- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:10.1-10.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は崇高を生み出す要因として、事象の核心的要素を選び出しそれらを有機的に結合・凝縮する手法を挙げ、サッポーの恋愛詩やホメロスの嵐の描写(および対照的な作例)を引いてその効果を論じる。
Φέρε νῦν, εἴ τι καὶ ἕτερον ἔχοιμεν ὑψηλοὺς ποιεῖν τοὺς λόγους δυνάμενον, ἐπισκεψώμεθα. οὐκοῦν ἐπειδὴ πᾶσι τοῖς πράγμασι φύσει συνεδρεύει τινὰ μόρια ταῖς ὕλαις συνυπάρχοντα, ἐξ ἀνάγκης γένοιτ’ ἂν ἡμῖν ὕψους αἴτιον τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι.1 ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται.2 οἷον ἡ Σαπφὼ τὰ συμβαίνοντα ταῖς ἐρωτικαῖς μανίαις παθήματα ἐκ τῶν παρεπομένων καὶ ἐκ τῆς ἀληθείας αὐτῆς ἑκάστοτε λαμβάνει. ποῦ δὲ τὴν ἀρετὴν ἀποδείκνυται; ὅτε τὰ ἄκρα αὐτῶν καὶ ὑπερτεταμένα δεινὴ καὶ ἐκλέξαι καὶ εἰς ἄλληλα συνδῆσαι.
さあ今、言葉を崇高になしうる別の要素が何かあるかどうか、考察してみよう。およそあらゆる事象には、その素材に共存するある部分が自然と付随しているのであるから、含まれる諸要素の中から常に最も緊要なものを精選し、これらを相互の結合によってあたかも一つの有機的な身体のようにまとめあげる能力をもつことが、必然的にわれわれにとって崇高をもたらす原因となるであろう。なぜなら、前者は素材の選択によって、後者は選ばれたものの緊密な凝縮によって聞き手を魅了するからである。例えばサッポーは、恋愛の狂気に伴って起こる諸情動を、付随する現象と真実そのものから常に捉えとっている。では、彼女はどこにその卓越性を示しているのだろうか。それは、それらの情動の極限的で最も張り詰めたものを選び出し、相互に結び合わせることに長じている点においてである。
" φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύσας ὑπακούει καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν καρδίαν ἐν στήθεσιν ἐπτόασεν. ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς οὐδὲν ἔτ’ εἴκει· ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε· λεπτὸν δ᾽ αὐτίκα χρῶ πῦρ ὑπαδεδρόμακεν· ὀππάτεσσι δ’ οὐδὲν ὅρημ̓, ἐπιρρόμβεισι δ’ ἄκουαι· κὰδ δέ μ’ ἱδρὼς κακχέεται, τρόμος δὲ παῖσαν ἀγρεῖ, χλωροτέρα δὲ ποίας ἐμμί· τεθνάκην δ’ ὀλίγω ʼπιδεύην φαίνομαι. ἀλλὰ πᾶν τολματόν, ἐπεὶ καὶ πένητα" οὐ θαυμάζεις, ὡς ὑπὸ τὸ αὐτὸ τὴν ψυχὴν τὸ σῶμα τὰς ἀκοὰς τὴν γλῶσσαν τὰς ὄψεις τὴν χρόαν, πάνθ’ ὡς ἀλλότρια διοιχόμενα ἐπιζητεῖ καὶ καθ’ ὑπεναντιώσεις ἅμα ψύχεται κᾴεται, ἀλογιστεῖ φρονεῖ; ἢ γὰρ φοβεῖται ἢ παρ’ ὀλίγον τέθνηκεν· ἵνα μὴ ἕν τι περὶ αὐτὴν πάθος φαίνηται, παθῶν δὲ σύνοδος. πάντα μὲν τοιαῦτα γίνεται περὶ τοὺς ἐρῶντας, ἡ λῆψις δ’ ὡς ἔφην τῶν ἄκρων καὶ ἡ εἰς ταὐτὸ συναίρεσις ἀπειργάσατο τὴν ἐξοχήν· ὅνπερ οἶμαι καὶ ἐπὶ τῶν χειμώνων τρόπον ὁ ποιητὴς ἐκλαμβάνει τῶν παρακολουθούντων τὰ χαλεπώτατα.
「あの人は私には神々と等しき者に見える、 そなたの向かいに座り、 近くで甘い声に耳を傾け、 愛らしく笑うのを聞いているあの男は。まさにそれが、 私の胸の内の心を激しく震わせた。 というのも、私がそなたを一目見るや否や、もはや声は 少しも出なくなるから。 それどころか舌は砕け散り、微かな火が たちまち肌の下を走り抜ける。 両目は何も見えず、耳は激しく鳴り響く。 汗は滴り落ち、震えが 全身を捕らえ、草よりも青白く 私はなる。そして死ぬまであともう少しのところにいるように 思われる。 だが、すべては耐え忍ばねばならない、貧しい者でさえ……」 君は驚かないだろうか、彼女が同じ瞬間に魂を、肉体を、聴覚を、舌を、視覚を、肌の色を、すべてが他人のものであるかのように離散してしまったこれらを捜し求め、相反する状態に従って同時に凍え、かつ燃え、理性を失い、かつ正気を保つ様を。実に彼女は恐れているか、あるいは死の寸前にある。それは彼女の身に単一の情熱が現れているのではなく、情熱の集結が現れるようにするためである。およそ恋する者たちの身にはこれらすべてが起こるものだが、私が言ったように、極限的なものを捉えそれらを一つに統合したことが、この傑出した表現を成し遂げたのである。私の思うに、これと同様の仕方で詩人は嵐の描写においても、付随する現象のうち最も過酷なものを選び取っているのである。
ὁ μὲν γὰρ τὰ Ἀριμάσπεια ποιήσας ἐκεῖνα οἴεται δεινά· "θαῦμ’ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρῃσιν. ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι· δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά, ὄμματ’ ἐν ἄστροισι, ψυχὴν δ’ ἐνὶ πόντῳ ἔχουσιν. ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι." παντὶ οἶμαι δῆλον, ὡς πλέον ἄνθος ἔχει τὰ λεγόμενα ἢ δέος.
実に『アリマスポイの歌』の作者は、次のような描写を恐ろしいものと考えている。 「このこともまた、我らの心にとって大いなる驚きである。 人々が陸地を離れ、海上の水の上に住まうとは。 哀れな者たちだ、彼らは辛い労苦を抱え、 目は星々に向け、魂を海に宿しているのだから。 きっと彼らは両手を神々に高く掲げて多く祈り、 内臓をひどく揺り動かされながら願っているのだ」語られている事柄が恐怖よりもむしろ装飾的な華やかさを多く含んでいることは、誰の目にも明らかであろう。
ὁ δὲ Ὅμηρος πῶς; ἓν γὰρ ἀπὸ πολλῶν λεγέσθω· "ἐν δ’ ἔπεσ᾽, ὥς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές, ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτης ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες· τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται." ἐπεχείρησε καὶ ὁ Ἄρατος τὸ αὐτὸ τοῦτο μετενεγκεῖν, "ὀλίγον δὲ διὰ ξύλον ἄϊδ’ ἐρύκει·" πλὴν μικρὸν αὐτὸ καὶ γλαφυρὸν ἐποίησεν ἀντὶ φοβεροῦ· ἔτι δὲ παρώρισε τὸν κίνδυνον, εἰπών, "ξύλον ἄϊδ’ ἀπείργει." οὐκοῦν ἀπείργει. ὁ δὲ ποιητὴς οὐκ εἰς ἅπαξ παρορίζει τὸ δεινόν, ἀλλὰ τοὺς ἀεὶ καὶ μόνον οὐχὶ κατὰ πᾶν κῦμα πολλάκις ἀπολλυμένους εἰκονογραφεῖ. καὶ μὴν τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος3 "ὑπὲκ θανάτοιο" τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισεν, τῇ δὲ τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα "ὑπὲκ θανάτοιο φέρονται."
しかしホメロスはどうであろうか。多くのうちから一つを挙げよう。 「彼が襲いかかった。それは波が雲の下から猛々しく、 風に育まれて快速の船の上に落ちかかる時のようであった。船はことごとく 泡に覆い隠され、恐ろしい風の息吹が 帆に向かって吹き鳴り、水手たちは心に恐れを抱いて 震えおののく。死の下からわずかの差で運ばれているのだから」アラトスもまた、この同じ着想を借用しようと試みた。 「細い板が死の厄災を遠ざけている」しかし彼はそれを恐ろしいものとする代わりに、小さく優雅なものにしてしまった。さらに彼は「板が厄災を締め出している」と言って、危険を限定してしまった。それならば締め出しているのである。しかるに詩人〔ホメロス〕は恐怖を一度きりのものとして限定せず、絶えず、ほとんど波のたびごとに幾度も滅びかけている者たちの姿を描き出している。さらにまた、本来は合成されない前置詞同士を自然の理に反して強引にまとめ、「死の下から抜け出て」と互いに押し合わせたことによって、生起する受難と同様に言葉そのものをも苦悶させ、言葉の圧縮によってその受難を極限まで形象化し、その表現の中に危険固有の性質をほとんど刻み込んだのである――「死の下から抜け出て運ばれている」と。
οὐκ ἄλλως ὁ Ἀρχίλοχος ἐπὶ τοῦ ναυαγίου, καὶ ἐπὶ τῇ προσαγγελίᾳ ὁ Δημοσθένης· "ἑσπέρα μὲν γὰρ ἦν," φησίν· ἀλλὰ τὰς ἐξοχὰς ὡς ἂν εἴποι τις ἀριστίνδην ἐκκαθήραντες ἐπισυνέθηκαν, οὐδὲν φλοιῶδες ἢ ἄσεμνον ἢ σχολικὸν ἐγκατατάττοντες διὰ μέσου. λυμαίνεται γὰρ ταῦτα τὸ ὅλον ὡσανεὶ ψύγματα ἢ ἀραιώματα ἐμποιοῦντα ἐς μεγέθη συνοικονομούμενα τῇ πρὸς ἄλληλα σχέσει συντετειχισμένα.
アルキロコスが難破の場面で、またデモステネスが急報の場面で成したのもこれと異ならない。「実に、夕刻のことであった」と彼は言う。彼らは、いわば最善の者を選び出すかのように頂点をなす諸要素を純化して互いに結合させ、その間に粗雑なものや品格を欠くものや学校的なものを一切挟み込まなかったのである。なぜなら、そうした夾雑物は、相互の緊密な関係によって堅牢に築き上げられ構築された偉大な高みにいわば裂け目や隙間を作り出して、全体を損なってしまうからである。
- 10.1τὸ τῶν ἐμφερομένων ἐκλέγειν ἀεὶ τὰ καιριώτατα καὶ ταῦτα τῇ πρὸς ἄλληλα ἐπισυνθέσει καθάπερ ἕν τι σῶμα ποιεῖν δύνασθαι
冠詞 τὸ に率いられた不定詞句(ἐκλέγειν と ποιεῖν δύνασθαι の並列)全体が、主節の動詞 γένοιτ’ ἄν に対する主語(主格)として機能している。文頭の ἐπειδὴ 節を受けた後、二つの創作行為(適切な選択と相互の有機的構成)を一括して単一の「崇高の原因(ὕψους αἴτιον)」として提示する構造である。
- 10.1ὃ μὲν γὰρ τῇ ἐκλογῇ τὸν ἀκροατὴν τῶν λημμάτων, ὃ δὲ τῇ πυκνώσει τῶν ἐκλελεγμένων προσάγεται
ὃ μὲν ... ὃ δέ は中性主格代名詞で、直前の二つの不定詞句(ἐκλέγειν と ποιεῖν δύνασθαι)をそれぞれ指す。語順において τῇ ἐκλογῇ と属格 τῶν λημμάτων が目的語 τὸν ἀκροατήν を枠構造のように挟み込み、動詞 προσάγεται は文末に置かれて両方の節を支配している。
- 10.6τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος
分詞句 συναναγκάσας と συμβιασάμενος は主節の主語(ホメロス)に係る付帯状況分詞。前置詞 ὑπό と ἐκ が合成名詞・動詞ではなく単独の前置詞として連続使用(ὑπὲκ)されている破格の語法(ἀσυνθέτους οὔσας ... παρὰ φύσιν)を、詩人が自然な言語習慣に抗して物理的に圧縮・強制した行為として修辞学的に解釈している。
