← ディオン・クリュソストモス

弁論集

§47.14-47.18

建築事業の公益性と弁者の板挟みの苦境

弁者は自らの建築事業が市民の同意に基づく公共のためのものであると弁明し、他都市の先例を挙げつつ、進めても中止しても非難される自らの板挟みの苦境を訴えて市民に助言を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§47.14

ᾤμην καὶ παρ’ ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης. καὶ τοῦτό γε ἀπέβη τοιοῦτον· καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε; ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς ἤ τινας ὑμῶν ἢ δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασίλεια ἢ τὰ Κροίσου ἢ τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν.

私は皆さんにおかれても同様であろうし、ポリスが整備されるのを誰も嫌がりはしないだろうと考えていたのです。そして実際、事態はそのように進みました。というのも、皆さんもこの計画に賛同され、自ら幾度も資金を拠出し、熱意を示されたからです。では、皆さんは何を望まれるのですか。私は皆さんの前で神々すべてにかけて誓いますが、皆さんやその一部の方々に不快感を与えたり、煙たがられたりすることと引き換えにするくらいなら、ダレイオスやクロイソスの王宮が自分の私有物になることも、私の父祖伝来の屋敷が、ネロの屋敷が名ばかりそう呼ばれているのとは違って文字通り黄金になることも、決して選びはしないでしょう。

§47.15

οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια· ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ τῶν σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν ᾖ τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.

というのも、黄金の屋敷など、黄金の鍋やペルシアにあるあのプラタナスの木と同じく、何の役にも立たないからです。これに対してポリスは、美しく整えられ、より多くの外気と広々とした空間を得て、夏には日陰を、冬には屋根の下で陽光を得て、見苦しく卑小な廃墟の代わりに高くそびえる大都市にふさわしい建物を備えてこそ有益なのです。それはあたかも、血統の良い子馬や子犬について、四肢が高く大きければ見る者が将来の大きさを予想し、低く成長が止まっていればいつまでもそのままだと言うのと同様、私たちのポリスについてもそうあるようにするためです。

§47.16

ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν; καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος· διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί. ἴσως δ’ ἂν ὅμοιος εἴην τοῖς τέττιξι· καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾅδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον, οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου·1 πολὺ γὰρ ἐλάττω τόπον ἐποίουν τοῦ παρ’ ἡμῖν, ὧν ἡ πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν· οὐδὲ τοὺς Ταρσεῖς οὐδὲ νῦν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν.

しかし、今になって私がこうしたことを語って何になるでしょう。あるソフィストが私を侮辱しようとして私のことを「サヨナキドリ」と呼んだのは的を射ていました。私見によれば、詩人たちがサヨナキドリを多弁な鳥と呼んでいるからでしょう。あるいは私はセミに似ているのかもしれません。セミも太陽を浴びて渇きを覚えながら愚かにも鳴き続け、何の益も得られないのですから。ただ、墓地や神域のことについて、次の点だけは見過ごすべきではないでしょう。アンティオケイアの人々は決してそのようなものに手をつけなかったはずだということです――というのも、彼らは私たちのところよりもはるかに狭い場所しか造っていなかったのですから。彼らの街は全長三十六スタディオンもあり、両側にストアを造ったというのに。またタルソスの人々も、さらには今般、墓を移転することを決議したニコメディアの人々も〔そのようなものに手をつけなかったはずだということ〕です。

§47.17

ὁ δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορᾶς καὶ τὸν ἀνδριάντα. οὐδεὶς γάρ ἐστι παρ’ ἐκείνοις φιλόπολις ἀνὴρ οὐδὲ ἐπιμελὴς περὶ τοὺς θεούς· ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς; ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν,2 τὴν Ποικίλην Ἀθήνησι, τὴν Περσικὴν ἐν Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, ἢ μόνον ἕξοντά με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν. ἀλλ’ οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον οὔτε ἄλλο τῶν δημοσίων οὐδέν.

また、皆さんがポリスの恩恵者として碑に名を刻まれたマクリノスは、国王プルシアスの記念碑とその彫像をアゴラから移転させました。彼ら(他都市の人々)のもとには愛国者も神々を気遣う者も一人もいないが、私たちのところには大勢いたというわけでしょうか。まあ、この問題はどのように考えられようと結構です。そもそも、ここにあるストアが私にとって何だというのでしょう。まるで私がどこでも好きな所を散歩できないとでも言うかのように。アテナイの彩色ストア、スパルタのペルシア風ストア、ローマの金色のストア、あるいはアンティオケイアやタルソスのストアで、より大きな名誉をもって歩くことができないとでも、あるいは他の市民は誰一人持たず歩きもせず、私一人だけがそれを所有して散歩でもするかのように。しかし、ポリスの中で、そこで運動するからといってギムナシオンをただ一人で所有する者は誰もいませんし、ストアも、公衆浴場も、他のいかなる公共施設もそうはなりません。

§47.18

ἢ ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι; πλὴν ὅ γε ἠξίωσα, συμβουλεύσατέ μοι. ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶν. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς3 καὶ τοὺς ἀνδριάντας ἐκ τοῦ μυδῶνος ἐρρυσάμην, καὶ νῦν ἐν τῷ φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μηδὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, Γιγνέσθω τὸ ἔργον ἢ καθαιρείσθω τὸ γεγονός· ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες.

それとも私が傲慢で分別を失っているとでもいうのでしょうか。ともあれ、私が求めたように助言をしてください。私はあらゆる方法で皆さんに気に入られたいと願いながら途方に暮れているのです。現に私が事業に手をつけ、工事を進めようと尽力すれば、ある人々は私が僭主のように振る舞い、ポリスや神域のすべてを取り壊していると言います。というのも明らかに、私はゼウスの神殿に火を放ち、彫像を湿気による腐食から救い出して、それらは現在ポリスの最も目立つ場所に置かれているのですから。一方で、誰にも嘆かせたくない、誰とも衝突したくないと私が沈黙を守っていれば、皆さんは「工事を完成させろ、さもなくば出来たものを取り壊せ」と叫ばれます。あたかも私にそれを突きつけ、非難するかのように。

構文注3 件
  1. 47.16ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου

    反語的・皮肉な文脈で用いられている。直前の「見過ごすべきではない(οὐκ ἄξιον... παραλιπεῖν)」を受けて ὅτι 節が導入されるが、内容(「アンティオケイア人やタルソス人やニコメディア人が墓地や神域に手をつけなかったはずだ」)は事実ではなく、後続の文で彼らが実際に移転や大規模工事を行ったことが示されるため、「彼らが手をつけなかったとでも言うかのように(実際には手をつけた)」という痛烈な反駁・反語として解釈される。

  2. 47.17ὥσπερ οὐκ ἔχοντά με ὅποι βούλομαι περιπατεῖν

    ὥσπερ に導かれる対格分詞構文(ἔχοντα, ἕξοντα)で、主節「私にとってここのストアが何だというのか(τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς)」に対して、他者が弁者に帰している理不尽な想定・口実(「まるで私が散歩する場所がないかのように」「自分一人で独占するかのように」)を表す。非人称的な対格絶対構文ではなく、文脈上の意味上の主語 με に一致した対格分詞による主観的理由・仮想の表現である。

  3. 47.18δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς

    δῆλον ὅτι(明白である)を用いた反語的表現。弁者がゼウス神殿に放火したはずはなく、むしろ彫像を湿気や腐朽から救い出して顕彰した功績があるにもかかわらず、反対派から「神域を破壊している」と告発されている不条理を、自嘲と皮肉を込めて「なるほど私が神殿を焼き払ったというわけだ」と誇張して述べている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:47.14-47.18