- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:72.12-72.16
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はデルポイの賢人の格言やアイソーポスの寓話に言及し、鳥たちが知恵あるフクロウに群がった故事を引いて、真の知恵を欠いたまま哲学者の身なりだけを真似る現代の自称哲学者と、それに群がる大衆の愚かさを自己風刺的に批判する。
τῶν γε μὴν ἑπτὰ σοφῶν τὰς γνώμας ἀκούουσι καὶ ἐν Δελφοῖς ἀνατεθῆναι πρότερον, οἷον ἀπαρχάς τινας τῆς σοφίας τῆς ἐκείνων καὶ ἅμα τῆς τῶν ἀνθρώπων ἕνεκεν ὠφελείας, ὡς τῷ ὄντι δὴ θεῖα ταῦτα καὶ σχεδόν τι τῶν χρησμῶν θειότερα, οὓς ἡ Πυθία ἔχρα καθίζουσα ἐπὶ τοῦ τρίποδος, ἐμπιμπλαμένη τοῦ πνεύματος. τὸ γὰρ αὑτῷ χρησθὲν ἕκαστος ἀκούσας ἄπεισι, καὶ οὐκ ἀνατίθεται ταῦτα, ὥστε δὴ καὶ πᾶσιν ἀνθρώποις εἶναι γνώριμα· τὰ δὲ ἐκείνων δόγματα κοινὰ ἀπεδείχθη τοῖς ἀφικνουμένοις παρὰ τὸν θεόν, ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι.1
実際彼らは、七賢人の格言が、彼らの知恵のいわば初穂として、また同時に人々の益のために、かつてデルポイに奉納されたこと、それらが真に神的なものであり、ピューティアーが三脚台に座り神気で満たされて告げた神託よりもほぼ神聖であるとさえ耳にしている。というのも、各人は自分に下された神託を聞くと立ち去り、それらは全ての人々に知られるようには奉納されないのに対し、七賢人の教えは、すべての人にとって知ること従うことが等しく有益であるとして、神のもとを訪れる人々に共有のものとして示されたからである。
εἰσὶ δὲ οἱ καὶ τὸν Αἴσωπον οἴονται τοιοῦτόν τινα γενέσθαι, σοφὸν μὲν καὶ φρόνιμον, αἱμύλον δὲ ἄλλως καὶ ξυνθεῖναι λόγους ἱκανόν, οἵων οἱ ἄνθρωποι ἥδιστ’ ἂν ἀκούοιεν. καὶ τυχὸν οὐ παντάπασι ψευδῆ οἴονται καὶ τῷ ὄντι Αἴσωπος τοῦτον τὸν τρόπον ἐπειρᾶτο νουθετεῖν τοὺς ἀνθρώπους καὶ ἐπιδεικνύναι αὐτοῖς ἅττα ἁμαρτάνουσιν, ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν,2 ἡδόμενοι ἐπὶ τῷ γελοίῳ καὶ τοῖς μύθοις· ὥσπερ τὰ παιδία ταῖς τίτθαις μυθολογουμέναις προσέχουσί τε καὶ ἥδονται. ἀπὸ δὴ τῆς τοιαύτης δόξης, ὡς καὶ παρ’ ἡμῶν ἀκουσόμενοί τι τοιοῦτον οἷον Αἴσωπος ἔλεγεν ἢ ὁποῖον Σωκράτης ἢ Διογένης, προσίασι καὶ ἐνοχλοῦσι καὶ οὐ δύνανται ἀπέχεσθαι, ὃν ἂν ἴδωσιν ἐν τούτῳ τῷ σχήματι, οὐ μᾶλλον ἢ τὰ ὄρνεα, ἐπειδὰν ἴδωσι γλαῦκα· ἐφ’ ᾧ καὶ ξυνετίθει λόγον Αἴσωπος τοιοῦτον, ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιάν, ὥσπερ καὶ αὐτά, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ’ ὧν καὶ ᾅδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ταυτηνὶ ἄρτι φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. ἀλλ’ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον.
また、アイソーポスもそのような人物の一人であり、賢明で思慮深かったものの、別種のおどけた巧みさを持ち、人々が最も喜んで聞くような物語を創作するのに長けていたと考える者たちもいる。そしておそらく、彼らが考えることはまったくの誤りではなく、実際にアイソーポスはそのような方法で、人々が彼を最もよく受け入れてくれるように、滑稽さやおとぎ話に喜んでいる人々に対して、彼らを訓戒し過ちを指摘しようと試みたのである。ちょうど子供たちが乳母のおとぎ話に注意を向け、喜ぶのと同じである。まさにこのような思い込みから、アイソーポスが語ったようなこと、あるいはソクラテスやディオゲネスが語ったようなことを私たちからも聞けるだろうと思って、この姿をしている者を見れば誰にであれ近づき、煩わせ、自制することができないのである。鳥たちがフクロウを見たとき以上には我慢できないのである。このことについてアイソーポスも次のような話を創作した。すなわち、鳥たちがフクロウのもとに集まり、建物の覆いから離れて、鳥たち自身と同じように木々へと巣を移し、そこからより澄んだ声で鳴くことができる小枝へと移り住むよう求めた。そしてとりわけ、ちょうど芽生えつつあるこの樫の木が成長した暁には、喜んでそこにとまり、その青葉を楽しむように求めた。しかしフクロウは、鳥たちにそのようなことをしないよう、また小鳥たちにとって破滅をもたらす鳥もちを実らせる習性のある植物の芽生えを喜ばないように忠告した。
τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδή τε ἱκανὴ ἦν, καθίσαντα ἐπ’ αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας· ἔπειτα οἶμαι προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο. αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν·
しかし鳥たちはフクロウの助言を受け入れず、反対に成長する樫の木を喜び、十分に大きくなるとそこにとまって歌った。だが鳥もちができると、もはや人間たちに容易に捕らえられるようになり、後悔してその助言ゆえにフクロウを称賛した。そして今なお彼らは、フクロウが賢く知恵があるものだと思ってこのような態度をとっており、そのために交わりから何か善きものを得られると考えて近づこうとするが、結局は災いとなるのに無駄に近づいているのだと私は思う。というのも、かつての古代のフクロウは真に思慮深く、忠告を与えることができたが、現代のフクロウはかのフクロウの翼と目と嘴を持っているだけで、その他の点では他の鳥たちよりも愚かだからである。したがって自らを少しも助けることができない。
οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶ δουλεύουσαι. καὶ ἡμῶν ἕκαστος τὴν μὲν στολὴν ἔχει τὴν Σωκράτους καὶ Διογένους, τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι3 τοῖς ἀνδράσιν ἐκείνοις ἢ ζῆν ὁμοίως αὐτοῖς ἢ λόγους τοιούτους διαλέγεσθαι. τοιγάρτοι οὐδὲν ἄλλο ἢ βλεπόμενοι ὥσπερ αἱ γλαῦκες ὄχλον πολὺν ξυνάγομεν τῷ ὄντι ὀρνέων, αὐτοί τε ὄντες ἠλίθιοι καὶ ὑφ’ ἑτέρων τοιούτων ἐνοχλούμενοι.
なぜなら、もし助けられるなら、鳥刺したちのもとで繋がれて隷従しながら養われることはないであろうから。そして私たちの各人も、ソクラテスやディオゲネスの衣服を身に着けてはいるが、思慮の点ではかの人物たちに似ることからも、彼らと同様に生きることからも、あのような言葉を語ることからもほど遠い。それゆえ、私たちはフクロウのように眺められるだけで、真の意味での鳥たちのような大衆を集めているにすぎず、自分たち自身も愚かでありながら、同じような愚か者たちに煩わされているのである。
- 72.12ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι
ξυμφέρον は非人称動詞 συμφέρει の分詞(主格・対格中性単数)であり、接続詞 ὡς とともに非人称的絶対対格(または主格)構文を形成して「〜することが等しく有益であると考えられて/という理由で」という主観的理由または付帯状況を表している。
- 72.13ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν
関係副詞・様態の ὡς に小辞 ἄν と未完了過去直説法 ἠνείχοντο(ἀνέχομαι の過去形)が後続し、「人々が彼を最もよく受け入れられるような仕方で」という潜在的・仮想的様態を表している。
- 72.16τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι
τὸ φρονεῖν は限定の対格(「思慮の点では」)。通常非人称構文(πολλοῦ δεῖ)をとる表現が人称構文(πολλοῦ δέομεν + 不定詞 ὅμοιοι εἶναι)に転じており、「思慮においては、我々はそれらの人々に似ていることから大いに不足している(似ているにはほど遠い)」という骨格になる。
