← ディオン・クリュソストモス

弁論集

§13.25-13.31

真の教育の欠如とローマでの説得の試み

話者は、ペルシア戦争等の勝敗が教育や徳ではなく偶然によるものであることをソクラテスの議論を引いて示し、真の教育(自己への配慮と哲学)の必要性を説いた上で、自身がローマで群衆に対してその教えを真似て語った経緯を述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.25

ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ διʼ ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκις δὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες.

したがって、レスリングを知らない二人の人間がレスリングをする場合、一方が他方を倒すことが時にあるとしても、それは熟練によるのではなく、ある種の偶然によるのであり、しばしば同じ者が二度続けて倒すこともあるのと同様に、アテナイ人とペルシア人が交戦した際も、ある時はアテナイ人が優勢となり、またある時は、後にスパルタ人と共に戦いながらこの都市の城壁を取り壊した時のように、ペルシア人が優勢となったのだ。

§13.26

ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶ Κόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον; οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας.

それなら、そのときアテナイ人はより教養を欠き、より無学になっていたとでも私に言うことができるだろうか。それともまた後にコノンの時代、クニドス沖の海戦で勝利したとき、彼らはより巧みに格闘し、より上手に歌っていたとでも言うのだろうか。このようにして彼は、彼らが有為な教育を何一つ受けていなかったことを論証したのである。

§13.27

καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴ μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν·1 τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς· εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι.2

さらに、教育を受けておらず、必要なことを何一つ知らず、生活への十分な備えもなしに生き、これほど重大な事柄を為そうと企てることは、当の彼ら自身にとっても喜ばしいことではない、と述べた。彼ら自身、無知で無教育な者たちを、正しく生きることができないとして非難するからである。そして無知な者とは、機織りや製靴を知らない者でも、踊ることを知らない者でもなく、何を知ることで善美の徳ある人であることが可能であるかを知らない者のことである、とした。

§13.28

καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν· ᾔδει γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι. τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.

そしてこのようにして、まさに自己を配慮し、自らに心を向けるよう勧めたのである。なぜなら、このことを求める者たちは、哲学すること以外の何もしないであろうと知っていたからである。善美の徳ある人になる道を求め、それに熱中することは、哲学することに他ならないからである。もっとも、彼はしばしばこのように名づけたわけではなく、ただ善き人間になる道を求めることだけを命じていた。

§13.29

πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν· ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους3 περὶ τῶν θαυμαζομένων παρʼ αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον·

そこで私は、他の人々に対しても、だいたいこれら古風で素朴な事柄について語り合っていたが、ローマそのものに着いてからは平穏に過ごすことを許されなかったので、私自身独自の議論を展開する勇気はなく、大いなる古風さと無知を自覚していたために、嘲笑され、愚か者と思われるのを恐れていた。しかし私はこう考えた。「さあ、もし私がこうした議論を真似て、彼らの間で崇敬されている事柄について、それらのどれ一つとして善いものではないということ、また贅沢や放縦について、そして彼らが多くの優れた教育を必要としていることについて語り合えば、おそらく人々は私がこう語るのを嘲笑せず、愚か者とも言わないだろう。

§13.30

εἰ δὲ μή, ἕξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ ὁ Ἀπόλλων σοφὸν αὐτὸν ἡγήσατο. καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τούτους.

たとえそうでなくても、これらの言葉は、全ギリシア人がその知恵ゆえに称賛し、かのアポロンすらも知者と認めた人物のものである、と言うことができるだろう。多くのことを知り、多くの知者と交わったマケドニアの王アルケラオスも、彼がこれらの言葉を語るのを聞くために、贈り物や報酬を用意して彼を招いたのだ」と。

§13.31

οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις· οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι· πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν, ὅτι δέονται παιδείας κρείττονος4 καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατʼ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν, ἥτις αὐτοὺς μεταπείσει καὶ διδάξει ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον·

まさにそのようにして私も、ローマ人が私を招き、語るよう求めてきたとき、彼らに語りかけようと努めたのである。もっとも、レスリング場や散策路で二、三人を引き留めてそうしたのではなく――あの都市ではそのように交わることは不可能だったからである――同じ場所に大勢で集まってきた人々に向かって、彼らが真の意味で真実に幸福になろうとし、今のように多くの人々の思惑によってではないとするならば、より優れた、より入念な教育を必要としていること、そしてその教育こそが彼らを説いて考えを改めさせ、彼らが熱心に追求しあらゆる熱意をもって獲得し、それを多く得れば得るほどより良くより至福に生きられると考えている事柄が、どれ一つとして善いものではないということを教えるのだ、と語りかけたのである。

構文注4 件
  1. 13.27καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴ μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν

    不定詞 ἀρέσκειν は、先行する文脈から引き継がれた間接話法(ソクラテスが語った内容の伝達)を形成している。主語は定冠詞付き不定詞句「τό γε ἀπαίδευτον εἶναι ... ἐπιχειρεῖν」であり、述語動詞 ἀρέσκειν は目的語として対格 αὐτοὺς ἐκείνους を取っている(ἀρέσκω は与格のほか対格目的語も取る)。続く ψέγειν, εἶναι も同様に間接話法の不定詞として並列している。

  2. 13.27ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι

    関係詞 ἃ は εἰδότα の目的語。ἔστιν は「可能である」(=ἔξεστιν)を意味する非人称的用法。分詞 εἰδότα は対格不定詞構文の意味上の主語(特定されない「人」τινά)に一致した対格であり、「何を知ることによって、善美の徳ある人であることが可能となるのか」を表す。

  3. 13.29φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους

    間投詞的に用いられた命令法 φέρε(「さあ」「思えば」)に、接続法を伴う条件節 ἂν ... διαλέγωμαι が後続している。帰結節は τυχὸν οὐ καταγελάσουσί μου(「おそらく彼らは私を嘲笑しないだろう」)であり、未来の想定・蓋然性を述べる構文である。

  4. 13.31ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις ... ὅτι δέονται παιδείας κρείττονος

    主動詞句 ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις から、長い対比的挿入句(οὐ κατὰ δύο καὶ τρεῖς ... πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν)を挟んで ὅτι 節が結びついている。この ὅτι 節は διαλέγεσθαι の伝達内容(「〜と説いて語りかける」)を導く名詞節である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.25-13.31