← ディオン・クリュソストモス

弁論集

§12.42-12.46

神観念の第四の源泉としての造形芸術

ディオは神と親に対する人間の敬愛の類似性を論じ、生得的・詩的・法的な源泉に続く第四の源泉として彫刻や絵画などの造形芸術を挙げ、名高い芸術家たちが視覚を通じて神々の観念を民衆に伝えた過程を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.42

σχεδὸν οὖν μέχρι τοῦδε ὁμοίως πρόεισι τοῖς ἀνθρώποις τὰ περὶ τοῦ πρώτου καὶ ἀθανάτου γονέως, ὃν καὶ πατρῷον Δία καλοῦμεν οἱ τῆς Ἑλλάδος κοινωνοῦντες, καὶ τὰ περὶ τῶν θνητῶν καὶ ἀνθρωπίνων γονέων. καὶ γὰρ δὴ ἡ πρὸς ἐκείνους εὔνοια καὶ θεραπεία τοῖς ἐκγόνοις πρώτη μὲν ἀπὸ τῆς φύσεως καὶ τῆς εὐεργεσίας ἀδίδακτος ὑπάρχει, τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον τοῦ γεννηθέντος εὐθὺς ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος1 ὅπως ἂν ᾖ δυνατόν, δευτέρα δὲ καὶ τρίτη ποιητῶν καὶ νομοθετῶν, τῶν μὲν παραινούντων μὴ ἀποστερεῖν χάριν τὸ πρεσβύτερον καὶ ξυγγενές, ἔτι δὲ αἴτιον ζωῆς καὶ τοῦ εἶναι, τῶν δὲ ἐπαναγκαζόντων καὶ ἀπειλούντων κόλασιν τοῖς οὐ πειθομένοις, ἄνευ τοῦ διασαφεῖν καὶ δηλοῦν ὁποῖοί τινές εἰσιν οἱ γονεῖς καὶ τίνων εὐεργεσιῶν χρέος ὀφειλόμενον κελεύουσι μὴ ἀνέκτιτον ἐᾶν. ὁρῶ μὲν οὖν ἔγωγε τοῖς πολλοῖς πανταχοῦ τὴν ἀκρίβειαν κοπῶδες καὶ τὰ περὶ τοὺς λόγους οὐδὲν ἧττον οἷς μέλει πλήθους μόνον, οὐδὲν προειπόντες οὐδὲ διαστειλάμενοι περὶ τοῦ πράγματος, οὐδὲ ἀπό τινος ἀρχῆς ἀρχόμενοι τῶν λόγων, ἀλλʼ αὐτό γε, ὥς φασιν, ἀπλύτοις ποσὶ2 διεξίασι τὰ φανερώτατα καὶ γυμνότατα. καὶ ποδῶν μὲν ἀπλύτων οὐ μεγάλη βλάβη διά τε πηλοῦ καὶ πολλῶν καθαρμάτων ἰόντων, γλώττης δὲ ἀνεπιστήμονος οὐ μικρὰ ζημία γίγνεται τοῖς ἀκροωμένοις. ἀλλὰ γὰρ εἰκὸς τοὺς πεπαιδευμένους, ὧν λόγον τινὰ ἔχειν ἄξιον, συνεξανύειν καὶ συνεκπονεῖν, μέχρις ἂν ὡς ἐκ καμπῆς τινος καὶ δυσχωρίας καταστήσωμεν εἰς εὐθεῖαν τοὺς λόγους.

したがって、ほぼこの点に至るまで、人間の間では、我々ギリシアの民が「父祖のゼウス」とも呼ぶ最初の不死の親に関する事柄と、可死の人間の親に関する事柄とは同様に進むのである。なぜなら、子孫にとって親たちへの好意と奉仕は、第一に自然と恩恵から生じる教えられざるものとして存しており、生み育て慈しんでくれたものを、生み出された者が直ちに可能な限り愛し返し、仕え返すからである。第二および第三のものは詩人たちと立法者たちによるものであり、前者は年長で血のつながりがあり、さらには命と存在の原因である者から感謝を奪ってはならないと勧め、後者は親がどのような者であるか、いかなる恩恵の負債を未払いのままにしてはならないと命じているのかを明確にし説明することなしに、従わない者たちに強制を加え刑罰を予告するのである。さて、私自身が見るところ、世の多くの人々にとってはどこにおいても厳密さは骨の折れるものであり、語られる事柄についても、ただ分量のみを気にかける人々にとっても同様であって、彼らはその事柄について何もあらかじめ語ることも区別することもなく、言論のいかなる始点からも始めることなく、世に言われるように、洗わぬ足で最も明白で剥き出しの事柄を通り抜けていく。そして、泥や多くの塵芥の中を行く洗わぬ足は大した害ではないが、未熟な舌は聞き手たちに少なからぬ損害をもたらすのである。しかし、幾らか考慮するに値する教養ある人々ならば、我々が言論をある曲がり角や険路から平坦な直線へと導き入れるまで、共に成し遂げ、共に労苦を担うのが当然であろう。

§12.44

τριῶν δὴ προκειμένων γενέσεων τῆς δαιμονίου παρʼ ἀνθρώποις ὑπολήψεως, ἐμφύτου, ποιητικῆς, νομικῆς, τετάρτην φῶμεν τὴν πλαστικήν τε καὶ δημιουργικὴν τῶν περὶ τὰ θεῖα ἀγάλματα καὶ τὰς εἰκόνας, λέγω δὲ γραφέων τε καὶ ἀνδριαντοποιῶν καὶ λιθοξόων καὶ παντὸς ἁπλῶς τοῦ καταξιώσαντος αὑτὸν ἀποφῆναι μιμητὴν διὰ τέχνης τῆς δαιμονίας φύσεως, εἴτε σκιαγραφίᾳ μάλα ἀσθενεῖ καὶ ἀπατηλῇ πρὸς ὄψιν, χρωμάτων μίξει καὶ γραμμῆς ὅρῳ σχεδὸν τὸ ἀκριβέστατον περιλαμβανούσῃ, εἴτε λίθων γλυφαῖς εἴτε ξοάνων ἐργασίαις, κατʼ ὀλίγον τῆς τέχνης ἀφαιρούσης τὸ περιττόν, ἕως ἂν καταλίπῃ αὐτὸ τὸ φαινόμενον εἶδος, εἴτε χωνείᾳ χαλκοῦ καὶ τῶν ὁμοίων ὅσα τίμια διὰ πυρὸς ἐλαθέντων ἢ ῥυέντων ἐπί τινας τύπους, εἴτε κηροῦ πλάσει ῥᾷστα ξυνακολουθοῦντος τῇ τέχνῃ καὶ πλεῖστον ἐπιδεχομένου τὸ τῆς μετανοίας·

神的なものに関して人々の間に存する観念の三つの源泉、すなわち生得的なもの、詩的なもの、法的なものが提示されたいま、第四のものとして、神々の神像や肖像に関する造形および制作の源泉を挙げよう。私の言うのは、画家、彫像家、石工、そしておよそ自ら技術によって神的な本性の模倣者たらんと任じたすべての者たちのことである。それは、視覚に対して極めて薄弱で欺瞞的でありながら、色の混合と輪郭線の境界によってほぼ最も精密なものを包み込む陰影画によるものであれ、技術が余分なものを少しずつ削り取って現れ出る形そのものを残すに至る石の彫刻や木彫によるものであれ、あるいは青銅やそれと同種の貴金属が火によって鍛えられ、あるいは型へと流し込まれる鋳造によるものであれ、さらには技術に最も容易に従い、修正の余地を最も多く残す蝋の塑像によるものであれ、そうした技術である。

§12.45

οἷος ἦν Φειδίας τε καὶ Ἀλκαμένης καὶ Πολύκλειτος, ἔτι δὲ Ἀγλαοφῶν καὶ Πολύγνωτος καὶ Ζεῦξις καὶ πρότερος αὐτῶν ὁ Δαίδαλος. οὐ γὰρ ἀπέχρη τούτοις περὶ τἄλλα ἐπιδείκνυσθαι τὴν αὑτῶν δεινότητα καὶ σοφίαν, ἀλλὰ καὶ θεῶν εἰκόνας καὶ διαθέσεις παντοδαπὰς ἐπιδεικνύντες, ἰδίᾳ τε καὶ δημοσίᾳ χορηγοὺς τὰς πόλεις λαμβάνοντες, πολλῆς ἐνέπλησαν ὑπονοίας καὶ ποικίλης περὶ τοῦ δαιμονίου, οὐ παντελῶς διαφερόμενοι τοῖς ποιηταῖς καὶ νομοθέταις, τὸ μὲν ὅπως μὴ δοκῶσι παράνομοι καὶ ταῖς ἐπικειμέναις ἐνέχωνται ζημίαις, τὸ δὲ ὁρῶντες προκατειλημμένους αὐτοὺς ὑπὸ τῶν ποιητῶν3 καὶ πρεσβυτέραν οὖσαν τὴν ἐκείνων εἰδωλοποιίαν. οὔκουν ἐβούλοντο φαίνεσθαι τοῖς πολλοῖς ἀπίθανοι καὶ ἀηδεῖς καινοποιοῦντες.

ペイディアス、アルカメネス、ポリュクレイトス、さらにはアグラオフォン、ポリュグノトス、ゼウクシス、そして彼らより前のダイダロスがそのような者たちであった。というのも、彼らにとっては他の事柄において自らの技量と知恵を示すだけでは満足できず、私的にも公的にも諸都市を後援者として得ながら、神々の肖像や多様な容姿を示し、〔人々を〕神的なものに関する豊かで多様な思惑で満たしたからである。彼らは詩人たちや立法者たちと完全に意見を異にしていたわけではない。その一つには、法に背く者と見なされて定められた罰を被ることがないようにするためであり、もう一つには、人々がすでに詩人たちによって先取りされており、詩人たちの像の制作のほうがより古いものであるのを見て取っていたからである。したがって彼らは、目新しいことを企てて多くの人々に信じがたく不快に思われることを望まなかった。

§12.46

τὰ μὲν οὖν πολλὰ τοῖς μύθοις ἑπόμενοι καὶ συνηγοροῦντες ἔπλαττον, τὰ δὲ καὶ παρʼ αὑτῶν εἰσέφερον, ἀντίτεχνοι καὶ ὁμότεχνοι τρόπον τινὰ γιγνόμενοι τοῖς ποιηταῖς, ὡς ἐκεῖνοι διʼ ἀκοῆς ἐπιδεικνύντες, ἀτεχνῶς καὶ αὐτοὶ διʼ ὄψεως ἐξηγούμενοι τὰ θεῖα τοῖς πλείοσι καὶ ἀπειροτέροις θεαταῖς. πάντα δὲ ταῦτα τὴν ἰσχὺν ἔσχεν ἀπὸ τῆς πρώτης ἀρχῆς ἐκείνης, ὡς ἐπὶ τιμῇ καὶ χάριτι ποιούμενα τοῦ δαιμονίου.

それゆえ、彼らは多くの場合神話に従い、それに同調して像を造ったが、あるものは自ら付け加えもし、ある意味で詩人たちの好敵手となり同業者となった。すなわち、かの〔詩人〕たちが聴覚を通じて示すのと同様に、彼ら自身もまったくのところ視覚を通じて多くのより未熟な鑑賞者たちに神的なものを解き明かしたのである。そしてこれらすべてのものは、神的なものへの名誉と感謝のために行われるものとして、あの最初の根源からその力を得たのである。

構文注3 件
  1. 12.42τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον τοῦ γεννηθέντος εὐθὺς ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος

    τοῦ γεννηθέντος ... ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος は属格絶対構文であり、意味上の主語「生み出された者(子)」を表す。一方、文頭の中性単数分詞 τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον は、この属格絶対構文の中の複合動詞 ἀντιφιλέω および ἀντιθεραπεύω の直接目的語(「生み、育て、慈しんだもの=親」)として機能している。語順の倒置(目的語の前置)が見られる。

  2. 12.43ἀπλύτοις ποσὶ

    「洗わぬ足で」という表現は、「何の準備も敬意の念もなく、無作法かつ軽率に事に及ぶ」ことを意味するギリシア語の慣用句(諺表現)である。ここでは事前の定義や順序立てた論証を欠いたまま、雑駁に本題を急ぐ弁論家たちの態度を批判的に形容している。

  3. 12.45προκατειλημμένους αὐτοὺς ὑπὸ τῶν ποιητῶν

    分詞構文 προκατειλημμένους の対格主語 αὐτούς は、前の τὰς πόλεις(諸都市=その市民・人々)を意味の上で受け、直後の文の「民衆・大衆」(τοῖς πολλοῖς)に相当する人々を指す代名詞である。芸術家たち自身ではなく、神話を聞いて育った「聴衆・市民たち」がすでに詩人たちによって先入観を植え付けられていた(prepossessed)ことを意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.42-12.46