- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.7-34.13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者はタルソスが初代・第二代皇帝の恩恵により繁栄した歴史を回顧しつつ、歴代総督の告発や近隣都市との抗争が周囲の嫉妬や警戒を招いてきた構造を指摘し、弱小都市マルロスの挑発に対しても強者としての節度と自制をもって臨むよう説く。
ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον.1 ὑμῖν γάρ, ἄνδρες Ταρσεῖς, συμβέβηκε μὲν πρώτοις εἶναι τοῦ ἔθνους, οὐ μόνον τῷ μεγίστην ὑπάρχειν τὴν πόλιν τῶν ἐν τῇ Κιλικίᾳ καὶ μητρόπολιν ἐξ ἀρχῆς, ἀλλʼ ὅτι καὶ τὸν δεύτερον Καίσαρα ὑπὲρ πάντας ἔσχετε οἰκείως ὑμῖν διακείμενον. τὸ γὰρ διʼ ἐκεῖνον ἀτύχημα τῇ πόλει συμβὰν εἰκότως αὐτὸν εὔνουν ὑμῖν ἐποίει καὶ σπουδάζειν, ὅπως μείζονες ὑμῖν φανήσονται τῶν διʼ αὐτὸν συμφορῶν αἱ παρʼ αὐτοῦ χάριτες.
次に、これらについて私自身がいかなる考えを抱いているか、そしてあなたがたにとって現在何を行うことが、また総じてどのように国家の先頭に立つことが、将来のあらゆる時代にわたって有益であると私が考えているかを示しましょう。というのも、タルソスの人々よ、あなたがたは、この都市がキリキアの諸都市の中で最大であり古くからの母市であるというだけでなく、第二の皇帝(アウグストゥス)が誰よりもあなたがたに対して親愛の情を寄せていたということによっても、この民族の第一人者となる境遇に恵まれたからです。彼ゆえにこの都市に降りかかった災難が、彼に当然にもあなたがたへの好意を抱かせ、彼からもたらされる恩恵が彼ゆえの災厄よりも大きく見えるよう配慮させることになったのです。
τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνος ὑμῖν παρέσχε,2 χώραν, νόμους, τιμήν, ἐξουσίαν τοῦ ποταμοῦ, τῆς θαλάττης τῆς καθʼ αὐτούς· ὅθεν ταχὺ μείζων ἐγένετο ἡ πόλις καὶ διὰ τὸ μὴ πολύν τινα χρόνον διελθεῖν τὸν ἀπὸ τῆς ἁλώσεως, καθάπερ οἱ μεγάλῃ μὲν νόσῳ χρησάμενοι, ταχὺ δʼ ἀνασφήλαντες, ἐπειδὰν τύχωσιν ἱκανῆς τῆς μετὰ ταῦτα ἐπιμελείας, πολλάκις μᾶλλον εὐέκτησαν.
それゆえ、真の友や同盟者であり、あれほどの大いなる熱意を示した者たちに対して人が与えるであろうあらゆるものを、あの皇帝もまたあなたがたに与えました。すなわち、領土、法、名誉、河川の支配権、自らの前の海の支配権です。ここから都市は急速に大いなるものとなり、また陥落からさほど多くの歳月が経っていなかったこともあって、あたかも大病を患いながらも素早く回復した人々が、その後に十分な養生を得たならば、往々にして以前よりも頑健になるのと同じようなことになったのです。
καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν·ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.
もっとも、それに続く出来事に関して言えば、一部の総督たちが横暴になり、あなたがたが彼らに法的追及を加えたことは、世人が考えるようには都市の益となりませんでした。何者かとして目立ち、自分たちだけでなく他者をも助け、さらには誓って、後々の者たちが不正を働くのをより躊躇するようになるという点については、彼らが処罰を受けたことは有益でした。しかし別の面では、この都市を嫉妬の対象とし、あなたがたが生まれつき扱いにくく軽々に告発を行う者たちであるとみなされる原因となったのです。というのも、頻繁に訴えを起こすことは、すでに昔から誣告の兆候とみなされてきたのであり、とりわけ支配者についての議論が支配者たちに対してなされる場合はなおさらだからです。人々は、過度な被害を受けたことによるのではなく、支配されることを欲しないことによってその反感が生まれるのだと疑うからです。
πάλιν τοίνυν ἕτερον πρᾶγμα συμβὰν ὑπὲρ ὑμῶν τρόπον τινὰ ὅμοιον τούτῳ γέγονεν. οἱ γὰρ Αἰγαῖοι φιλοτιμίαν ἀνόητον ἐπανελόμενοι πρὸς ὑμᾶς, τὸ περὶ τὰς ἀπογραφὰς ἐξαμαρτάνοντες, αὐτοὶ μὲν ἔπταισαν, ἔτι δὲ μᾶλλον τὸν καθʼ ὑμῶν φθόνον καὶ τοιαύτην τινὰ ἡσυχῇ διαβολὴν εἰργάσαντο πρὸς τὴν πόλιν ὡς ἐπαχθῆ καὶ βαρεῖαν ταῖς ἄλλαις.
さてさらに、あなたがたの側で生じた別の出来事も、ある意味でこれと似たものとなりました。アイガイアの民は、あなたがたに対して分別のない対抗心を燃やし、財産登録に関して過ちを犯したために、自ら破滅しただけでなく、あなたがたに対する嫉妬をなおいっそう掻き立て、この都市が他の諸都市にとって我慢ならず重荷であるという密かな中傷を都市に対して生じさせたのです。
καὶ ταῦτα μὲν ἐκ τοῦ πρότερον χρόνου. τὰ δὲ νῦν οἵ γε Μαλλῶται διαφέρονται πρὸς ὑμᾶς, αὐτοὶ μὲν ἅπαντα ἀδικοῦντες καὶ θρασυνόμενοι, τῷ δὲ ἀσθενεῖς εἶναι καὶ πολὺ ἥττους μᾶλλον τὴν τῶν ἀδικουμένων τάξιν ἀεὶ λαμβάνοντες. οὐ γὰρ ἃ ποιοῦσιν ἔνιοι σκοποῦσιν, ἀλλὰ τίνες ὄντες, οὐδὲ τοὺς ἀδικοῦντας ἢ βιαζομένους ἐθέλουσιν ἐξετάζειν πολλάκις, ἀλλʼ οὓς εἰκὸς βιάζεσθαι τῷ δύνασθαι πλέον. εἰ γοῦν ὑφʼ ὑμῶν ἐπράχθη τι τοιοῦτον οἷον ὑπʼ ἐκείνων νῦν γέγονε, πορθεῖν ἂν ἐδοκεῖτε τὰς πόλεις καὶ ἀποστάσεως ἄρχειν καὶ πολέμου, καὶ στρατοπέδου δεῖν ἐφʼ ὑμᾶς.
そしてこれらは昔の出来事です。しかし現下のこととしては、マルロスの者たちがあなたがたに対して抗争を起こしており、彼ら自身はあらゆる不正を働き横柄に振る舞っているにもかかわらず、弱小で著しく劣勢であることによって、常に不正を被っている側の立場をむしろ獲得しているのです。一部の人々は彼らが何をしているかを見るのではなく、彼らが何者であるかを見るのであり、不正を犯している者や暴力を行使している者を詳しく吟味しようとはしばしば思わず、より大きな力を持つがゆえに暴力を振るいそうな者の方を見るからです。現に、もし今彼らによってなされているようなことがあなたがたによって行われたとしたら、あなたがたは諸都市を略奪し、反乱と戦争を率先して引き起こしており、あなたがたに対して軍隊を差し向ける必要があるとみなされたことでしょう。
οὐκοῦν δεινὰ πάσχομεν, ἐρεῖ τις, εἰ τούτοις μὲν ἐξέσται ποιεῖν ὅ, τι ἂν ἐθέλωσι καὶ τοῦτο ἀπολαύσουσι τῆς ἐρημίας τῆς ἑαυτῶν, ἡμεῖς δὲ κινδυνεύσομεν, ἐὰν μόνον κινηθῶμεν. ἔστω δεινὸν καὶ ἄδικον. ἀλλʼ οὐκ, εἴ τι μὴ δίκαιον πέφυκε γίγνεσθαι, δεῖ πρὸς τοῦτο φιλονικοῦντας αὑτοὺς περιβάλλειν ἀτόπῳ τινί, μᾶλλον δὲ προορᾶν καὶ φυλάττεσθαι. τὸ γὰρ συμβαῖνον ὅμοιόν ἐστι τῷ περὶ τοὺς ἀθλητάς, ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται.
「それなら、彼らには自分たちの欲するままを行うことが許され、自らの無力さから生じるこの恩恵を享受する一方で、我々の方は少し動いただけで危険に晒されるとは、我々はひどい目に遭っているではないか」と誰かが言うでしょう。それがひどいことであり、不当なことであるのは認めましょう。しかし、理不尽な事態が起こるのが世の常であるからといって、これに対して意地を張り、自分自身を不都合な境遇に追い込んではならず、むしろ先を見通して警戒すべきなのです。現に起きている事態は、小さな選手がはるかに大きな選手と戦うときの、競技者たちの周りで起こる事柄に似ています。
τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται· τὸν δʼ οὐδεὶς ὁρᾷ πάνθʼ ἃ δύναται ποιοῦντα.3 τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐδὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην.
というのも、大柄な選手には規約に反することは何一つ許されず、意図せず違反を犯したとしても鞭打たれますが、小柄な選手については、できる限りのあらゆることを行っていても誰も目を留めません。それゆえ、そこにおいても自制心があり真に優れた人間たる者は、力において相手を凌駕しつつも、そうした不公平な扱いには目をつぶるものなのです。あなたがたも分別を持つならば、正義によって、また都市の偉大さによって嫉妬する者たちを凌駕し、怒りや憤りから何かを行ったりはしないでしょう。そしてこの事柄については、思うに私が予告したとおり、改めて後ほど論じることにいたしましょう。
- 34.7ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον.
文頭の ἔπειτα は直前の箇所の末尾にある主動詞 ἐπιδείξω に係っており、間接疑問節・関係節群(ἣν αὐτὸς ἔχω γνώμην... καὶ τί... καὶ πῶς...)をその目的語として導いている。全体として「次に、私がこれらについてどのような見解を持っているか、そして何を行うことが…有益であるかを(示しましょう)」という構文骨格をなす。
- 34.8τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνος ὑμῖν παρέσχε
関係節 ἅ τις ἂν... において動詞(希求法 παράσχοι など)が省略されており、「人が真の友に与えるであろうあらゆるもの」を意味する。続く主節の κἀκεῖνος(καὶ ἐκεῖνος)は先行詞節を受けて主語を強調的・復元的に提示する構文(resumptive use)である。
- 34.13τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται· τὸν δʼ οὐδεὶς ὁρᾷ πάνθʼ ἃ δύναται ποιοῦντα.
直前の比喩「小さな選手がはるかに大きな選手と戦うとき(ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται)」における対比を受けている。与格 τῷ μὲν は大きな選手(タルソスに相当)を指し、厳格な規則適用を受ける側を示す。対する対格 τὸν δέ は小さな選手(マルロスに相当)を指し、反則を行っても見逃される側を示す。
