← アレクサンドリアのクレメンス

ストロマテイス

§4.22.143-4.22.146

真の悔い改めと善への愛による自発的徳性

クレメンスは、真の浄めを過去の過ちからの知的悔い改めと定義し、外的動機(刑罰への恐怖や死後の報酬への期待)によって義を保つ態度を批判して、善そのものへの愛と正しい理性にのみ従う真のグノーシス主義者の自発的徳性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.22.143

Ἱκανὴ δέ, οἶμαι, ἀνθρώπῳ κάθαρσις μετάνοια ἀκριβὴς καὶ βεβαία, εἴ γε κατεγνωκότες ἑαυτῶν ἐπὶ ταῖς προγενομέναις πράξεσι προΐεμεν τὸ πρόσθεν, μετὰ ταῦτα νοήσαντες καὶ τὸν νοῦν ἐξαναδύντες τῶν τε κατ’ αἴσθησιν τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων.1 εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν. ἡμεῖς δὲ τὸν ἀεὶ καὶ ἐν πᾶσι δίκαιον ποθοῦμεν μαθεῖν, ὃς μήτε τὴν ἐκ τοῦ νόμου δεδιὼς κόλασιν μήτε τὴν τῶν συνόντων καὶ ἐπεξιόντων τοῖς πλημμεληθεῖσι μισοπονηρίαν εὐλαβούμενος μήτε τὸν ἐξ αὐτῶν τῶν ἀδικουμένων κίνδυνον ὑφορώμενος διαμένει δίκαιος· ὁ γὰρ διὰ ταῦτα τοῦ πράττειν τι τῶν ἀδίκων ἀπεχόμενος οὐχ ἑκὼν χρηστός, φόβῳ δὲ ἀγαθός. καὶ ὅ γε Ἐπίκουρος ἀδικεῖν ἐπὶ κέρδει τινὶ βούλεσθαι οὔ φησι τὸν κατ’ αὐτὸν σοφόν· πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν οὐ δύνασθαι. ὥστε εἰ πεισθήσεται λήσειν, ἀδικήσει κατ’ αὐτόν.

しかし人間にとって十分な浄めとは、私の考えでは、もし私たちが過去の行いに対して自らを責め、それらを後から認識し、感覚を喜ばせるものや過去の過ちから知性を引き揚げて、以前のものを手放すとするならば、正確かつ確実な悔い改めである。実際、もし「知識(エピステーメー)」を語源通りに解釈すべきであり、かつてはあれこれと定まらずに揺れ動いていた私たちの魂を事象のうちに「立たせる(静止させる)」がゆえに、その働きを「立ち止まり(スタシス)」に由来するものと捉えるべきであるなら、同様に「信仰(ピスティス)」もまた、存在するものに関する私たちの魂の「立ち止まり(静止)」として語源解釈されねばならない。だが私たちは、律法による懲罰を恐れることもなく、同胞や過ちを追及する者たちの悪への憎しみを警戒することもなく、不正を受けた者たち自身による危険を警戒することもなく、正義であり続ける者、すなわち常に、あらゆることにおいて正義である者を学ぶことを切望する。というのも、こうした理由から不正なことのいずれかを行うのを控えている者は、進んで善い者なのではなく、恐怖によって善い者だからである。エピクロスでさえ、彼が言うところの知者は何らかの利益のために不正を行うことを望まない、と主張している。発覚しないという確信を得ることができないからである。したがって、彼によれば、もし発覚しないと信じるならば、不正を行うことになる。

§4.22.144

καὶ τοιαῦτα μὲν τὰ σκοτεινὰ δόγματα· εἰ δὲ καὶ ἐλπίδι τῆς ἐπὶ δικαίοις παρὰ τοῦ θεοῦ ἀμοιβῆς ἀφέξεταί τις τοῦ ἀδικεῖν, οὐδ’ οὗτος ἑκὼν χρηστεύσεται· ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι. τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι· τέλος γὰρ κἀκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν. ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι μετὰ ἀγαθῆς ἐλπίδος φησὶ τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων ἀντιτίθησι ζῶσι γὰρ μετὰ κακῆς ἐλπίδος λέγων. συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται δι’ ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενος· ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.

そしてこれらは暗晦な教理なのである。しかし、もし神からの義に対する返報(報い)の希望によって不正を行うのを控える者がいるとしても、この者も進んで善を行うのではない。なぜなら、前者を恐怖が義認したように、後者を報酬が義認しているのであり、むしろ義人であると見せかけているにすぎないことを示しているからである。しかし死後の希望が善き者にとっては美しく、劣悪な者にとっては正反対のものであることは、蛮族の知恵に従う者たちだけでなく、ピタゴラス派の人々も知っている。なぜなら彼らもまた、哲学する者たちに希望を目的として定めたからである。それはソクラテスも『パイドン』において、優れた魂はこの世から「善き希望とともに」去って行くと述べており、さらに悪人たちを非難して「彼らは悪しき希望とともに生きているからだ」と言って対比させている通りである。ヘラクレイトスも人間について論じて語っている言葉を通じて、これと一致しているように思われる。「死んだ人間たちを、彼らが期待もせず思いもしないようなことが待ち受けている」。

§4.22.145

Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. δι’ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονή· ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἵεται· οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.

それゆえパウロはローマ人に対して神霊感応によって明確に書き送っている。「苦難は忍耐を生み出し、忍耐は練達を、練達は希望を生み出す。そして希望は恥ずかしめることがない」。 なぜなら、忍耐は来たるべき希望のためにあるからである。そして希望とは、同名異義的に、希望の返報であり回復でもあって、これはもはや非難されることもなく、「恥ずかしめることがない」。しかし、召されたそのことによって単なる召命に従う者は、恐怖のゆえにも快楽のゆえにも知識へと赴くのではない。自分に外的な何らかの有益な利益や享受が伴うかどうかを見回すのではなく、真に存在する愛すべき方への愛に引き寄せられ、なすべきことへと導かれて敬虔に神を敬うのである。

§4.22.146

ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν,2 τὸ ὄντως καλὸν καὶ αἱρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενος· "οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι "διειλήφαμεν. ἀκήκοεν δ’ ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλ’ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ’ ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὄψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.3

それゆえ、たとえ仮定として神から処罰されることなく禁止された事柄を行う権能を得たとしても、またそれらの行いに対して至福の者たちの善き報いを受け取るという約束を与えられたとしても、否、あり得ないことであるが、自らの行いに関して神の目を逃れると信じたとしても、真に美しく、それ自体として選ぶべきものであり、それゆえ愛すべきものをひとたび選んだ者である以上、正しい理性に反することを行おうと望むことなど決してないであろう。 「真の善さは胃袋を満たすことのうちにあるのではない」と私たちは理解してきたからである。またその者は、「食物は私たちを〔神の前に〕立たせることはない」と聞いており、結婚もそうではなく、まして無知のままの独身(結婚の忌避)もそうではなく、知識に基づいた徳にかなう実践こそがそうであると聞いている。というのも、さもなければ棍棒を振り上げる者を恐れ、そのゆえにご馳走を控える犬という理なき動物も自制心あるものと呼ばれねばならなくなるからである。あらかじめ約束されていた報酬が取り去られ、脅されていた恐怖が除かれ、迫りくる危険が引き離されるとき、そのような者たちの真の意図が白日の下に晒されることを、よく知っておくべきである。

構文注3 件
  1. 4.22.143τὸν νοῦν ἐξαναδύντες τῶν τε κατ’ αἴσθησιν τερπόντων καὶ τῶν πρόσθεν πλημμελημάτων

    ἐξαναδύντες(ἐξαναδύω のアオリスト能動態分詞)に対して、τὸν νοῦν は「知性を(脱出させて)」という直接目的語あるいは対格の限定表現(関係対格)として機能し、続く τῶν... τερπόντων および τῶν... πλημμελημάτων は前置詞 ἐξ- に呼応する分離の属格である。「感覚を喜ばせるものや過去の過ちから知性を引き揚げて/脱出させて」の意をなす。

  2. 4.22.146ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν

    長大な潜在仮定構文。主節の述語は末尾の πρᾶξαί τι... ἐθελήσαι ποτ’ ἄν(「決して行おうと望むことはないであろう」)であり、先行する οὐδ’... οὐδ’... が主節全体を否定する。3つの条件節(εἰ... λάβοι, εἰ... προσλάβοι, εἰ... πεισθείη)が並列され、最後の不可能な仮定(ὅπερ ἀδύνατον)へと至る漸強法をなしている。

  3. 4.22.146τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει

    文頭の属格 τῶν τοιούτων は、後続の動詞 ἐλέγχει の目的語である τὴν πρόθεσιν に係り、「そのような者たちの真の意図を」を意味する(語順の倒置・強調)。ὅτι 節内では3つの分詞句(περιαιρεθεῖσα ἡ ὑπόσχεσις..., ὁ φόβος περιγραφείς..., χωρισθεὶς ὁ κίνδυνος...)が時・条件を表す状況分詞として主語に付加され、主動詞 ἐλέγχει(「暴く/明らかにする」)にかかる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.22.143-4.22.146