόγυα ὄντα
アリストテレス『ニコマコス倫理学』1115a34 の引用。関係代名詞中性複数の ὅσα は前文の τὸν καλὸν θάνατον に並列する対格句(περὶ... ὅσα)の構造を承けており、分詞 ὑπόγυα ὄντα(「切迫した・間近にある」)が主語 ὅσα を叙述的に修飾している。
