- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.47-12.51
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ディオは神についての第四の導き手として哲学者を提示し、立法者を審査から除いた上で、詩人・造形家・哲学者の比較を開始する。まず最高峰の彫刻家ペイディアスを想定上の全ギリシア法廷に立たせ、そのオリュンピアのゼウス像が動物さえ魅了し人間の魂の苦痛を癒やす絶大な美の力を備えていることを語りかける。
καὶ μὴν τῆς ἁπλῆς καὶ πρεσβυτάτης ἐννοίας1 περὶ θεῶν καὶ ξυγγενῶς πᾶσιν ἀνθρώποις ἅμα τῷ λόγῳ φυομένης πρὸς τοῖς τρισὶ τούτοις ἑρμηνεῦσι καὶ διδασκάλοις τέταρτον ἀνάγκη παραλαβεῖν, οὐδαμῇ ῥᾴθυμον οὐδὲ ἀπείρως ἡγούμενον ἔχειν ὑπὲρ αὐτῶν, λέγω δὲ τὸν φιλόσοφον ἄνδρα, λόγῳ ἐξηγητὴν καὶ προφήτην τῆς ἀθανάτου φύσεως ἀληθέστατον ἴσως καὶ τελειότατον.
さらには、神々についての素朴で最も古く、すべての人間に理性の目覚めとともに生得的に芽生える観念に関して、これら三者の解釈者および教師たちに加えて、第四の者、すなわち彼らについて決して軽率でなく、経験を欠いているとは考えていない者を迎える必要がある。私が言うのは哲学者であり、この者こそ言論によって不死の本性を解き明かす、恐らくは最も真実で最も十全な予言者・解釈者なのである。
τὸν μὲν οὖν νομοθέτην ἐάσωμεν τὰ νῦν εἰς εὐθύνας ἄγειν, ἄνδρα αὐστηρὸν καὶ τοὺς ἄλλους αὐτὸν εὐθύνοντα· δέοι γὰρ ἂν αὐτὸν αὐτοῦ φείδεσθαι καὶ τῆς ὑμετέρας ἀσχολίας. ὑπὲρ δὲ τῶν λοιπῶν ἑκάστου γένους προχειρισάμενοι τὸν ἄκρον σκοπῶμεν, εἴ τινα ὠφέλειαν ἢ καὶ βλάβην φανήσονται πεποιηκότες πρὸς εὐσέβειαν τοῖς αὑτῶν ἔργοις ἢ λόγοις, ὅπως τε ἔχουσιν ὁμολογίας ἢ τοῦ διαφέρεσθαι ἀλλήλοις, καὶ τίς αὐτῶν ξυνέπεται τῷ ἀληθεῖ μάλιστα, τῇ πρώτῃ καὶ ἀδόλῳ γνώμῃ σύμφωνος ὤν. πάντες οὗτοι ξυνᾴδουσιν, ὥσπερ ἑνὸς ἴχνους λαβόμενοι, καὶ τοῦτο σῴζοντες, οἱ μὲν σαφῶς, οἱ δὲ ἀδηλότερον. οὐ γὰρ ἂν ἴσως δέοιτο παραμυθίας ὁ τῇ ἀληθείᾳ φιλόσοφος, εἰ μὴ πρὸς σύγκρισιν ἄγοιτο ποιηταῖς ἀγαλμάτων ἢ μέτρων, καὶ ταῦτα ἐν ὄχλῳ πανηγύρεως ἐκείνοις φίλων δικαστῶν.
そこで、立法者を現時点で審査にかけることは差し控えることにしよう。彼は厳格な男であり、彼自身が他者を審査する立場にあるからだ。彼自身を容赦し、またあなたがたの多忙に配慮すべきであろうから。しかし残る者たちについては、各々の分野から最高峰の者を選び出し、彼らが自らの作品や言葉によって敬虔さに対して何らかの益をもたらしたか、それとも害をもたらしたか、また彼ら相互の間でどれほど一致し、あるいは相違しているか、そして彼らのうち誰が最初の純真な見解と調和して最も真理に付き従っているかを検討することにしよう。これらすべての者たちは、あたかも一つの足跡を捉え、それを保ちながら、ある者は明瞭に、ある者はより不明瞭に声を合わせているのである。なぜなら、真の哲学者は、もし彫像や韻律の詩人たちとの比較に引き出されるのでなければ、しかも彼らに好意的な裁判人たちの集う祭典の群衆の中でなければ、恐らく弁護を要することなどないはずだからである。
εἰ γάρ τις Φειδίαν πρῶτον ἐν τοῖς Ἕλλησιν εὐθύνοι, τὸν σοφὸν τοῦτον καὶ δαιμόνιον ἐργάτην τοῦ σεμνοῦ καὶ παγκάλου δημιουργήματος, καθίσας δικαστὰς τοὺς βραβεύοντας τῷ θεῷ τὸν ἀγῶνα, μᾶλλον δὲ κοινὸν δικαστήριον ξυμπάντων Πελοποννησίων, ἔτι δὲ Βοιωτῶν καὶ Ἰώνων καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πανταχοῦ κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, οὐ τῶν χρημάτων λόγον ἀπαιτῶν οὐδὲ τῆς περὶ τὸ ἄγαλμα δαπάνης, ὁπόσων χρυσὸς ὠνήθη ταλάντων καὶ ἐλέφας, ἔτι δὲ κυπάριττος καὶ θύον πρὸς τὴν ἐντὸς ἐργασίαν μόνιμος ὕλη καὶ ἀδιάφθορος, τροφῆς τε καὶ μισθῶν ἀναλώματος τοῖς ἐργασαμένοις οὐκ ὀλίγοις οὐδὲ ὀλίγον χρόνον ἄλλοις τε οὐ φαύλοις δημιουργοῖς καὶ τὸν πλεῖστον μισθὸν ὑπὲρ τῆς τέχνης Φειδίᾳ· ταῦτα μὲν γὰρ Ἠλείοις προσήκοντα λογίσασθαι τοῖς ἀναλώσασιν ἀφθόνως καὶ μεγαλοπρεπῶς· ἡμεῖς δὲ ὑπὲρ ἄλλου φήσομεν τῷ Φειδίᾳ προκεῖσθαι τὸν ἀγῶνα· εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν,2 ὦ βέλτιστε καὶ ἄριστε τῶν δημιουργῶν, ὡς μὲν ἡδὺ καὶ προσφιλὲς ὅραμα καὶ τέρψιν ἀμήχανον θέας εἰργάσω πᾶσιν Ἕλλησι καὶ βαρβάροις, ὅσοι ποτὲ δεῦρο ἀφίκοντο πολλοὶ πολλάκις, οὐδεὶς ἀντερεῖ.
もし誰かが、神のための競技を取り仕切る者たちを裁判人として座らせ、いやむしろ全ペロポネソス人、さらにはボイオティア人、イオニア人、そしてヨーロッパやアジアの至る所にいる他のすべてのギリシア人からなる合同法廷を設けて、ギリシア人の中で、荘厳にして無上の美を誇る創作品のあの賢明で神々しい製作者であるペイディアスをまず審査に引き出し、金や象牙が何タラントンで購入されたか、さらには内部の構造のための恒久不朽の木材であるイトスギやビャクシンがどれほどであったかという費用や神像に関する出費の計算を要求するのではなく、また少なくない人数で少なからぬ期間作業に従事した他の劣らぬ職人たちへの食費や賃金の出費、そしてペイディアス自身の技術に対する最大の報酬の計算を求めるのでもないとすれば――というのも、それらを計算することは、惜しみなく壮大に出費したエーリス人たちにふさわしいことだからである。だが我々は、ペイディアスには別の事柄をめぐって試練が課せられていると言うであろう――もし誰かが彼に向かってこのように語りかけるとしたら、「職人たちの中で最善にして最も優れた方よ、あなたが過去に何度も大挙してここにやって来たすべてのギリシア人や異邦人に対して、いかに甘美で親しみ深く、言葉を絶する歓喜を与える眺めを作り出したかについては、誰も異論を挟まないでしょう。
τῷ γὰρ ὄντι καὶ τὴν ἄλογον ἄν ἐκπλήξειε τοῦτό γε τῶν ζῴων φύσιν, εἰ δύναιντο προσιδεῖν μόνον, ταύρων τε τῶν ἀεὶ πρὸς τόνδε τὸν βωμὸν ἀγομένων, ὡς ἑκόντας ὑπέχειν τοῖς καταρχομένοις, εἴ τινα παρέξουσι τῷ θεῷ χάριν, ἔτι δὲ ἀετῶν τε καὶ ἵππων καὶ λεόντων, ὡς τὸ ἀνήμερον καὶ ἄγριον σβέσαντας τοῦ θυμοῦ πολλὴν ἡσυχίαν ἄγειν, τερφθέντας ὑπὸ τῆς θέας· ἀνθρώπων δέ, ὃς ἂν ᾖ παντελῶς ἐπίπονος τὴν ψυχήν, πολλὰς ἀναντλήσας συμφορὰς καὶ λύπας ἐν τῷ βίῳ μηδὲ ὕπνον ἡδὺν ἐπιβαλλόμενος, καὶ ὅς3 δοκεῖ μοι κατʼ ἐναντίον στὰς τῆσδε τῆς εἰκόνος ἐκλαθέσθαι ἂν πάντων ὅσα ἐν ἀνθρωπίνῳ βίῳ δεινὰ καὶ χαλεπὰ γίγνεται παθεῖν.
実に、ただ仰ぎ見ることさえできれば、この祭壇へ絶えず引かれてくる牡牛たちは、もし神に何らかの喜びをもたらせるのであれば、儀式を始める者たちに自ら進んで頭を差し出すほどに、さらには鷲や馬やライオンであっても、その眺めに歓喜して心の荒々しさや獰猛さを消し去り、大いなる静けさを保つほどに、言葉を持たぬ動物の本性さえもこの眺めは驚嘆させることでありましょう。また人間の中でも、心底から魂の苦難に苛まれ、生涯において多くの災禍と悲痛を汲み尽くし、甘美な眠りさえ訪れないような者であっても、そうした者さえも、この神像の前に立てば、人の世において耐え忍ばねばならない恐ろしく過酷なことのすべてを忘れ去るに違いないと私には思われるのです。」
- 12.47τῆς ἁπλῆς καὶ πρεσβυτάτης ἐννοίας
文頭の属格句は、後ろの「ἑρμηνεῦσι καὶ διδασκάλοις(解釈者および教師たち)」にかかる目的格的属格。語順上文頭に前置されて主題(神々に関する生得的観念)を提示している。
- 12.50εἰ γάρ τις Φειδίαν πρῶτον ἐν τοῖς Ἕλλησιν εὐθύνοι ... εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν
長大な条件節の枠組み。「εἰ γάρ τις ... εὐθύνοι」で始まった条件節は、裁判人の設定や費用審査の否定(「οὐ τῶν χρημάτων λόγον ἀπαιτῶν...」)などの長大な挿入句を挟むことで構文的中断(アナコルートン)に陥り、節50の「εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν」によって条件節が再開され、ペイディアスへの直接話法(「ὦ βέλτιστε...」以下、「οὐδεὶς ἀντερεῖ」も「ὡς μὲν ... εἰργάσω」を受けるその内部の主節)が導かれるが、条件文全体の帰結節はこの箇所ではまだ現れない。
- 12.51καὶ ὅς
関係代名詞 ὅς が直前の関係節「ὃς ἂν ᾖ...」(魂の苦難に苛まれる者)の主語を指示代名詞的に受ける用法(「καὶ οὗτος」に相当)。先行詞を持たない関係節の主語を、主節内で「その者さえも」と強調して再喚起している。
