← ディオン・クリュソストモス

弁論集

§13.32-13.37

徳の教師の招聘と魂の治療による国家の健全化

語り手は、真の幸福と国家の安全のためには魂の病を治す徳の教師を招聘して全市民が学ぶべきだと説き、徳が高まれば富への欲望や無駄な消費が減って国家は健全になると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.32

σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι καὶ ταῖς ψυχαῖς ἀναλάβωσι, διδασκάλους ποθὲν τούτων εὑρόντες καὶ τῶν ἄλλων ἁπάντων ἀμελήσαντες, εἴτε Ἕλληνας εἴτε Ῥωμαίους εἴτε τις παρὰ Σκύθαις ἢ παρʼ Ἰνδοῖς ἀνήρ ἐστι διδάσκαλος ὧν εἶπον, ὥσπερ οἶμαι τοξικῆς τε καὶ ἱππικῆς ἢ νὴ Δία ἰατρός τις θεραπεύειν ἐπιστάμενος τὰ νοσήματα τοῦ σώματος, οὕτως ἱκανὸς ὢν ἰᾶσθαι τὰς τῆς ψυχῆς νόσους, ὅστις ἀκολασίας καὶ πλεονεξίας καὶ τῶν τοιούτων ἀρρωστημάτων δυνήσεται ἀπαλλάξαι τοὺς ὑπʼ αὐτῶν κρατουμένους, τοῦτον παραλαβόντας καὶ ἀγαγόντας, λόγῳ πείσαντας ἢ φιλίᾳ·

そして、もし節制と勇気と正義を修練し、魂に受容するならば、他のあらゆる事柄を差し置いて、どこからであれこれらの教師を見出し――それがギリシア人であれローマ人であれ、あるいはスキタイ人やインド人の間に私が述べた事柄の教師がいるのであれ――思うに弓術や馬術の場合のように、あるいは誓って言うが、肉体の疾患を治癒する心得のある医師のように、魂の病を癒やす能力があり、放縦や貪欲、またそうした不健康な状態からそれに支配されている者たちを解放できる人物を見出すなら、その人を言論か友情によって説得して連れて来て迎え入れねばならない、と。

§13.33

χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐδὲ ἄλλοις δώροις· καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι1 τοὺς νέους ἅπαντας φοιτᾶν παρʼ αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἕως ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων·

なぜなら、金銭やその他の贈り物によってそのような人が説得されることはあり得ないからである。そして彼をアクロポリスに据え、法律によって若者全員が彼のもとに通って共に過ごすよう布告し、年長者たちも同様にそうすべきであり、それは全員が賢者となり、正義を愛し、金や銀や象牙、さらに美味な料理や香油や肉欲を蔑視して、第一に何よりも自分自身を支配し、次いで他の人々をも支配して、幸福に暮らすようになるまで続けられるべきだ、と。

§13.34

τότε γάρ, ἔφην, ἔσται ὑμῶν ἡ πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατʼ ἀλήθειαν· ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη γίγνηται παρʼ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαὶ καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε·

「なぜならその時こそ」と私は言った。「諸君の国家は真実において偉大で、強力で、支配的なものとなるでしょう。現在のところ、その大きさは疑わしく、決して安全なものではありません。なぜなら」と私は言った。「諸君のもとで勇気と正義と節制が増大すればするほど、それだけ銀や金、象牙や琥珀の器、水晶、柑香木、黒檀、婦人の装飾品、刺繍、染め布、そして一言で言えば現在この都市で尊ばれ争奪の対象となっているすべての物は減少し、諸君はそれらをより必要としなくなるからです。

§13.35

ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός·2 καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων. τὸ δὲ πάντων παραδοξότατον· ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται παρʼ ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπʼ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρʼ ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφροτέρα καὶ ἀσφαλεστέρα.

そして徳の頂に到達した暁には、何一つ必要としなくなるでしょう。また、より小さく、より優れた家に住むようになり、怠惰で何の役にも立たない奴隷のこれほどの大群を養うこともなくなるでしょう。そして何よりも驚くべきことには、諸君がより敬虔で神聖になればなるほど、諸君のもとで乳香や薫香や花冠は減少し、より少ない犠牲を、より少ない出費で捧げるようになり、現在諸君のもとで養われている人口全体はずっと減り、都市全体が、あたかも荷を軽くされた船のように浮上して、はるかに軽快で安全なものとなるでしょう。

§13.36

ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους3 σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.

シビュラやバキスが真に優れた神託官や預言者であったなら、諸君は彼らもまた諸君に対してまさにこれと同じことを預言しているのを見出すでしょう。しかし、至る所からことごとくこの一つの場所に集められた富の夥しさのせいで、贅沢と貪欲が支配している現在の状況は、あたかもパトロクロスの火葬の薪積みを多くの木材、多くの遺体と衣類、さらにこれに加えて獣脂や油で飾り立てたアキレウスが、風がやって来てこれらを燃え上がらせ点火するよう、神酒を注ぎ犠牲を約束しながら呼び求めるのと酷似しています。

§13.37

τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν. οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε· λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικήν.

なぜなら、そのような事柄は人々の傲慢と放縦を燃え上がらせる性質を少なからず持っているからです。」しかしながら私は、彼らにとって教育を受けることが困難であるとは言いませんでした。「諸君は他のことでも、以前は誰にも優っていなかったのに、望んだ事柄はすべて容易に習得したのですから」と私は言いました。「私が言っているのは、馬術、弓術、重装歩兵術のことです」

構文注3 件
  1. 13.32σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι ... παραλαβόντας καὶ ἀγαγόντας ... καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι

    直前の箇所の末尾の間接話法構文(語り手がローマ人衆徒に向けて語った内容)を継承する長大な構文。主文の枠組みは、命令・勧告を表す対格不定詞構文(προαγορεῦσαι)であり、その動作主体(不定詞の意味上の主語)として対格分詞 παραλαβόντας, ἀγαγόντας, καταστήσαντας(ローマ人たち)が置かれている。途中に介在する条件節(ἐάνπερ ἐκμελετήσωσι...)および長大な挿入的修飾要素(διδασκάλους... εὑρόντες... εἴτε... ὥσπερ... ὅστις...)によって主動詞的不定詞 προαγορεῦσαι までの統語的距離が大きく離隔している。

  2. 13.34ἐλαττόνων αὐτῶν δεήσεσθε· ὅταν δὲ ἐληλυθότες ἦτε ἐπʼ ἄκρον ἀρετῆς, οὐδενός

    動詞 δεήσεσθε(δέομαι「必要とする、欠いている」の未来形)が支配する属格(ἐλαττόνων αὐτῶν「それらをより少なく」)の構文。続く文では動詞 δεήσεσθε が省略されており、属格 οὐδενός(「何一つ〜ない」)が同一の欠乏・要求の属格として単独で対比的に置かれている。

  3. 13.36ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς ... παρακαλεῖ τοὺς ἀνέμους

    比況構文 ὅμοιόν ἐστιν ὥσπερ εἰ(「あたかも〜であるかのようだ」)において、仮定条件的な接続法や希求法ではなく直説法現在(παρακαλεῖ)が用いられている。これはホメロス叙事詩のよく知られた場面を眼前に生き生きと描き出す描写的な直説法用例である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.32-13.37