- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:5.15-5.27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
話者はリビアの怪物の神話を情欲の破滅的な力に関する寓意として解釈し、怪物の掃討に失敗したリビア王とそれを完遂したヘラクレスを対比した上で、アンモンへ向かう使節団が遭遇した怪物の逸話を補足する。
μιμούμενα γυναῖκα κοσμίαν, γενόμενον δʼ ἐγγὺς συναρπάζειν·1 ἔχειν γὰρ δὴ καὶ χεῖρας θηριώδεις, ἃς ὑποκρύπτειν τέως. ὁ μὲν οὖν ὄφις εὐθὺς δακὼν ἀπέκτεινεν ἀπὸ τοῦ ἰοῦ· τὸν δὲ νεκρὸν κατεσθίουσιν ἅμα τε ὁ ὄφις καὶ τὸ ἄλλο θηρίον.
慎み深い女の身振りを真似て、人が近づいたところで急に捕らえるのであった。というのも、それらは野獣の手をも持っており、それをそれまでは隠しているからである。そこで蛇のほうがたちまち噛みついて毒によって殺し、その死体を蛇と残りの獣の双方が一緒に貪り食うのである。
ὅδε μὲν δὴ ὁ μῦθος, οὐ παιδίῳ πλασθείς, ὡς ἂν ἧττον ᾖ θρασὺ καὶ ἀκόλαστον, ἀλλὰ τοῖς μείζω καὶ τελειοτέραν ἀφροσύνην ἔχουσιν, ὑφʼ ἡμῶν δεῦρο μετενεχθεὶς τάχʼ ἂν ἱκανῶς ἐπιδεῖξαι δύναιτο ὁποῖόν ἐστι τὸ τῶν ἐπιθυμιῶν γένος, ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις, ἔπειτα ἡδονήν τινα παραδεικνύουσαι, προσαγόμεναι τοὺς ἀνοήτους ἀπάτῃ καὶ γοητείᾳ, διαφθείρουσιν οἴκτιστα καὶ ἐλεεινότατα.
まさにこれこそがその神話であり、子どもが大胆さや無節操さがより少なくなるように子どものために創作されたのではなく、より大きく完全な無分別を抱える者たちに向けられたものであって、われわれによってここへと移し替えられるならば、情欲の種族がいかなるものであるかを十分に示しうるであろう。すなわち、それらは理性を欠き野獣のようでありながら、何らかの快楽を垣間見せ、欺きと魔術によって思慮なき者たちを引き寄せては、最も無惨かつ哀れな仕方で滅ぼすのである。
ἃ χρὴ δεδιέναι πρὸ ὀφθαλμῶν ἔχοντας, ὥσπερ ἐκεῖνα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς,2 ὁπόταν ἢ τρυφῆς ἢ χρημάτων ἢ ἀφροδισίων ἢ δόξης ἢ ἄλλης τινὸς ἡδονῆς ἐρῶμεν, μήποτε προσιόντες ταῖς πανούργοις ταύταις συναρπασθῶμεν ὑπʼ αὐτῶν ἐπʼ ὀλέθρῳ καὶ διαφθορᾷ πασῶν αἰσχίστῃ.
子どもたちが不適切な時に食べ物や遊びや他の何かを欲しがる際にあの怪物を恐れるように、われわれも贅沢や金銭、好色、名声、その他の何らかの快楽を恋い焦がれる時、これら狡猾なものどもへと近づいて、あらゆる破滅の中で最も恥ずべき破滅と滅亡へと引きずり込まれることのないよう、それらを目の前に据えて恐れねばならない。
καὶ γάρ τοι καὶ τὸ λοιπὸν τοῦ μύθου ταύτῃ τρέπειν οὐ χαλεπὸν ἀνδρὶ ἀδολέσχῃ καὶ πλείω σχεδὸν ἢ ἔδει σχολὴν ἄγοντι. προστιθέασι γὰρ ὡς δὴ βασιλεύς τις τῶν Λιβύων ἐπεχείρησεν ἀνελεῖν τόδε τὸ φῦλον τῶν θηρίων, ἀγανακτῶν τῇ διαφθορᾷ τοῦ λαοῦ. τυγχάνειν δὲ αὐτῶν πολλὰς αὐτοῦ κατῳκισμένας, ὑπὲρ τὴν Σύρτιν δρυμὸν καταλαβούσας πυκνόν τε καὶ ἄγριον.
そして実際、神話の残りの部分をこのように転じることも、おしゃべりで必要以上に暇を持て余している男にとっては難しくない。というのも人々は、あるリビアの王が民の滅亡に憤慨し、この野獣の種族を根絶しようと企てたと付け加えているからである。それらの多くはまさにその地に棲みつき、スュルティス湾の奥深くの生い茂った野生の森を占拠していたのである。
συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ3 εἶναι γὰρ οὐκ ἀφανεῖς τοῖς τε σύρμασι τῶν ὄφεων καὶ ὀσμῆς αὐτόθεν δεινῆς φερομένης· οὕτω περισχόντα πανταχόθεν πῦρ ἐμβαλεῖν, καὶ τὰς μὲν ἀποληφθείσας ἀπολέσθαι μετὰ τῶν σκύμνων, τοὺς δὲ Λίβυας φεύγειν κατὰ τάχος ἀπὸ τοῦ χωρίου, μήτε νύκτα μήτε ἡμέραν ἀναπαυομένους, μέχρι νομίζοντες πολὺ προειληφέναι κατέζευξαν παρὰ ποταμόν τινα.
そこで彼は多くの軍勢を集め――なぜならそれらは蛇の這った跡や、そこから漂う酷い悪臭によって容易に見分けられたからである――、このように四方から取り囲んで火を放ち、退路を断たれた獣たちは子獣たちとともに滅びたが、リビア人たちは夜も昼も休むことなくその場所から大急ぎで逃走し、十分に先んじたと思い定めて、ある川のほとりに陣を敷いた。
τῶν δὲ θηρίων ὁπόσα ἀπῆν κατὰ θήραν, ἐπειδὴ τάχιστα ᾔσθοντο ἀπολωλότας τοὺς φωλεούς, καταδιώξαντα τὴν στρατιὰν πρὸς τὸν ποταμὸν τοὺς μὲν ἐν ὕπνῳ καταλαβόντα, τοὺς δὲ ἄλλους ἀπειρηκότας ὑπὸ τοῦ κόπου, διαφθεῖραι πανσυδί.
しかし、狩りに出ていて留守にしていた野獣たちは、巣穴が滅ぼされたと知るやいなや軍勢を川まで追走し、ある者たちは眠っているところを、他の者たちは疲労困憊しているところを捕らえて、ことごとく皆殺しにした。
τότε μὲν οὖν ἀτελὲς αὐτῷ γενέσθαι τὸ ἔργον τῆς διαφθορᾶς τοῦ γένους. ὕστερον δὲ Ἡρακλέα τὴν σύμπασαν γῆν καθαίροντα ἀπό τε τῶν θηρίων καὶ τῶν τυράννων κἀκεῖσε ἀφικέσθαι, καὶ τόν τε τόπον ἐμπρῆσαι καὶ τὰ φεύγοντα ἐκ τοῦ πυρὸς τὰ μὲν τῷ ῥοπάλῳ παίοντα κατακαίνειν, ὁπόσα ὁμόσε ᾔει, τὰ δὲ ἀποδιδράσκοντα τοῖς βέλεσι.
その時には、彼にとってその種族を滅ぼす企ては未完に終わったのである。だが後にヘラクレスが、野獣や僭主たちから全地を浄化しながらそこにも至り、その地を焼き払い、火から逃げ出すものどものうち、向かって来るものは棍棒で打ち倒して殺し、逃げ去るものは矢で仕留めたのである。
τυχὸν οὖν ὁ μῦθος αἰνίττεται λέγων τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ὥσπερ ἄβατον καὶ μεστόν τινα θηρίων χαλεπῶν τόπον, ἐξελὼν δὴ καὶ ἀπολέσας τι τῶν ἐπιθυμιῶν εἶδος, ἐλπίσαντας ἀπηλλάχθαι καὶ διαπεφευγέναι, οὐκ ἰσχυρῶς αὐτὸ δράσαντας, ὀλίγον ὕστερον ὑπὸ τῶν λειπομένων ἐπιθυμιῶν ἀπολέσθαι4 καὶ διαφθαρῆναι.
おそらくこの神話は、次のようなことを謎めかして語っているのであろう。すなわち多くの者は、もし誰かが近づきがたく獰猛な野獣で満ちた土地のような自らの魂を浄化しようと企て、情欲の一種を根絶して滅ぼしたとしても、徹底的にそれを行わないまま、すでに脱却して逃れ去ったと思い込んでいると、少し後に残された情欲によって滅ぼされ破滅してしまうということである。
Ἡρακλέα δὲ τὸν Διὸς καὶ Ἀλκμήνης ἐπεξελθεῖν καὶ ἀποφῆναι καθαρὰν καὶ ἥμερον τὴν αὑτοῦ διάνοιαν. καὶ τοῦτο αὐτῷ δηλοῦν τῆς γῆς τὴν ἡμέρωσιν.
これに対し、ゼウスとアルクメネの子ヘラクレスは最後までやり遂げ、自らの知性を清らかで秩序あるものとして示した。そしてこのことこそが、彼にとっての「大地の平定」を意味しているのである。
βούλεσθε οὖν βραχύ τι καὶ τοῖς νεωτέροις ἐπιχαρισώμεθα τοῦ μυθολογήματος; οὕτω γὰρ πάνυ πείθονται αὐτῷ καὶ νομίζουσιν ἀληθὲς ὥστε ὕστερόν ποτέ φασιν ἐπιφανῆναι τοῦ γένους τούτου βαδίζουσιν εἰς Ἄμμωνος Ἕλλησι θεωροῖς μετὰ πολλῆς δυνάμεως παραπεμπούσης ἱππέων καὶ τοξοτῶν.
それでは、若い人々のために、この神話の物語を少しばかり補足しようではないか。彼らはこの話をすっかり信じ込んで真実だと思っているので、後にある時この種族のものが、騎兵や弓兵からなる大部隊の護衛を伴ってアンモン神殿へと向かうギリシアの使節たちの前にも現れたと語られているのである。
δόξαι γὰρ αὐτοῖς ἐπὶ θινός τινος κατακεῖσθαι γυναῖκα, διφθέραν ἐπιβεβλημένην ἄνωθεν, ὥσπερ αἱ Λίβυσσαι, ἐπιδεικνύειν δὲ τὰ στήθη καὶ τοὺς μαστοὺς τὸν τράχηλον ἀνακλῶσαν. καὶ τοὺς ὑπολαβεῖν ἔκ τινος κώμης τῶν ἑταιρουσῶν τινα γυναικῶν ἐνταῦθα ἰέναι πρὸς τὸν ὄχλον.
使節たちには、砂丘の上に女が横たわり、リビアの女たちのように上から毛皮をまとい、首を反らせて胸と乳房を露わにしているように見えたのである。そして彼らは、ある村から娼婦の誰かがそこへ群衆に向かってやって来たのだと思い込んだ。
δύο δέ τινας νεανίσκους ἐκπλαγέντας τὸ εἶδος ἰέναι πρὸς αὐτήν, τὸν ἕτερον φθάνοντα. τὸ δὲ θηρίον, ὡς ἔλαβεν αὐτόν, κατασῦραν εἰς κοῖλόν τι τῆς ψάμμου κατεσθίειν.
すると二人の若者がその容姿に目を奪われて彼女のもとへと歩み寄り、一方が先んじた。野獣は彼を捕らえると、砂の窪みへと引きずり込んで貪り食った。
καὶ τὸν ἕτερον νεανίσκον ὑπερβαλόντα θεάσασθαι καὶ ἀνακραγεῖν, καὶ οὕτως ἐπιβοηθῆσαι τὸ λοιπὸν πλῆθος. τὸ δὲ θηρίον ἐφορμῆσαι τῷ νεανίσκῳ, προϊσχόμενον τὸν ὄφιν, καὶ ἀποκτεῖναν οἴχεσθαι μετὰ συριγμοῦ. τὸν δὲ νεκρὸν εὑρεθῆναι σαπρόν τε καὶ μυδῶντα· καὶ τοὺς Λίβυας τοὺς ἡγεμόνας τῆς ὁδοῦ οὐκ ἐᾶν ἅπτεσθαι τοῦ σώματος, ὡς ἅπαντας ἀπολουμένους.
そしてもう一人の若者が砂丘を越えてその光景を目にして叫び声を上げ、それによって残りの部隊が救援に駆けつけた。しかし野獣はその若者にも襲いかかり、蛇を前に突き出して彼を殺すと、シューという音を立てて逃げ去った。その死骸は腐敗して膿みただれた状態で見つかり、道案内のリビア人たちは、全員が死ぬことになると言ってその遺体に触れることを許さなかったのである。
- 5.15γενόμενον δʼ ἐγγὺς συναρπάζειν
不定詞 συναρπάζειν は前文からの間接話法を引き継ぎ、主語は前出の中性複数分詞 μιμούμενα(野獣たち)である。一方、対格分詞 γενόμενον は「近づいてきた者(一般の人間)」を表す目的語であり、先行詞 τινά が省略された構文として解釈される。
- 5.17ὥσπερ ἐκεῖνα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς
比較構文における動詞句の省略(zeugma / ellipsis)。ὥσπερ 節において [δεδιέναι χρή] が省略され、主節の καὶ ἡμᾶς [δεδιέναι χρή] と呼応している。ἐκεῖνα(対格、怪物を指す)が δεδιέναι の目的語、τοὺς παῖδας が意味上の主語となる対格不定詞構造を成している。
- 5.19συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ
直前で ὡς δή +定動詞(ἐπεχείρησεν)によって始められた節から、動詞 προστιθέασι(人々は付け加える)に支配された対格不定詞構文へと文構造が復帰している。分詞 συναγαγόντα および後続の περισχόντα は、主動詞 ἐμβαλεῖν の意味上の主語(リビア王)と一致する男性単数対格である。
- 5.22τοὺς πολλοὺς μὲν εἴ πού τις ἐπεχείρησε καθῆραι τὴν αὑτοῦ ψυχὴν ... ἀπολέσθαι
先取り(prolepsis)と構文の破格(anacoluthon)。τοὺς πολλοὺς μὲν は条件節 εἴ πού τις ἐπεχείρησε... の前に置かれ、後続の不定詞 ἀπολέσθαι καὶ διαφθαρῆναι の意味上の主語として機能している。条件節内の主語が単数(τις)であるのに対し、後続の分詞(ἐλπίσαντας, δράσαντας)は先行する τοὺς πολλούς に一致して複数対格となっている。
