← アレクサンドリアのクレメンス

ストロマテイス

§4.22.139-4.22.142

昼夜を通じた徳の保持と理知の真の清め

クレメンスは、真の知識者が恒常的性向によって昼夜を問わず情念に惑わされず徳を保つと論じ、夜や眠り・死に関する哲学者や使徒の言葉、さらに外面的な水浴と対比される魂と理知の真の清めについて説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.22.139

εἰκότως οὖν ἡ γνῶσις αὕτη ἀγαπᾷ καὶ τοὺς ἀγνοοῦντας διδάσκει τε καὶ παιδεύει τὴν πᾶσαν κτίσιν τοῦ παντοκράτορος θεοῦ τιμᾶν. εἰ δὲ ἀγαπᾶν μεμάθηκε τὸν θεόν, οὐχ ἕξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς οὔτε ὕπαρ οὔτε ὄναρ οὐδὲ κατὰ φαντασίαν τινά· ἐπεὶ μηδ’ ἐξίσταταί ποθ’ ἑαυτῆς ἡ ἕξις ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ’ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσις εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον.1 διὰ τοῦτό τοι καὶ ὁ κύριος ἐγρηγορέναι παραγγέλλει, ὥστε μηδὲ ὄναρ ἡμῶν παθαίνεσθαί ποτε τὴν ψυχήν, ἀλλὰ καὶ τῆς νυκτὸς τὴν πολιτείαν ὡς ἐν ἡμέρᾳ ἐνεργουμένην καθαρὰν καὶ ἀκηλίδωτον διαφυλάττειν προστάττει. αὕτη γὰρ ἡ κατὰ δύναμιν ἐξομοίωσις πρὸς θεὸν τὸ φυλάττειν τὸν νοῦν ἐν τῇ κατὰ τὰ αὐτὰ σχέσει· αὕτη δὲ νοῦ σχέσις ὡς νοῦ, ἡ δὲ ποικίλη διάθεσις γίνεται τῇ πρὸς τὰ ὑλικὰ προσπαθείᾳ.

それゆえ当然ながら、この知識は愛し、また無知な者たちを教え導いて、全能者なる神の被造物すべてを敬うよう訓練するのである。そしてもし神を愛することを学んだのであるなら、この者は現(うつつ)においても夢においても、あるいはいかなる表象においても、徳を決して投げ捨てるべきものとはみなさないであろう。なぜなら、知識が恒常的性向(ヘクシス)と呼ばれようと、一時の状態(ディアテシス)と呼ばれようと、恒常的性向はそれ自体から逸脱して恒常的性向であることを失うことなど決してないからである。実際、異質な想念が決して入り込まないことによって、指導理性は不変のまま留まり、表象のいかなる変質も受け入れず、日中の動きから生じる虚像を夢に見ることもない。まさにこのために主もまた目を覚ましているよう命じておられ、私たちの魂が決して夢においてさえ情念に動かされることのないように、むしろ夜の生活のあり方をも昼に営まれるのと同様に清く汚れのないまま保つよう命じられるのである。というのも、理性を同じ状態のうちに保ち続けることこそが、人間に可能な限りの神への似姿化だからである。そしてこれこそが理性としての理性のあり方であり、多様な状態は物質的なものへの執着によって生じるのである。

§4.22.140

ᾗ μοι δοκοῦσιν εὐφρόνην κεκληκέναι τὴν νύκτα, ἐπειδὴ τηνικάδε ἡ ψυχὴ πεπαυμένη τῶν αἰσθήσεων συννεύει πρὸς αὑτὴν καὶ μᾶλλον μετέχει τῆς φρονήσεως. διὰ ταῦτ’ οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος. ἄρ’ οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίου.

まさにこのゆえに、人々は夜を「良き思い(エウフロネー)」と呼んだのだと私には思われる。その時、魂は感覚から解放されて自らの内へと収斂し、思慮(フロネーシス)により多く与かるからである。この理由からこそ、密儀もまたとりわけ夜に行われるのであり、夜における魂の肉体からの退縮を示しているのである。 「それゆえ、私たちは他の者たちのように眠ることなく、目を覚まし、慎み深くしていよう。眠る者たちは夜に眠り、酔う者たちは夜に酔うからである。しかし私たちは昼に属する者であるのだから、信仰と愛の胸当てを身に着け、救いの希望を兜としてかぶり、慎み深くしていよう」。

§4.22.141

ὅσα δ’ αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν. ἑκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον, ὅπερ ἐστὶ καὶ παρὰ Ἡρακλείτου λαβεῖν· ἄνθρωπος ἐν εὐφρόνῃ † φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθείς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος.2 μακάριοι γὰρ οἱ εἰδότες τὸν καιρὸν κατὰ τὸν ἀπόστολον, ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς. ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς·

他方で、人々が眠りについて語るすべてのことは、そのまま死についても理解されねばならない。眠りも死もともに魂の離脱を示しており、一方はより大きく、他方はより小さいからである。これはヘラクレイトスから引き出すこともできる。 「人は夜にあって、死ぬと自らに光を灯す。その視力は消え失せている。生きている時も、眠りつつ死者に触れ、その視力は消え失せている。目覚めている時は、眠る者に触れる」。 というのも、使徒によれば、「時を知っている」者たちは幸いだからである。 「いまやあなたがたが眠りから覚めるべき時だからである。私たちが信じた時よりも、今や私たちの救いはより近づいたからである。夜は更け、昼は近づいた。それゆえ、私たちは闇の業を脱ぎ捨て、光の武具を身にまとおう」。 そして使徒は、御子を昼および光として寓意的に表し、さらに諸戒律を比喩的に光の武具として表している。まさにこのゆえに、神聖な儀礼や祈りへと赴く際には、身を洗い、清く輝かしい姿で赴かねばならないと言われるのである。

§4.22.142

καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τε καὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως· "ἣ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματ’ ἔχουσα, "ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεται· Τηλέμαχος δέ, "χεῖρας νιψάμενος πολιῆς ἁλός,3 εὔχετ’ Ἀθήνῃ." ἔθος ταῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κἀκεῖνο εἴρηται· "ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός. " ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.

そして外面的に身を整え清められることは象徴のために行われるのであり、「清めとは神聖なることを思うことである」。 そして詩人たちにも、モーセから次のような形で洗礼の似姿が伝えられているのであろう。 「彼女は身を清め、肌に清らかな着物をまとい」、ペネロペは祈りへと向かう。またテレマコスは、「白波立つ海水で手を清めて、アテナに祈った」。 これはユダヤ人の慣習であり、しばしば寝床の上で身を清める(バプテスマを行う)こともまた同様である。したがって、あの言葉も実に見事に言われている。 「水浴によってではなく、心によって清くあれ」。 完全な清めとは、私の考えでは、理知と行為と思惟の純粋さ、さらには言葉の純白さであり、そして究極的には夢の中における無罪性なのである。

構文注3 件
  1. 4.22.139τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιίας ὀνειρῶττον.

    τῷ μὴ παρεισιέναι は原因を表す冠詞付き不定詞与格句であり、その意味上の主語は対格 ἐννοίας διαφόρους である。主節の主語は τὸ ἡγεμονικόν で、述語分詞 μένον (補語 ἀναλλοίωτον を伴う)と分詞 ὀνειρῶττον がこれに一致している。文骨格は「指導理性(ἡγεμονικόν)は、異質な想念が忍び込まないことによって不変のまま留まり、表象の変質を受け入れず、昼の動きからの虚像を夢に見ることもない」となる。

  2. 4.22.141ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθεὶς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος.

    引用されているヘラクレイトスの断片(DK B26)において、動詞 ἅπτεται は「(火や光を)自らのために点じる」という意味と、「(〜に)触れる、接する」(属格支配)という二つの意味の掛詞として機能している。初文の φάος ἅπτεται ἑαυτῷ では対格 φάος をとって「光を点じる」意を成しつつ、続く文では τεθνεῶτος、εὕδοντος という属格補語をとって「死者に触れる」「眠る者に触れる」という二重の交錯関係を表している。また ἀποσβεσθεὶς ὄψεις は観点の対格(ὄψεις)を伴う受動態分詞で、「視力を消滅させられて」の意。

  3. 4.22.142χεῖρας νιψάμενος πολιῆς ἁλός

    ホメロス『オデュッセイア』第2歌261行の引用。二重対格をとる動詞 νίζω の中動相分詞 νιψάμενος に対し、χεῖρας が直接目的語の対格であり、πολιῆς ἁλός は物質・手段または分離を表す属格(叙事詩における「海水で/海水から手を洗って」の用法)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:4.22.139-4.22.142