- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:5.1-5.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は神話の教育的・道徳的効用を植物の接ぎ木に喩えて説いたのち、リビアのスュルティス湾周辺に棲息したとされる、絶世の美女の上半身と蛇の下半身を持つ人食い怪物の姿と習性を語り始める。
τάχα γὰρ ἄν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν.1
というのも、それらはおそらくいつの日か、適切な方向へといくらか引き寄せられ、実在するものや真実のものと比較されるならば、われわれにも決して小さくない有用性をもたらすであろうからである。
ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται· ἐκεῖνοι γὰρ ἐνίοτε τοῖς ἀκάρποις καὶ ἀγρίοις ἐνθέντες καὶ ἐμφυτεύσαντες τὰ ἥμερα καὶ καρποφόρα χρήσιμον ἀντʼ ἀχρήστου καὶ ὠφέλιμον ἀντὶ ἀνωφελοῦς ἀπέδειξαν τὸ φυτόν.
そして、そのような能力と企ては、もし十分に果たされるならば、農夫たちの植物に関する経験と似たもののように私には思われる。なぜなら農夫たちは、時に実のならない野生の木々に飼い慣らされた実のなる植物を挿し木し接ぎ木することによって、役に立たぬものの代わりに有用なもの、無益なものの代わりに有益なものへとその植物を変じて見せるからである。
οὕτω δὴ καὶ τοῖς ἀνωφελέσι μυθεύμασι λόγος ἐμβληθεὶς χρήσιμος καὶ συμφέρων οὐδὲ ἐκεῖνα εἴασεν εἶναι μάτην λεγόμενα. τυχὸν δὲ καὶ οἱ πρῶτοι συντιθέντες αὐτὰ πρός τι τοιοῦτον συνέθεσαν, αἰνιττόμενοι καὶ μεταφέροντες τοῖς δυναμένοις ὀρθῶς ὑπολαμβάνειν.
まさにそのように、無益な神話にも有用で有益な言論が投入されることで、それらの物語をも無為に語られたままにはさせないのである。あるいは恐らく、最初にそれらを創作した人々も、正しく理解することのできる者たちに向けて謎めかし、比喩を用いて、何かこのような目的に向けて創作したのかもしれない。
τόδε μὲν δὴ προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον λέγειν τε καὶ ᾅδειν,2 ὁποίῳ μάλιστα ἀφομοιοῦμεν εἰκάσματι τὰς ἐπιθυμίας.
さて、ある人が言ったように、これこそが「法の序文」である。あとは、われわれが情欲を主としてどのような像になぞらえるのか、その法そのものを語り、また歌うことが残されているであろう。
λέγεται γὰρ πάλαι ποτὲ θηρίων εἶναί τι γένος χαλεπὸν καὶ ἄγριον, πλεῖστον καὶ μάλιστα γιγνόμενον ἐν τοῖς ἀοικήτοις τῆς Λιβύης. ἥδε γὰρ ἡ χώρα καὶ νῦν ἔτι δοκεῖ παντοδαπὰς φέρειν ζῴων φύσεις, ἑρπετῶν τε καὶ ἄλλων θηρίων.
というのも、かつて昔、リビアの人の住まぬ荒野に最も多く、特に多く生息していた、獰猛で野蛮な野獣のある種族がいたと言われているからである。この地は今なお、這う虫やその他の野獣など、あらゆる種類の動物の本性を生み出すと思われている。
ἐν οἷς εἶναι καὶ τοῦτο τὸ γένος, ὑπὲρ οὗ νῦν ὁ λόγος, σύνθετον τὴν τοῦ σώματος ἰδέαν σχεδὸν ἐκ τῶν πλεῖστον διαφερόντων, παντελῶς ἄτοπον. πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τῆς θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα.
そして、今話題にしているこの種族もそれらの中にあり、その身体の形姿は、ほぼ最も大きく異なるものどもから成り立っていて、まったく奇異なものであった。そしてそれは、食物を求めてこの海、スュルティス湾に至るまで徘徊していた。
θηρᾶν μὲν γὰρ καὶ τἄλλα θηρία, τούς τε λέοντας καὶ παρδάλεις τάς τε ἐλάφους καὶ τοὺς ἀγρίους ὄνους καὶ τὰ πρόβατα, μάλιστα δὲ ἥδεσθαι τῇ τῶν ἀνθρώπων ἄγρᾳ.
なぜなら、それは他の野獣たち、すなわちライオンやヒョウ、シカや野ロバ、羊たちをも狩るのであるが、人間の獲物を何よりも喜んでいたからである。
ὧν δὴ καὶ ἕνεκεν ἐγγὺς ἀφικνεῖσθαι τῶν οἰκουμένων μέχρι τῆς Σύρτεως. ἔστι δὲ ἡ Σύρτις κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺ τῆς χώρας καὶ τριῶν ἡμερῶν, φασί, πλοῦς ἀκωλύτως πλέουσι.
まさにそれゆえにこそ、人の居住地の近く、スュルティス湾にまでやって来ていたのである。スュルティス湾とは、陸地の奥深くにまで切れ込んだ海の湾であり、遮られることなく航行する者にとって3日間の航海であると言われている。
τοῖς δὲ κατενεχθεῖσιν οὐκ εἶναι τὸν ἔκπλουν δυνατόν· βραχέα γὰρ καὶ διθάλαττα καὶ ταινίαι μακραὶ μέχρι πολλοῦ διήκουσαι παντάπασιν ἄπορον καὶ δύσκολον παρέχουσι τὸ πέλαγος. οὐ γάρ ἐστι κατʼ ἐκεῖνα τὸ τῆς θαλάττης ἀγγεῖον καθαρόν, κοῖλος δὲ καὶ ψαμμώδης ὁ τόπος ὢν ἐκδέχεται τὸ πέλαγος, οὐδὲν ἔχων στερεόν.
しかし、流し込まれた者たちにとっては、脱出航行は不可能である。なぜなら、浅瀬や潮流の合流地、そして遠くまで長く延びる砂州が、この外海をまったく航行困難で厄介なものにしているからである。というのも、それらの場所では海の器はきれいではなく、その場所は窪んで砂がちであって、確固としたものを何一つ持たずに外海を受け止めているからである。
ὅθεν οἶμαι θῖνές τε μεγάλαι καὶ χώματα ἐν αὐτῷ γίγνονται τῆς ψάμμου, καθάπερ ἐν τῇ χώρᾳ συμβαίνει τὸ τοιοῦτον ἀπὸ πνευμάτων, ἐκεῖ μᾶλλον ὑπὸ τοῦ κλύδωνος. ἔστι δὲ καὶ τὰ κύκλῳ τοιαῦτα σχεδόν, ἐρημία καὶ θῖνες.
そこから、私が思うに、陸地において風によってそのようなことが起こるのと同様に、そこではむしろ波浪によって、砂の大きな砂丘や土手が生じるのである。そして周囲の土地もほぼ同じようなものであり、荒野と砂丘なのである。
ἀλλὰ γὰρ δὴ τούς τε ναυαγοὺς ἀπὸ τῆς θαλάττης ἐπανιόντας καὶ εἴ τινας τῶν Λιβύων κατʼ ἀνάγκην διεξιόντας ἢ πλανωμένους ἐπιφαινόμενα ἥρπαζε τὰ θηρία.
しかしともかく、海から上がってくる難破民や、やむを得ず通り抜けたり彷徨ったりしているリビア人たちがいれば、野獣たちは姿を現して彼らを奪い去っていた。
ἡ δὲ φύσις αὐτῶν τοῦ σώματος καὶ ἡ ἰδέα τοιάδε· τὸ μὲν πρόσωπον γυναικεῖον εὐειδοῦς γυναικός, μαστοὶ δὲ καὶ στήθη πολύ τι κάλλιστα καὶ τράχηλος, ὁποῖα οὔτε παρθένου γένοιτʼ ἂν οὔτε νύμφης ἀκμαζούσης οὔτε πλάττων ἢ γράφων οὐδεὶς δυνήσεται ἀπεικάσαι· τὸ δὲ χρῶμα λαμπρότατον, καὶ ἀπὸ τῶν ὀμμάτων φιλοφροσύνη καὶ ἵμερος ταῖς ψυχαῖς ἐνέπιπτεν, ὁπότε προσίδοι τις·
それらの身体の自然の姿および形貌は、次のようなものであった。すなわち、顔立ちは容姿の美しい女のそれであり、乳房や胸、そして首筋は際立ってきわめて美しく、処女にも盛りの花嫁にもあり得ず、彫塑する者も描く者も何人も模倣することができないほどのものであった。肌の色は最も輝かしく、誰かがそれを見つめる時にはいつも、その眼差しから親愛の情と激しい憧憬が魂へと注ぎ込まれた。
τὸ δὲ λοιπὸν σῶμα σκληρόν τε καὶ ἄρρηκτον φολίσι, καὶ τὸ κάτω πᾶν ὄφις· ὑστάτη δὲ κεφαλὴ τοῦ ὄφεως μάλα ἀναιδής. τὰ δὲ θηρία ταῦτα πτερωτὰ μὲν οὐ λέγεται γενέσθαι, καθάπερ αἱ σφίγγες, τῶν δὲ πεζῶν ἁπάντων τάχιστα, ὡς μηδένα ἄν ποτε ἐκφυγεῖν αὐτά·3 καὶ τῶν μὲν ἄλλων ἀλκῇ κρατεῖν, ἀνθρώπων δὲ ἀπάτῃ, παραφαίνοντα τὰ στήθη καὶ τοὺς μαστούς, καὶ ἅμα προσβλέποντα καταγοητεύειν τε καὶ ἔρωτα ἐμβάλλειν δεινὸν τῆς ὁμιλίας· καὶ τοὺς μὲν προσιέναι καθάπερ γυναιξί, τὰ δὲ μένειν ἀτρεμοῦντα καὶ κάτω πολλάκις βλέποντα,
しかし、残りの身体は鱗で覆われて硬く傷つけがたく、下の部分はすべて蛇であり、蛇の先端の頭はきわめて無恥であった。この野獣たちは、スフィンクスたちのように翼を持つようにはならなかったと言われているが、地上のあらゆるものの中で最も速く、誰も決してそれらから逃れられないほどであった。そして他のものたちには力で打ち勝つが、人間に対しては欺きによって打ち勝ち、胸と乳房を覗かせ、同時に見つめながら魅了し、交わりへの恐るべき情愛を吹き込むのである。そして人間たちは女に対するかのように近づいていくが、獣たちは身動きせずにじっと留まり、しばしば下を向いて見せ、
- 5.1ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν
中性複数の受動分詞(ἑλκόμενα, παραβαλλόμενα)は条件的に機能しており(「もし〜されるならば」)、主節の希求法+ἄν(παράσχοι ἄν)に対する条件節(protasis)の役割を果たしている。意味上の主語は前置文脈で想定される神話的言説(μυθεύματα などの中性名詞)。
- 5.4προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον λέγειν τε καὶ ᾅδειν
ὡς ἔφη τις は成句的挿入。「法の序文(προοίμιον τοῦ νόμου)」という表現およびそれに続く λέγειν τε καὶ ᾅδειν(語り歌う)は、プラトン『法律』722d–723dで示される「法(νόμος)の序曲・序文(προοίμιον)」と、νόμος のもつ多義性(法/旋律・調べ)を踏まえた表現である。文法的には λοιπὸν ἂν εἴη が非人称的述語として不定詞(λέγειν τε καὶ ᾅδειν)を主語に取る。
- 5.14ὡς μηδένα ἄν ποτε ἐκφυγεῖν αὐτά
結果を導く ὡς に ἄν+不定詞(ἐκφυγεῖν)が後続する構文。直説法過去+ἄν や希求法+ἄν(潜在・反実仮想)の間接話法化・従属節化にあたり、「誰もそれらから逃れ得ないほどに(俊足であった)」という潜在的可能を表す。
