← ディオン・クリュソストモス

弁論集

§47.19-47.25

中傷者の助言への皮肉と僭主視の論駁

ディオンは市民たちに対し、ストア建築に関して命じられた通りに行動する用意があるとしつつ、中傷者が親身な助言者を装って自身の浪費や公務への関与を諌めている様を皮肉を込めて列挙する。さらに、過酷な残虐行為を働く真の僭主の例を挙げ、自らの質素な身なりや善行を僭主の振る舞いと同一視する非難の不当さと滑稽さを論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§47.19

τί οὖν βούλεσθέ με ποιεῖν; ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ’ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ’ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται· τί γὰρ ἐμοὶ τούτων; διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους; καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥςτε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε·

では、私にどうしろと仰るのですか。皆さんが言われることなら何でも私は実行しましょう。そして他のすべてのことについては何も口にしません。誰かが決算報告をしていない工事を行っていたとしても、あるいは今なお工事を続け、底なしの甕に注ぎ込むかのようにそれらを受け取ろうとして毎年の役人から絶えず金銭を受け取っているとしても、また他の何が起きようと、何も言いません。そうしたことが私に何の関係があるというのでしょう。私はそのストアを通行することなど決してないのですから、そのことははっきり知っておいてください。それとも私が労を執り、プロコンスル(属州総督)の許へ出頭して、約束した者たちから穏便に、各自の能力に応じて徴収するよう嘆願すべきでしょうか。私はそれを行う用意があるだけでなく、自らも約束の分担金の一部を拠出して他の人々の負担を軽減する用意すらあります。ただ、一つの指図を与えてください。

§47.20

εἰ δὲ μή, τὴν ἡσυχίαν ἕξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι. οὐ γὰρ ὥσπερ ἡ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν. πολὺ γὰρ γέγονα λεπτότερος ἢ ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοᾶς ἐπιβοῶντες. ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν ὁ χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων· καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογίζεσθαι καί με ἀγαπᾶν, ὃς πρῶτον οἴεταί με δεῖν1 πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν· ἔπειτα σμικρόν τι μέρος εὑρηκότα τῆς οὐσίας, καὶ πρὸς ταῖς πρότερον βλάβαις ἔτι καὶ τῆς ἀδελφῆς ἀποθανούσης ὠφεληθέντα μὲν μηδέν, ἀπολέσαντα δὲ πάντα, ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόν τε, ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μηδὲ ἀναλίσκειν παρὰ δύναμιν·

さもなければ、皆さんが叫ぶ声の中で私は沈黙を守るか、むしろ立ち去ることにします。肉を食らい尽くした狐が満腹のために樫の木の洞から出られなくなったのとは違って、私もそのせいで出ていくのが困難だというわけではありません。私はここへ入ってきたときよりもずっと痩せ細ったのですから。そして神々に誓って言いますが、ストアのことで騒ぎ立てることが私の機嫌を取ることになるとは思わないでください。私の聞くところでは、このポリスで私の機嫌を取り、私の利益を誰よりも気にかけてくれているのはほぼ一人の人物だけであり、友人にも親族にもこれほど私の身を案じる者はいません。彼が私のために適切に思慮を巡らし、私を愛してくれていると皆さんに思えるかどうか、検討してみてください。彼が言うには、まず私のように多くの危険を冒し辛酸を嘗めた者は、ここで静かに暮らし、自分自身のことに専念すべきであり、総督たちに取り入ったり、他のいかなる煩わしい仕事も抱えたりすべきではないとのことです。次に、財産のほんのわずかな一部を取り戻したにすぎず、以前の損害に加えてさらに妹が亡くなった際にも何ら利益を得ず、妹が持っていた私の財産をすべて失い、さらに土地を購入するために借金をしたのだから、この負債とそれ以前の借金を返済すべきであって、ストアを建設したり身分不相応な支出をしたりすべきではないと言うのです。

§47.22

ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον· εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παῤ οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μηδὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται·

さらに、私には皇帝との親交、おそらくは友情もあり、ほぼローマで最も権勢ある多くの人々とも親交があるのだから、彼らと共にいて名誉と賞賛を受けるべきであり、もし旅に出るのが楽しいのなら、熱烈な憧憬と厚意のうちに見送られながら最大規模の諸都市を訪れるべきだと言うのです。私が訪れる先の人々は私に感謝し、演説や助言を求め、朝早くから私の門前に集まるでしょうし、私が金を費やすことも付け足すことも何一つなく、すべての人が感嘆し、ことによると「ああ何と、この人は誰のポリスや領民の許を訪れても、すべての人々に愛され重んじられることか」と口にするかもしれないのだからと。

§47.23

ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι ἢ τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι. πρὸς θεῶν ὁ ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπʼ ἐμοῦ φιλεῖσθαι δίκαιος; ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον.

しかし、わずかな財産から出費を重ねたり、無益な雑務に忙殺されたり、手当てと多大の配慮を必要とする身体を怠惰によって衰弱させたり、魂をこれほど長い間哲学やそうした学問を味わわぬまま放置したり、誰それと比べられ、時には悪口を言われて悔しい思いをしたりすべきではないと言うのです。神々に誓って、私のためにこうしたことを思慮し語ってくれるあの人物こそ、すべての人間の中で私に最も好意的であり、私から最も愛されて当然ではないでしょうか。しかし、ある者が私のことを僭主であるかのように言うのを聞くとき、それは私には奇妙で滑稽に思われます。

§47.24

ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἷον εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦντας· ὧν οὐδὲν ἐγὼ ποιῶ· ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι2 πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων ἕνα ἀκήκοα ταῦτα ποιοῦντα, πρεσβύτην θρασύν.

というのも、私の知る僭主の所業とは、人妻と通じ、少年たちを毒牙にかけ、万人の見ている前で自由人を殴打・暴行し、中には拷問にかけ、沸騰する大釜に投げ込んだり、瀝青を塗って火をつけたりするようなものです。私はそうしたことを一切していません。また、もう一人の女の僭主セミラミスについては、高齢でありながら好色で、男たちに自分と交わることを強要したと知られています。また僭主たちの一人がそうしたことを行った傲慢な老人だったというのも耳にしたことがあります。

§47.25

ὧν τί πρὸς ἐμέ ἐστιν; ἢ ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς; ἀλλ’ οὐκ ἐῶ πίπτειν; ἢ ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι; ἀλλ’ οὐ φαῦλον τριβώνιον; ἀλλ’ ὅτι κομῶ καὶ γένεια ἔχω; τοῦτο δ’ ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ’ οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο3 βασιλικόν ἐστιν.

これらが私と何の関係があるというのでしょう。私が屋敷を贅沢に建てているからですか。しかし私はそれを倒壊するままにはさせていないだけではないでしょうか。それとも私が自ら紫衣を身にまとっているからですか。粗末な外套を着ているのではないですか。あるいは私が髪を伸ばし髭を生やしているからですか。しかしこれはおそらく僭主の特徴ではなく、王の特徴です。いずれにせよ、「善いことをしながら悪口を言われるのもまた王にふさわしいことだ」と誰かが言った通りなのです。

構文注3 件
  1. 47.21ὃς πρῶτον οἴεταί με δεῖν

    関係代名詞 ὃς の先行詞は直前の εἷς ἀνήρ(ある一人の男)。以降、動詞 οἴεται(考えている)に支配された対格不定詞構文(με δεῖν + 不定詞群)が三つの段落にわたって連続する。肯定の義務を表す不定詞(ἄγειν, προσέχειν, ἀποδοῦναι, συνεῖναι, ἐπιέναι)と、否定の義務を表す不定詞(μὴ οἰκοδομεῖν, μηδὲ ἀναλίσκειν, μὴ δαπανᾶν, ἀσχολεῖσθαι, καταφθείρειν, ἐᾶν, ἐξετάζεσθαι, κακῶς ἀκούειν, δάκνεσθαι)が対比的に並列され、政敵が親身な忠告者を装ってディオンの公的活動を抑制しようとする言動を皮肉を込めて再現している。

  2. 47.24ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι

    前文の ἐγὼ γὰρ ἐπίσταμαι(私は知っている)の目的語として対格 ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν が先取り(prolepsis)され、その具体的な内容が後続の ὅτι 節で説明されている。主動詞の反復省略を伴う構文であり、文頭に対格名詞句を提示して話題を転換・導入する修辞的機能を持つ。

  3. 47.25τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο

    冠詞付き不定詞句 τὸ κακῶς ἀκούειν(悪口を言われること)が主語。分詞 καλῶς ποιοῦντα は男性単数対格で、不定詞の意味上の主語(不特定の「人」τινά)と一致している。後続の指示代名詞 καὶ τοῦτο は先行する主語名詞句を受けて「これまた/これもやはり」と強調・再陳述する統語的役割(resumptive demonstrative)を果たしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.19-47.25