← ディオン・クリュソストモス

弁論集

§11.140-11.147

アイネイアースの植民派遣とホメーロスの意図

ヘクトールによるアイネイアースらのヨーロッパ植民団派遣と、追放されたギリシア人たちへのトロイア側の支援を論じ、俗説に惑わされず史実の誤謬を暴いたうえで、同胞を励ますための方便であったとしてホメーロスの虚構を弁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11.140

τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς· ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς· οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.

アカイア人たちが船出して去ったのち、大群衆が市内に集まり、援軍の者たちも全員が立ち去ることを望んではおらず、そのうえアイネイアースが支配権の一部を得られないなら甘受しない構えであるのを見て――というのも、戦争を戦い抜いてアカイア人たちを追い払ったあかつきにはそうするとプリアモスが彼に約束していたからである――、ヘクトールは財を惜しまず、彼が望むだけの軍勢を伴わせて、あらゆる熱意を込めて植民船団を送り出したと言われている。

§11.141

λέγειν δὲ αὐτὸν ὡς ἄξιος μὲν εἴη βασιλεύειν καὶ μηδὲν καταδεεστέραν ἀρχὴν ἔχειν τῆς αὑτοῦ, προσήκειν δὲ μᾶλλον ἑτέραν κτήσασθαι γῆν· εἶναι γὰρ οὐκ ἀδύνατον πάσης κρατῆσαι τῆς Εὐρώπης· τούτων δὲ οὕτως γενομένων ἐλπίδας ἔχειν τοὺς ἀπʼ αὐτῶν ἄρχειν ἑκατέρας τῆς ἠπείρου, ἐφʼ ὅσον ἂν σώζηται τὸ γένος.

そしてヘクトールは、アイネイアースが王として君臨し、自分自身の支配権に少しも劣らない支配権を持つにふさわしい人物であるが、別の地を獲得する方がむしろ相応しいと説いたという。全ヨーロッパを平定することも不可能ではないからであり、こうなれば、一族が存続する限り子孫たちが両大陸を支配するという希望が持てるからである。

§11.142

ταῦτα δὴ ἀξιοῦντος Ἕκτορος ἑλέσθαι τὸν Αἰνείαν, τὰ μὲν ἐκείνῳ χαριζόμενον, τὰ δὲ ἐλπίζοντα μειζόνων τεύξεσθαι· οὕτως δὴ τὴν ἀποικίαν γενέσθαι ἀπὸ ἰσχύος καὶ φρονήματος ὑπό τε ἀνθρώπων εὐτυχούντων παραχρῆμά τε δυνηθῆναι καὶ εἰς αὖθις. ὁρῶντα δὲ Ἀντήνορα Αἰνείαν στελλόμενον καὶ αὐτὸν ἐπιθυμῆσαι Εὐρώπης ἐπάρξαι, καὶ γενέσθαι στόλον ἄλλον τοιοῦτον. πρὸς δὲ τούτοις ἐγκαλοῦντα Ἕλενον ὡς ἐλαττούμενον Δηιφόβου δεηθῆναι τοῦ πατρός, καὶ λαβόντα ναῦς καὶ στρατιὰν ὡς ἐφʼ ἕτοιμον τὴν Ἑλλάδα πλεῦσαι καὶ κατασχεῖν ὅλην τὴν ἔκσπονδον.

ヘクトールがこのように求めたので、アイネイアースは、一方では彼の意を迎え、他方ではさらに大きなものを手に入れることを期待して、これを受け入れたという。こうして植民は勢力と気概に基づき、また盛運にある人々によってなされ、直ちにも将来においても力を得たのである。またアンテーノールは、アイネイアースが送り出されるのを見て、自身もヨーロッパの地を支配することを望み、同様の別の船団が仕立てられた。これらに加えて、ヘレノスもデーイポボスに劣後させられていると不満を申し立てて父に懇願し、船と軍勢を得て、まるでおあつらえ向きの獲物であるかのようにギリシアへ船出し、休戦協定の圏外にあった地をすべて掌握したという。

§11.143

οὕτω δὴ καὶ Διομήδην φεύγοντα ἐξ Ἄργους, ἐπειδὴ τὸν Αἰνείου στόλον ἐπύθετο, ἐλθεῖν πρὸς αὐτόν, εἰρήνης καὶ φιλίας αὐτοῖς γενομένης, δεηθῆναί τε βοηθείας τυχεῖν, διηγησάμενον τάς τε Ἀγαμέμνονος καὶ τὰς αὑτοῦ συμφοράς. τὸν δὲ ἀναλαβεῖν αὐτὸν ἔχοντα ὀλίγας ναῦς καὶ μέρος τι παραδοῦναι τῆς στρατιᾶς, ἐπειδὴ πᾶσαν ἔσχε τὴν χώραν.

こうして、アルゴスから亡命したディオメーデースも、アイネイアースの船団のことを知ると、彼らの間に平和と友好が結ばれていたために彼の許を訪れ、アガメムノーンの悲運と自分自身の悲運を語って救援を願い出たという。そしてアイネイアースは、少数の船しか持たない彼を受け入れ、全土を領有したのちに軍勢の一部を引き渡したという。

§11.144

ὕστερον δὲ τῶν Ἀχαιῶν τοὺς ἐκπεσόντας ὑπὸ Δωριέων, ἀποροῦντας ὅποι τράπωνται δι’ ἀσθένειαν, εἰς τὴν Ἀσίαν ἐλθεῖν ὡς παρὰ φίλους τε καὶ ἐνσπόνδους τοὺς ἀπὸ Πριάμου τε καὶ Ἕκτορος, Λέσβον τε οἰκῆσαι κατὰ φιλίαν παρέντων καὶ ἄλλα οὐ μικρὰ χωρία. ὅστις δὲ μὴ πείθεται τούτοις ὑπὸ τῆς παλαιᾶς δόξης, ἐπιστάσθω ἀδύνατος ὢν ἀπαλλαγῆναι ἀπάτης καὶ διαγνῶναι τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς.

のちにドーリス人によって追放され、無力さゆえにどこへ向かうべきか途方に暮れたアカイア人たちも、プリアモスとヘクトールの子孫たちを友人であり盟約関係にある者として頼ってアジアへ渡り、彼らが好意から譲渡したレスボスやその他の少なからぬ地所に入植したのである。昔からの通説にとらわれてこれらのことに得心がいかない者がいるとすれば、その者は欺瞞から脱却して虚偽を真実から見分けることができないのだと知るがよい。

§11.145

τὸ γὰρ πιστεύεσθαι πολὺν χρόνον ὑπὸ ἀνθρώπων ἠλιθίων οὐδέν ἐστιν ἰσχυρὸν οὐδὲ ὅτι τὰ ψευδῆ ἐλέχθη παρὰ τοῖς πρότερον· ἐπεί τοι καὶ περὶ ἄλλων πολλῶν διαφέρονται καὶ τἀναντία δοξάζουσιν. οἷον εὐθὺς περὶ τοῦ Περσικοῦ πολέμου, οἱ μέν φασιν ὑστέραν γενέσθαι τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῆς ἐν Πλαταιαῖς μάχης, οἱ δὲ τῶν ἔργων τελευταῖον εἶναι τὸ ἐν Πλαταιαῖς·

愚かな人々によって長きにわたり信じられてきたということには何らの説得力もなく、かつての人々の間で偽りが語られていたということも何ら根拠にはならない。というのも、彼らは他の多くの事柄についても意見を違え、正反対のことを信じているからである。たとえばペルシア戦争について直ちに言えることとして、ある人々はサラミースの海戦がプラタイアの戦いの後であったと言い、他の人々はプラタイアの戦いこそが一連の出来事の最後であったと言う。

§11.146

καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων.1 οὐ γὰρ ἴσασιν οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον· οἱ δέ δεύτεροι καὶ τρίτοι τελέως ἄπειροι καὶ ὅ, τι ἄν εἴπῃ τις παραδέχονται ῥᾳδίως· ὁπότε τὸν Σκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον, ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν καὶ ἀνελόντας τὸν τύραννον.

それらの出来事の直後に記録されたにもかかわらず、そうなのである。大衆は正確な事実を知らず、風聞を耳にするだけであり、それは当時の時代に生きていた者たちですらそうであった。二世代目、三世代目の者たちとなると完全に無知であり、誰かが言うことを何でも安易に受け入れてしまう。なにしろ、彼らはラケダイモーン人のスキーリーティス部隊などという、トゥーキューディデースが述べるように決して存在しなかった部隊の名を挙げたり、アテーナイ人たちが、僭主を討ち果たして都市を解放したとしてハルモディオスとアリストゲイトンを誰よりも重んじたりしているからである。

§11.147

καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθέντα ὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι.2 βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ.3 πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς· ἔπειτα ὠφέλειάν τινα εἶχε τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν.

まして人間界の事柄を論じる必要がどこにあろうか、ウーラノスがクロノスによって、クロノスがゼウスによって去勢されたと語ることを平然とあえてなし、人々を信じ込ませているほどであるのに。というのも、よくあることだが、最初に頭に焼きついた事柄が支配してしまうと、いかに奇異な話であっても信じ込まれてしまうからである。しかし私はホメーロスについても弁護したいと思う。彼が虚構を語ったとしても、彼に理解を示すことは不当ではないからである。第一に、彼の虚構は神々についての虚構に比べればはるかにましなものである。第二に、それは当時のギリシア人たちにとって、アジアからの勢力との間に予期されていたような戦争が起きたとしても動揺しないようにするための、一定の益をもたらすものであった。そしてギリシア人たる者が、あらゆる手段を尽くして同胞を益することは、非難に当たらないことなのである。

構文注3 件
  1. 11.146παραχρῆμα τῶν ἔργων

    παραχρῆμα は通常単独で副詞として用いられるが、ここでは時間的起点を示す奪格的属格 τῶν ἔργων を伴い、「出来事の直後に」という意味の副詞句を形成している。

  2. 11.147τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι

    τοῦ πρώτου は中性名詞化(「最初に耳に入った説」「先入観」)として καταλαβόντος(「心を捉える・支配する」)の主語をなす独立属格構文である。主節の ἄτοπον ... ἐστι は「信じ込まれるという事態(τὸ πεισθῆναι)は奇異である」という意味をなす。

  3. 11.147ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ

    ὁμολογεῖν は与格(αὐτῷ ψευδομένῳ)を伴い、「偽りを語っている彼に対して同調する(認める・寛容な態度を取る)」の意。οὐκ ἀνάξιον は二重否定によって「十分にふさわしい・理由がある」という肯定的なニュアンスを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.140-11.147