- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.134-11.139
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
オデュッセウスの遅参と求婚者たちの横暴、メネラーオスのエジプト定住とその詩的証拠、さらにはアイネイアースやヘレノスらトロイア側が西方やギリシア本土で栄華を極めた歴史を挙げ、戦争の真の勝敗を逆転させて論証する。
Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ μὲν αἰσχυνόμενος, τὰ δʼ ὑποπτεύων τὰ πράγματα.1 καὶ διὰ τοῦτο ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν ἡ τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων τῶν Ὀδυσσέως οὐδὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ μηδένα αὐτοῖς ἐπιχειρεῖν.
オデュッセウスは故意に帰還を遅らせたが、それは一つには恥じ入り、一つには情勢を警戒していたからである。そしてこのために、ケファッレーニアの若者たちはペーネロペーへの求婚と財産の略奪に走ったのである。そしてオデュッセウスの友人のだれ一人として彼を救援せず、かくも近隣にいたネストールさえ救援しなかった。遠征に参加した者たちはみな落ちぶれ、悲惨な境遇にあったからである。反対に、もし勝利を収めていたのであれば、万人に恐るべき者と映り、誰も彼らに手を下そうとはしなかったはずである。
Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλʼ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπʼ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο.2 γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος.
他方、メネラーオスはペロポンネーソスへまったく戻らず、エジプトにとどまった。そして彼の到着を示す他の証拠とともに、彼の名にちなんで呼ばれる州(ノモス)が存在するが、もし彼が放浪の末に一時的に立ち寄ったにすぎないのなら、そのようなことはなかったであろう。そして彼は王の娘を娶り、神官たちに遠征の次第を何一つ隠さずに語ったのである。
σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλʼ αἰθρία δι’ ἔτους καὶ πρᾷος ἀήρ· ὁ γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαι τὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα.3
ホメーロスもほぼこのことを知っており、それをほのめかしている。すなわち、メネラーオスは死後、神々によってエーリュシオンの野に送られたと彼は述べているが、そこは雪も降らず冬もなく、年中快晴で穏やかな大気がある場所である。エジプトの地こそまさにそのような場所だからである。また、後代の詩人たちの幾人かも真相を察していたように私には思われる。というのも、ある悲劇詩人は、ヘレネーは帰着するやいなやオレステースに命を狙われたが、兄弟たちが現れたときに姿を消したと述べているからである。もしヘレネーがのちにギリシアに定住しメネラーオスと同棲していたことが明白であったなら、この詩人がこのような筋立てを作ることは決してなかったであろう。
τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰς τοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης· τοῦτο δὲ Ἕλενος εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν παρʼ αὐτοῖς ἢ τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων; .
このように戦争後のギリシア人の状況はこれほどの不幸と零落に立ち至ったが、他方トロイア側の状況はずっと優れ、より名誉あるものとなった。というのも、一つにはアイネイアースがヘクトールによって船団と大軍とともに派遣され、ヨーロッパで最も恵まれた土地であるイタリアを領有したからであり、他方ヘレノスはギリシアの真っ只中に赴いてモロッソイ人たちの王となり、テッサリアに隣接する大陸部を支配したからである。それにしても、敗者が勝者の国へ渡航して彼らの地で王権を握ることと、反対に勝者が敗者の国へ赴くことの、どちらが自然であっただろうか。
- 11.134τὰ μὲν αἰσχυνόμενος, τὰ δʼ ὑποπτεύων τὰ πράγματα
τὰ μέν ... τὰ δέ は内的な対格(副詞的対格)として機能し、「一つには〜、他方では〜」の意で後続の分詞節(αἰσχυνόμενος と ὑποπτεύων)を対比的に導いている。
- 11.135οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο
反実仮想の条件文(εἰ + 直説法アオリスト ἀφίκετο)に対し、帰結節で動詞(ἦν τοῦτο や ἐγένετο など)が省略された構文。ἄν は省略された帰結動詞に係る。「もし彼が放浪して短期間立ち寄っただけであったなら、〔そのようなことには〕ならなかったであろう」の意。
- 11.136τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα
主節の ἐποίησεν は先行する悲劇詩人(τις τῶν τραγῳδοποιῶν)を作劇・作詩の意味上の主語とする。従属節は φαίνομαι + 分詞(κατοικήσασα, συνοῦσα)の構文で、「ヘレネーが〜していたことが誰の目にも明らかであったなら」という事実確認を表す(不定詞を伴う「〜と思われていた」との違いに注意)。全体として過去・現在の反実仮想条件文を構成している。
