- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:73.1-73.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
公私の重大な役目や財産を委ねられる信認が、受託者本人にとって真に幸福をもたらすものかを問いかけ、公的な信認に伴う過酷な重責と、ペリクレスやテミストクレスらが見舞われたような失脚や迫害の危険を指摘する。
Ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἢ ἑτέρας στρατιὰν ἢ χρήματα ἢ τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν,1 οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνης τε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε, καὶ νὴ Δία εἴ τις ὑπ’ ἀνδρὸς βασιλέως ἢ τυράννου πιστεύοιτο χρυσίον ἢ ἀργύριον ἢ ναῦς ἢ ὅπλα ἢ ἀκρόπολιν ἢ ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρ’ Εὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπ’ Ἀθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας· ὁ δὲ υἱὸς αὐτοῦ ὁ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν — τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως; καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους ἢ γυναῖκας ἢ παῖδας ἢ τὴν οὐσίαν, καθάπερ οἶμαι πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνήσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν2 κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις —
果たして信認されることは、信認される人々にとって善きことであり、富むことや健康であることや敬われることが、敬われ、健康であり、富んでいる人々にとってそうであるように、かの人々自身に何らかの益をもたらすものなのだろうか。私が言っているのは、例えば、ある人が公に自分のポリスあるいは他のポリスから軍隊や金銭や城壁を委ねられるような場合のことである。現に多くの者がそのような事柄を任されてきたし、ある人々は平時において、また時には戦争が襲った際に、子供や女たちとともに都市そのものを任されさえした。また誓って言うが、王や僭主である人物から金や銀、船や武器、アクロポリス、あるいは支配権全体を委ねられるような場合である。レプティネスが兄弟からしばしばシュラクサイを引き継ぎ、ピリストスが若きディオニュシオスから、カンビュセスがエジプトへ遠征した際にマゴスたちがペルシア王宮を、ダレイオスからミトラネスがサルディスのアクロポリスを、アンティゴノスからペルサイオスがアクロコリントスを、またこれらより遥か以前には、アテナイ人たちがヘラクレスの子らを引渡さなかったためにエウリュステウスがアテナイへ遠征した際、エウリュステウスからアトレウスがアルゴスを引き継いだように。そして彼の息子アガメムノンはトロイアへ航海した時、楽人に妻と家を委ねた――信認されるこれらすべての者たちが、彼ら自身もまたその信認から何か善きものを享受していると言えるのだろうか。そしてまた、私人たちから妻や子供たちや財産を委ねられる者たち――思うに多くの人々が後見人や保護者を残していくように、ある者は旅に出るにあたって、ある者は死に際してそうし、またある者は奪われることを恐れずに証人なしで寄託物を預け、またある者たちは、自らが望む者を相続人として残すことを法が禁じているときに、自らの身内に財産を引き渡すよう命じた上で他の者を残すのだが――これらすべての人々にとって、この事柄、そして自分たちのものを委託する者たちが彼らに対して抱いて彼らに委ねる評判が有益であると言えるのだろうか。
τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν· ἢ τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων· οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν ἢ πολεμίων ἢ πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπ’ αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς·3 οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον·
とりわけ、法に反して委ねられていると見なされるこれら最後の者たちにとって。それとも反対に、そのようなことは過酷であり、多大な多忙と気苦労の原因、時には最大の危難の原因にさえなるのだろうか。最大と思われる事柄から直ちに考察してみることができる。というのも、彼らは必然的に自分自身の財産も子供たちも顧みず、公の事柄に心を配り、それに専念するからである。そして、しばしば都市に陰謀を企む敵や一部の市民たちによって滅ぼされ、しばしば都市そのものによって不当に中傷されて滅ぼされる。ある者は財産を奪われ、ある者は横領の罪で有罪判決を受けて恥辱をも被ることになり、ある者は祖国から追放され、ある者は殺されさえした。
ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναίοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλ’ ἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην.4
現に人々が語るように、アテナイ人たちにおいてポリスを最も立派に最善に指導したペリクレスが横領で有罪となり、テミストクレスは裏切り者として追放された。彼は、祖国の土壌に住まうこともできず敵に都市そのものと神域を明け渡していた彼らを引き受けて、これらすべてを取り戻しただけでなく、当初からこの栄誉を持っていたラケダイモン人たちから奪い取って、彼らをヘラス人の指導者にさえしたというのに。
- 73.1τὰ τοιαῦτα ἐπετράπησαν
能動態構文 ἐπιτρέπω τινί τι(人に物を任せる)が受動態化された構文。与格であった受託者が主語(3人称複数)となり、目的語であった対格 τὰ τοιαῦτα が受動態の動詞の後に保留対格(retained accusative)として残っている。
- 73.3τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν
禁止・阻止を表す動詞 ἀπαγορεύω に伴い、不定詞の前に否定詞 μή が冗長(pleonastic)に付加された構文。法が「自ら望む者を相続人として残すこと」を禁じている状況を表す。
- 73.4τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς
非人称動詞 συνέβη に対する対格不定詞構文で、不定詞 κτήσασθαι の意味上の主語 τοὺς δὲ に分詞 καταδικασθέντας が対格で一致している。名詞 κλοπῆς は断罪を表す受動分詞に伴う罪状の属格(genitive of the charge)。
- 73.5ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην
「奪う」を意味する動詞 ἀφαιρέομαι は「人(対格)から物(対格)を奪う」という二重対格をとる。ここでは Λακεδαιμονίους(それを修飾する分詞 ἔχοντας を伴う)が奪われる対象の人間、τὴν τιμὴν ταύτην が奪われる事物を表す。
