- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.16.74-1.16.77
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は哲学のみならず天文学・文字・冶金・軍備・音楽などの諸技術がすべて異邦人によって発明されたことを多くの文献を引いて論証し、アナカルシスの言動を引いて異邦人の知恵の実践性を強調する。
Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι. Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδ’ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὑρεταὶ οἱ αὐτοὶ γεγόνασιν. εἰσὶν δὲ οἳ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσιν. πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο πρῶτοι Φρύγες, καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ ἀμέλει Τελμισεῖς τὴν δι’ ὀνείρων μαντικήν. Τυρρηνοὶ δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας.
哲学のみならず、ほぼすべての技術の発明者もまた異邦人である。 現に、エジプト人たちが最初に天文学を人々の間に広め、同様にカルデア人たちもそうであった。またエジプト人たちは、灯火を灯すことを最初に教え、一年を十二か月に分け、神殿の中で女たちと交わることを禁じ、女と交わったのちに体を洗わずに神殿に入ることを禁じる法律を定め、さらには幾何学の発明者にもなった。星による予知を考案したのはカリア人たちであると言う者たちもいる。鳥の飛翔を最初に観察したのはプリュギア人たちであり、犠牲占いを入念に整えたのは、イタリアの隣人であるエトルリア人たちであった。イサウリア人たちとアラビア人たちは鳥占いを丹念に発展させ、ちょうどテルメッソス人たちが夢による占いをそうしたのと同様である。ティレニア人たちはラッパを考案し、プリュギア人たちは笛を考案した。というのも、オリュンポスとマルシュアスはプリュギア人であったからである。
Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει· οἳ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν. ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν.1 Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσεν. Κέλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον (ἔστι δὲ μάχαιρα καρπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πάρμην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοῆσαι, Ἴτανόν τε Σαυνίτης οὗτος ἦν’ πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρεν καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὄρος. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὅν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι.2 Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον.
エポロスが言うように、文字をギリシア人たちに伝えた発明者はフェニキア人カドモスであり、それゆえにヘロドトスも文字が「フェニキア文字」と呼ばれたと書いている。だが、最初に文字を考案したのはフェニキア人たちとシリア人たちであると言う者たちもいる。また、イオーがエジプトに到着する以前に、エジプトの先住民アピスが医学を発明し、その後アスクレピオスがその技術を発展させたとも言われる。リビア人アトラスは最初に船を建造し、海を航行した。また、イダイオイ・ダクテュロイのケルミスとダムナメネウスがキュプロスで最初に鉄を発見し、別のイダイオス人デラスが銅の合金を発見したが、ヘシオドスによればそれはスキタイ人である。実に、トラキア人たちが最初にいわゆるハルペー(これは湾曲した短剣である)を発明し、最初に馬上で軽盾を用いた。同様にイリュリア人たちもいわゆるパルメーを発明した。さらに人々は、エトルリア人たちが彫塑術を考案し、サムニウム人であったイタノスが最初に長盾を作ったと述べている。実際、フェニキア人カドモスは石切り術を発見し、パンガイオン山の周辺の金鉱を考案した。早くも別の民族であるカッパドキア人たちが最初にいわゆるナブラを発見し、それはちょうどアッシリア人たちが二弦琴を発見したのと同様である。実に、カルタゴ人たちが最初に四段櫂船を建造し、ボスポロスがそれを即興で造船した。
Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρεν. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα.3 Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδονίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε † Σεμιράμεως βασιλέως Αἰγυπτίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλλάνικος.
アイエテスの娘であるコルキス人メーデイアは、最初に毛染めを考案した。それだけでなく、ノーロプス人たち(パイオニア人の部族であり、現在はノリクム人と呼ばれる)が最初に銅を加工し、鉄を精錬した。ベブリュクス人の王アミュコスは、最初にボクシング用の革紐を発明した。音楽に関しても、ミュシア人オリュンポスがリュディア調の調べを巧みに作り出し、いわゆるトログロデュタイが楽器であるサンビュケを発明した。また人々は、プリュギア人サテュロスが斜笛を発明したと言い、同様に自らもプリュギア人であったアグニスが三弦琴と全音階の調べを、同じくプリュギア人オリュンポスが器楽曲を、そして前述の者たちと同じ地域の出身であるマルシュアスがプリュギア調、ミクソプリュギア調、ミクソリュディア調の調べを、トラキア人タミュリスがドーリア調の調べを考案したと言う。また私たちは、ペルシア人たちが最初に四輪馬車、寝台、足台を製作し、シドン人たちが三段櫂船を建造したと聞いている。イタリアの近くにいるシケリア人たちは最初にキタラと大差のないフォルミンクスを発見し、カスタネットを考案した。またエジプト人の王セミラミスの時代に、亜麻布の衣服が発見されたと歴史家たちは伝えている。そして、ペルシアを治めたアトッサが最初に書簡を執筆したとヘラニコスは述べている。
Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.4 Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες σκυθίζουσιν. οὗτος ἦν ὁ παρ’ Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός. ὁρᾷς φιλοσοφίαν βάρβαρον ἔργα ἐπαγγελλομένην, οὐ λόγους.
さて、ミュティレネのスカモン、エレソスのテオプラストス、マンティネイアのキュディッポス、さらにアンティパネス、アリストデモス、アリストテレス、これらに加えてピロステパノス、さらには逍遥学派のストラトンも『発明について』においてこれらの事柄を記録した。私は、異邦人における発明上手で生活に有益な性質を論証するために、彼らの記録の中からわずかなものを引用したのである。ギリシア人たちは彼らから様々な営為の益を得たのである。 もし誰かが異邦人の言葉を非難するならば、「だが私にとっては」とアナカルシスは言う、「すべてのギリシア人こそがスキタイ人のように片言を話している」。 「私にとってはマントが外套であり、牛乳とチーズが食事である」と語ってギリシア人たちに感嘆されたのは、この人であった。見よ、異邦人の哲学が、言葉ではなく行いを公言しているのを。
- 1.16.75ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν.
主動詞 λέγουσιν に続く対格不定詞構文。前半では Ἆπιν ... ἰατρικὴν [εὑρεῖν] のように発明を表す動詞が文脈から省略されており、後半の μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι と対比されている。πρὶν 節の主語は対格 τὴν Ἰώ(不定詞 ἀφικέσθαι を伴う接続詞 πρίν の構文)。
- 1.16.75ὅν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι
関係代名詞の対格 ὅν τρόπον が副詞的に「〜と同様の仕方で」の意で用いられている。直前の動詞 εὗρον が省略されており、Ἀσσύριοι が主語、τὸ δίχορδον が目的語をなす。
- 1.16.76φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα.
主動詞 φασί に統括される対格不定詞構文の連鎖。冒頭の Σάτυρον ... εὑρεῖν を受け、後続の節では不定詞 εὑρεῖν(最後は ἐπινοῆσαι)が了解され、目的語(楽器や旋法)と主語対格(発明者)が省略を伴って並列されている。分詞 ὄντα は Μαρσύαν に一致し、属格 τῆς αὐτῆς ... χώρας は所属・出身を示す。
- 1.16.77παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.
αὐτῶν は直前に列挙された著述家たちの著作内容(あるいは発明事例)を指す部分属格。関係代名詞 παρ’ ὧν の先行詞は意味上 βαρβάροις であり、「彼ら(異邦人たち)からギリシア人たちが益を得た」の意。動詞 ὠφέληνται は二重対格(人+事柄)をとる動詞 ὠφελέω の受動形または中動形であり、ここでは「(事柄を)益として得た」という意味で対格 τὰ ἐπιτηδεύματα を伴っている。
