← 偽ロンギヌス

崇高について

§9.10-9.15

アイアースの祈りと二大叙事詩の文体比較

著者は『イリアス』におけるアイアースの祈りを引いて英雄的気概の崇高さを論じた後、『イリアス』と『オデュッセイア』の文体を対比し、後者を情熱が後退して神話的空想や性格描写へと移行した老年のホメロスによる作品として位置づける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.10

οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει.1 ἀχλὺς ἄφνω καὶ νὺξ ἄπορος αὐτῷ τὴν τῶν Ἑλλήνων ἐπέχει μάχην· ἔνθα δὴ ὁ Αἴας ἀμηχανῶν, "Ζεῦ πάτερ, φησίν, ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν, ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι· ἐν δὲ φάει καὶ ὄλεσσον." ἔστιν ὡς ἀληθῶς τὸ πάθος Αἴαντος, οὐ γὰρ ζῆν εὔχεται (ἦν γὰρ τὸ αἴτημα τοῦ ἥρωος ταπεινότερον), ἀλλ’ ἐπειδὴ ἐν ἀπράκτῳ σκότει τὴν ἀνδρίαν εἰς οὐδὲν γενναῖον εἶχε διαθέσθαι, διὰ ταῦτ’ ἀγανακτῶν ὅτι πρὸς τὴν μάχην ἀργεῖ, φῶς ὅτι τάχιστα αἰτεῖται, ὡς πάντως τῆς ἀρετῆς εὑρήσων ἐντάφιον ἄξιον, κἂν αὐτῷ Ζεὺς ἀντιτάττηται.

友よ、詩人から、かつ人間の事柄からもう一つの例を引いて、彼がいかに英雄的な高みへとともに踏み入る習わしであるかを学ばせようとしても、私はおそらく煩わしいとは思われないだろう。突如として霧と先の見えぬ夜がギリシア勢の戦いを包み込む。そのときアイアースは途方に暮れて言う。 「父なるゼウスよ、せめてそなたはアカイアの子らを霧から救い出し、 空を晴れ渡らせ、両目に見させてください。 そして、光の中でこそ滅ぼしてください」これは真にアイアースの感情である。なぜなら彼は生き長らえることを願っているのではない(そのような願いは英雄にとってあまりに卑小であろう)。むしろ、活動できぬ暗闇の中ではみずからの武勇を高貴な何事にも向けることができなかったため、戦いに対して無為であることに憤り、たとえゼウスみずからが敵対しようとも、みずからの徳に相応しい死装束を必ずや見出すであろうと確信して、可能な限り速やかに光を求めているのである。

§9.11

ἀλλὰ γὰρ Ὅμηρος μὲν ἐνθάδε οὔριος συνεμπνεῖ τοῖς ἀγῶσιν, καὶ οὐκ ἄλλο τι αὐτὸς πέπονθεν ἢ "μαίνεται, ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται, βαθέης ἐνὶ τάρφεσιν ὕλης, ἀφλοισμὸς δὲ περὶ στόμα γίγνεται·" δείκνυσι δ’ ὅμως διὰ τῆς Ὀδυσσείας (καὶ γὰρ ταῦτα πολλῶν ἕνεκα προσεπιθεωρητέον), ὅτι μεγάλης φύσεως ὑποφερομένης ἤδη ἴδιόν ἐστιν ἐν γήρᾳ τὸ φιλόμυθον.

しかし実に、ここでホメロスは追い風のごとく戦いとともに息吹を通わせており、彼自身も次のような状態にあるにほかならない。 「彼は狂い狂う、槍を振るうアレスか、あるいは破滅をもたらす火が 山々で、深い森の茂みの中で猛り狂うときのように。 そしてその口の周りには泡が立つ」だがそれでも彼は『オデュッセイア』を通じて(この点も多くの理由から考察を加えておくべきであるが)、衰えゆく偉大な天性にとって、老年において物語好きとなることが特徴的であることを示している。

§9.12

δῆλος γὰρ ἐκ πολλῶν τε ἄλλων συντεθεικὼς ταύτην δευτέραν τὴν ὑπόθεσιν, ἀτὰρ δὴ κἀκ τοῦ λείψανα τῶν Ἰλιακῶν παθημάτων διὰ τῆς Ὀδυσσείας ὡς ἐπεισόδιά τινα τοῦ Τρωϊκοῦ πολέμου προσεπεισφέρειν, καὶ νὴ Δἴ ἐκ τοῦ τὰς ὀλοφύρσεις καὶ τοὺς οἴκτους ὡς πάλαι που προεγνωσμένους τοῖς ἥρωσιν ἐνταῦθα προσαποδιδόναι. οὐ γὰρ ἄλλ’ ἢ2 τῆς Ἰλιάδος ἐπίλογός ἐστιν ἡ Ὀδύσσεια· "ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ’ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος· ἔνθα δ’ ἐμὸς φίλος υἱός."

実に彼は、他の多くの根拠からもこの第二の構想を後から組み立てたことが明らかであるが、とりわけ『イリアス』の苦難の残滓をトロイア戦争のある種の挿話として『オデュッセイア』の中に付け足して持ち込んでいることからも、また誓って言うが、英雄たちにとって以前から周知であった嘆きや哀惜をこの作品で彼らに割り振っていることからも明らかである。なぜなら『オデュッセイア』は『イリアス』の結び(エピローグ)にほかならないからである。 「そこには勇猛なアイアースが横たわり、そこにはアキレウスが、 そこには神のごとき思慮をそなえたパトロクロスが、 そしてそこには我が愛しき子が横たわる」

§9.13

ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας, οἶμαι, τῆς μὲν Ἰλιάδος γραφομένης ἐν ἀκμῇ πνεύματος ὅλον τὸ σωμάτιον δραματικὸν ὑπεστήσατο καὶ ἐναγώνιον, τῆς δὲ Ὀδυσσείας τὸ πλέον διηγηματικόν, ὅπερ ἴδιον γήρως. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ παρεικάσαι τις ἂν καταδυομένῳ τὸν Ὅμηρον ἡλίῳ, οὗ δίχα τῆς σφοδρότητος παραμένει τὸ μέγεθος. οὐ γὰρ ἔτι τοῖς Ἰλιακοῖς ἐκείνοις ποιήμασιν ἴσον ἐνταῦθα σῴζει τὸν τόνον, οὐδ’ ἐξωμαλισμένα τὰ ὕψη καὶ ἱζήματα μηδαμοῦ λαμβάνοντα, οὐδὲ τὴν πρόχυσιν ὁμοίαν τῶν ἐπαλλήλων παθῶν, οὐδὲ τὸ ἀγχίστροφον καὶ πολιτικὸν καὶ ταῖς ἐκ τῆς ἀληθείας φαντασίαις καταπεπυκνωμένον· ἀλλ’ οἷον ὑποχωροῦντος εἰς ἑαυτὸν Ὠκεανοῦ καὶ περὶ τὰ ἴδια μέτρα ἐρημουμένου τὸ λοιπὸν φαίνονται τοῦ μεγέθους ἀμπώτιδες3 κἀν τοῖς μυθώδεσι καὶ ἀπίστοις πλάνος.

また同じ理由から、私の思うに、『イリアス』は気迫の絶頂期に書かれたため、その作品全体を劇的で闘争的なものとして構築したのに対し、『オデュッセイア』の大部分は物語風であり、これこそ老年の特徴である。それゆえ『オデュッセイア』におけるホメロスは沈みゆく太陽に喩えることができよう。激しさを欠いてもその偉大さは留まっているのである。なぜなら彼はもはやここでは、あの『イリアス』の諸歌と同じ調子を保っておらず、一様に均されてどこにも落ち込みを生じない高みもなく、相次ぐ情念の同様な奔流もなく、変転自在で現実政治的で真実から生じる迫真の形象に満ち満ちていることもないからである。むしろ、みずからの内に退き固有の限界のまわりで置き去りにされた大洋のように、それ以降は、その偉大さの引き潮と、神話的で信じがたい事柄の中での放浪とが見られるのである。

§9.14

λέγων δὲ ταῦτ’ οὐκ ἐπιλέλησμαι τῶν ἐν τῇ Ὀδυσσείᾳ χειμώνων καὶ τῶν περὶ τὸν Κύκλωπα καί τινων ἄλλων, ἀλλὰ γῆρας διηγοῦμαι, γῆρας δ’ ὅμως Ὁμήρου· πλὴν ἐν ἅπασι τούτοις ἑξῆς τοῦ πρακτικοῦ κρατεῖ τὸ μυθικόν. παρεξέβην δ’ εἰς ταῦθ̓, ὡς ἔφην, ἵνα δείξαιμι, ὡς εἰς λῆρον ἐνίοτε ῥᾷστον κατὰ τὴν ἀπακμὴν τὰ μεγαλοφυῆ παρατρέπεται οἷα τὰ περὶ τὸν ἀσκὸν καὶ τοὺς ἐκ Κίρκης συοφορβουμένους, οὓς ὁ Ζώϊλος ἔφη χοιρίδια κλαίοντα, καὶ τὸν ὑπὸ τῶν πελειάδων ὡς νεοσσὸν παρατρεφόμενον Δία καὶ τὸν ἐπὶ τοῦ ναυαγίου δέχ’ ἡμέρας ἄσιτον τά τε περὶ τὴν μνηστηροφονίαν ἀπίθανα. τί γὰρ ἂν ἄλλο φήσαιμεν ταῦτα ἢ τῷ ὄντι τοῦ Διὸς ἐνύπνια;

とはいえ、こう言ったからといって私は『オデュッセイア』における嵐やキュクロプスをめぐる話やその他いくつかの場面を忘れているわけではない。私は老年を語っているのであり、しかしそれはホメロスの老年にほかならない。ただ、これらすべてにおいて行為の要素よりも神話的な要素が優勢なのである。私がこれらのことに脱線したのは、前述の通り、偉大な天賦の才が衰退期においては時にいかにたやすくくだらない話へと逸れてしまうかを示すためであった。例えば革袋をめぐる話や、キルケによって豚として養われた者たち――ゾイロスは彼らを「泣いている子豚ども」と呼んだ――、雛鳥のように鳩たちによって養われるゼウス、難破の後に十日間絶食した男、求婚者虐殺をめぐる信じがたい描写などがそれである。これらは実に「ゼウスの夢」と呼ぶより他に何と言えようか。

§9.15

δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν,4 ὅπως ᾖ σοι γνώριμον, ὡς ἡ ἀπακμὴ τοῦ πάθους ἐν τοῖς μεγάλοις συγγραφεῦσι καὶ ποιηταῖς εἰς ἦθος ἐκλύεται. τοιαῦτα γάρ που τὰ περὶ τὴν τοῦ Ὀδυσσέως ἠθικῶς αὐτῷ βιολογούμενα οἰκίαν, οἱονεὶ κωμῳδία τίς ἐστιν ἠθολογουμένη.

また『オデュッセイア』に関する事柄が書き加えられるべき第二の理由は、偉大な著述家や詩人において情熱の衰退が性格描写(エートス)へと緩んでいく様を君に知ってもらうためである。実にオデュッセウスの邸宅をめぐって性格描写的に展開される生活劇のようなものは、あたかも一種の風俗喜劇に似ているからである。

構文注4 件
  1. 9.10οὐκ ὀχληρὸς ἂν ἴσως, ἑταῖρε, δόξαιμι, ἓν ἔτι τοῦ ποιητοῦ καὶ τῶν ἀνθρωπίνων παραθέμενος τοῦ μαθεῖν χάριν, ὡς εἰς τὰ ἡρωϊκὰ μεγέθη συνεμβαίνειν ἐθίζει.

    ἄν+希求法(δόξαιμι)による控えめな断定(polite assertion)。分詞 παραθέμενος は条件あるいは手段を表し、「もし~を引くならば/~を引いたとしても」の意。接続詞 ὡς は μαθεῖν の目的語となる間接疑問・名詞節を導き、「いかに彼が~する習わしであるか」を表す。

  2. 9.12οὐ γὰρ ἄλλ’ ἢ

    「~にほかならない」(nothing other than)を意味する慣用表現。οὐδὲν ἄλλο ἐστὶν ἤ の省略に由来し、直後の名詞述語(τῆς Ἰλιάδος ἐπίλογος)を強く肯定・限定する。

  3. 9.13οἷον ὑποχωροῦντος εἰς ἑαυτὸν Ὠκεανοῦ καὶ περὶ τὰ ἴδια μέτρα ἐρημουμένου τὸ λοιπὸν φαίνονται τοῦ μεγέθους ἀμπώτιδες

    οἷον は比喩を導く副詞。ὑποχωροῦντος... καὶ... ἐρημουμένου は属格独立構文(genitive absolute)であり、主節の主語 ἀμπώτιδες(引き潮)および述語動詞 φαίνονται(現れ出る)にかかる。τοῦ μεγέθους は ἀμπώτιδες にかかる限定属格(「偉大さの引き潮」)。

  4. 9.15δευτέρου δὲ εἵνεκα προσιστορείσθω τὰ κατὰ τὴν Ὀδύσσειαν

    προσιστορείσθω は現在受動態命令法三人称単数(非人称受動構文的用法または主語 τὰ κατὰ τὴν Ὀδύσσειαν に対する命令)。δευτέρου... εἵνεκα は「第二の理由のために」を意味し、後続の目的節 ὅπως ᾖ σοι γνώριμον を予告している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:9.10-9.15