← ディオン・クリュソストモス

弁論集

§34.14-34.19

近隣諸邦の反発と都市内部の分断への警告

弁者はソロイやアダナなど近隣諸都市の不満、総督との関係悪化、そしてタルソス内部の各階層の分断を指摘し、数日間の表向きの団結に惑わされず、私欲と対抗心を捨てて真の和協を築くよう説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.14

νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι διʼ ἃ πλείονος σκέψεως φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. ἡ μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ1 μηδὲ τοὺς Αἰγαίους τάχα μηδὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μηδὲ τοὺς μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλʼ ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας.

しかし今や、現在の時勢がより多くの熟慮を必要としていると私が主張する理由である残りの点についても論じましょう。マッロスの者たちの敵意や反目は、あなたがたをそれほど悩ませるべきではありません。しかし、こちらのソロイやアダナの者たち、そしておそらくは他の幾つかの者たちも同様の態度をとり、少しも寛容ではなく、むしろ重荷に感じ、悪態をつき、他の者たちへの服従をより望んでいるという事実は、アイガイアの者たちも、おそらくマッロスの者たちも、あながちまったく不当に憤慨しているわけではないのではないか、また一方は嫉妬から、他方は不当な利得を望んであなたがたに反目したのではなく、おそらく都市の側に何らかのそのような性質があり、何らかの形で弱小な者たちを侮り悩ませているのではないかという疑念を生じさせるのです。

§34.15

ταῦτα γὰρ ἔστι μὲν οὐκ ἀληθῆ, ταὐτὰ δʼ ἂν ὑμᾶς ὡς ἀληθῆ βλάψειεν. φέρε δὴ καὶ τὰ πρὸς τὸν στρατηγὸν ὑμῖν ὡς ἔχει λογίσασθε. πρότερον μὲν ὑποψία μόνον ὑπῆρχεν ὡς οὐχ ἡδέως ὑμῶν διακειμένων, ἀλλʼ ὅμως ἐκεῖνός τε ἐπολιτεύετο πρὸς ὑμᾶς καὶ ὑμεῖς πρὸς ἐκεῖνον καὶ φανερὸν οὐδὲν ἦν· ἄρτι δὲ ὑμεῖς τε τῷ δοκεῖν ἐλαττοῦσθαι παροξυνθέντες εἴπατέ τι κἀκεῖνος προήχθη καὶ γράψαι πρὸς ὀργὴν καὶ ποιῆσαι τοῦθʼ, ὅπερ μὴ πρότερον.

これらは実際には事実ではないにせよ、事実であるかのごとくあなたがたを害する可能性があります。さあ、総督に対するあなたがたの関係がいかなる状態にあるかも考えてみなさい。以前は、あなたがたが好意を抱いていないという疑念が存在しただけであり、それでもなお彼もあなたがたに対して、あなたがたも彼に対して折り目正しく振る舞い、何ひとつ表面化することはありませんでした。ところが最近、あなたがたは侮られたと思い込んで苛立ち、ある言葉を口にし、彼もまた怒りに駆られて書状を送り、以前にはなかったような行動を取るに至ったのです。

§34.16

νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν.2 οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν ὁ δῆμος καὶ χωρὶς ἡ βουλὴ καὶ νῦν ἔτι καθʼ αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες· ὥσπερ εἰ πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ ὁ κυβερνήτης, ἰδίᾳ δὲ ὁ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦτα λέγεται, ἀλλʼ οὖν προσήκει μὴ διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐδʼ ὃ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον.

「ゼウスにかけて、しかし都市自体の事柄や、あなたがた相互の関係は本来あるべきように進んでいる」とでも言うのでしょうか。つい先日まで民衆は民衆で、評議会は評議会で別々に分かれ、今なお長老会は自分たちだけで集まり、各自が明らかに私的な利益を追求していたではありませんか。それはまるで航海において、水夫たちが私的に自らの利益を求め、舵手も船主も私的な利益を求めるかのようです。たとえこうしたことが度々語られているとしても、だからといって聞き流すべきではありません。初めて語られたことや、かつて耳にしたことがないことを進んで受け入れるべきなのではなく、事態に適合し、何らかの有益さを備えていることこそを受け入れるべきだからです。

§34.17

νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπʼ ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν ἢ τεττάρων ἡμερῶν; οὐδὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μηδὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος· εἰ δʼ οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε· μηδʼ εἰ ταὐτό ποτʼ ἐφθέγξασθε καὶ τὴν αὐτὴν ἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως.

「ゼウスにかけて、だが今は和解し、共同で協議している」と言うかもしれません。しかし、怒りから生じ、わずか三日か四日しか経っていないような和協を、誰が安全で確実なものとみなせるでしょうか。少し前まで熱を出していた人を、誰も確実に治癒したとは言えないのと同じです。ですからあなたがたも、望ましくは何倍もの歳月が過ぎるまでは、そうでなくとも少なくとも、まさに反目し合っていたのと同じだけの歳月が過ぎるまでは、自分たちが調和を保っていると言ってはなりません。また、あるとき同じ言葉を発し、同じ衝動を共有したからといって、都市の病がすでに根絶されたなどと考えてはなりません。

§34.18

καὶ γὰρ ἐν τοῖς ἀναρμόστοις ὀργάνοις ἐνίοτε οἱ φθόγγοι συνεφώνησαν πρὸς ὀλίγον, εἶτα εὐθὺς ἀπᾴδουσιν. ὥσπερ οὖν τὸ μὲν τρῶσαί τι καὶ διελεῖν ταχὺ γίγνεται καὶ πάνυ ῥᾳδίως, τὸ δὲ συμφῦσαι καὶ συναγαγεῖν χρόνου δεῖται καὶ προσοχῆς, οὕτω καὶ ἐπὶ τῶν πόλεων ἔχει. τὸ μὲν διενεχθῆναι καὶ στασιάσαι πρόχειρον καὶ διὰ μικρὰ συμβαίνει πολλάκις, τὸ δὲ καταστῆναι καὶ τὴν προσήκουσαν λαβεῖν διάθεσιν καὶ πίστιν μὰ Δίʼ οὐκ ἔστιν εἰπόντας οὐδὲ δόξαντας μετανοεῖν εὐθὺς ἔχειν.

というのも、調律の合っていない楽器においても、時には音律が束の間調和することがあっても、すぐに調子外れになるからです。したがって、何かに傷をつけたり分裂させたりすることは速やかにかつ極めて容易に生じるのに対し、癒着させて結び合わせるには歳月と細心の注意が必要であるのと同様に、諸都市においても事情は全く同じです。反目し合い内紛を起こすことは容易であり、些細なことから頻繁に起こりますが、落ち着きを取り戻し、ふさわしい心構えと信頼を抱くことは、誓って言いますが、言明したり悔い改めたように思わせたりしたからといって、ただちに得られるものではありません。

§34.19

ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι.3 ὡς παρʼ οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθʼ ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων.

なぜなら、おそらくあなたがたの間においてのみならず、他のすべての人々の間においても、このことは何か大いなる治療、というよりむしろ祈りを必要とするからです。なぜなら、心を動揺させ混乱させる悪徳、すなわち嫉妬、貪欲、好戦的な対抗心、各自が祖国や公共の利益を顧みずに自らを増大させようとすることから解放された上でなければ、強固に心を一つにし、同じ道を選択することなど決してあり得ないからです。これらやこれらに類する他の悪徳が勢力を持つ者たちの間では、逆風が荒れ狂う海上におけるのと同様に、常に危うい状態に置かれ、些細なことによって衝突し動揺させられることが不可避なのです。

構文注3 件
  1. 34.14τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ

    主節の主語は冠詞付き不定詞句「τὸ ... ἔχειν ... ἐθέλειν」で、主動詞「ποιεῖ」に係り、目的語「ὑποψίαν」を従えている。続く「τοῦ ... ἄχθεσθαι ... ἠλλοτριῶσθαι」は名詞「ὑποψία」の内容を規定する属格の名詞的(内容説明的)不定詞句である。

  2. 34.16νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν.

    仮想の反論を提示する反論導入句(hypophora)。ここでは反語的に相手側の楽観的な主張を挙げ、直後の反語疑問文「οὐ χθὲς καὶ πρῴην...」(昨日今日まで分断していたではないか)によって即座にそれを論駁する論理構成をとっている。

  3. 34.19οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι.

    非人称表現「οὐκ ἔστιν ἄλλως ἢ ...」(〜する以外に道はない)に続く文。不定詞「συμπνεῦσαι」「προελέσθαι」の意味上の主語として対格分詞「ἀπολυθέντας」が置かれている(一方、単数対格分詞「ἐάσαντα」は冠詞付き不定詞句「τοῦ ζητεῖν ...」内の対格主語「ἕκαστον」を修飾する)。属格の名詞群および不定詞句「φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν...」は分離の属格として「ἀπολυθέντας」にかかる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.14-34.19