- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:1.15.71-1.15.73
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヌマによる偶像崇拝の禁止や諸民族の哲学者(インドの沙門・バラモンやブッダ信奉者を含む)を挙げ、異邦人の哲学、とりわけモーセとユダヤ人の知恵がギリシア哲学に遥かに先立っていたことを論証する。
Τάδε μὲν περὶ Σιβύλλης· Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωυσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομούμενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι’ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν ἄλλως ἢ μόνῳ τῷ νῷ.1 Φιλοσοφία τοίνυν πολυωφελές τι χρῆμα πάλαι μὲν ἤκμασε παρὰ βαρβάροις κατὰ τὰ ἔθνη διαλάμψασα, ὕστερον δὲ καὶ εἰς Ἕλληνας κατῆλθεν. προέστησαν δ’ αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυρίων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ Δρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ γυμνοσοφισταί, ἄλλοι γε φιλόσοφοι βάρβαροι. διττὸν δὲ τούτων τὸ γένος, οἳ μὲν Σαρμᾶναι αὐτῶν, οἳ δὲ Βραχμᾶναι καλούμενοι.2 καὶ τῶν Σαρμανῶν οἱ ὑλόβιοι προσαγορευόμενοι οὔτε πόλεις οἰκοῦσιν οὔτε στέγας ἔχουσιν, δένδρων δὲ ἀμφιέννυνται φλοιοῖς καὶ ἀκρόδρυα σιτοῦνται καὶ ὕδωρ ταῖς χερσὶ πίνουσιν, οὐ γάμον, οὐ παιδοποιίαν ἴσασιν. ὥσπερ οἱ νῦν Ἐγκρατηταὶ καλούμενοι. εἰσὶ δὲ τῶν Ἰνδῶν οἱ τοῖς Βούττα πειθόμενοι παραγγέλμασιν, ὃν δι’ ὑπερβολὴν σεμνότητος ὡς θεὸν τετιμήκασι.
シビュラについては以上の通りである。一方、ローマ人の王ヌマはピュタゴラス派であったが、モーセの書から益を得て、ローマ人たちが神の人間的な形や動物の形の像を造ることを禁じた。現に最初の百七十年間、彼らは神殿を建てながらも、塑像であれ絵画であれ、いかなる神像も作らなかった。というのもヌマは、最も善きものには精神のみによるのでなければ触れることは不可能であると、暗示によって彼らに示していたからである。 それゆえ、極めて有益な事柄である哲学は、かつて異邦人の間に栄え、諸民族を通じて輝きを放ったのち、後にギリシア人たちのもとへと下ってきた。哲学を主導したのは、エジプト人の預言者たち、アッシリア人のカルデア人たち、ガラティア人のドルイドたち、バクトリアのサマナイオイたち、ケルト人の哲学者たち、ペルシア人のマギたち(彼らは魔術によって救い主の誕生をも予告し、星に導かれてユダヤの地に到達した)、そしてインド人の裸行哲学者たち、その他の異邦人の哲学者たちであった。彼らの部類には二種類あり、一方の人々はサルマネースと呼ばれ、他方の人々はバラモンと呼ばれる。そしてサルマネースの中で「森に住む者たち」と呼ばれる者たちは、町に住むことも屋根を持つこともなく、木の樹皮をまとい、木の実を食べ、手で水を飲み、結婚も子作りも知らない。それはあたかも、今日「節制派」と呼ばれる者たちと同様である。またインド人の中にはブッダの戒律に従う者たちもおり、彼らは過度の敬虔さゆえに彼を神として崇めている。
Σκύθης δὲ καὶ Ἀνάχαρσις ἦν, καὶ πολλῶν παρ’ Ἕλλησι διαφέρων οὗτος ἀναγράφεται φιλοσόφων. τοὺς δὲ Ὑπερβορέους Ἑλλάνικος ὑπὲρ τὰ Ῥίπαια ὄρη οἰκεῖν ἱστορεῖ, διδάσκεσθαι δὲ αὐτοὺς δικαιοσύνην μὴ κρεοφαγοῦντας, ἀλλ’ ἀκροδρύοις χρωμένους. τοὺς ἑξηκονταετεῖς οὗτοι ἔξω πυλῶν ἄγοντες ἀφανίζουσιν. εἰσὶ δὲ καὶ παρὰ Γερμανοῖς αἱ ἱεραὶ καλούμεναι γυναῖκες, αἳ ποταμῶν δίναις προσβλέπουσαι καὶ ῥευμάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαίρονται καὶ προθεσπίζουσι τὰ μέλλοντα. αὗται γοῦν οὐκ εἴασαν αὐτοὺς τὴν μάχην θέσθαι πρὸς Καίσαρα πρὶν ἐπιλάμψαι σελήνην τὴν νέαν. τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ’ αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ’ Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους. ἵνα μὴ κατ’ ὄνομα ἐπιὼν διατρίβω. φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάτορι συμβεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει· ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ’ Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν τῇ Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.
またアナカルシスもスキタイ人であり、彼もまたギリシア人の多くの哲学者に優れていたと記録されている。さらにヘラニコスの伝えるところによれば、ヒュペルボレオイはリパイア山脈の向こうに住み、肉食をせず木の実を用いて正義を教えられている。彼らは六十歳に達した者を門の外へと連れ出し、姿を消させる。またゲルマン人の間には「聖なる女性たち」と呼ばれる者たちがおり、彼女らは川の渦を見つめ、水流のうねりや音から兆候を読み取って未来を予言する。現に彼女らは、新月が輝き出る前にカエサルに対して戦闘を開始することを彼らに許さなかった。これらすべての中でユダヤ人の民族は遥かに最古であり、彼らの間にあった書かれた哲学がギリシア人の哲学に先立っていたことを、ピュタゴラス派のフィロンは多くの証拠によって示しており、さらには逍遥学派のアリストブロスやその他多くの者たちも同様である。私が一人一人の名を挙げて時を費やすことがないように。セレウコス・ニカトルと同時代を生きた歴史家メガステネスは、『インド誌』の第三巻において極めて明確に次のように書いている。 「古代の人々によって自然について語られた事柄はすべて、ギリシアの外で哲学する者たちによっても語られており、あるものはインド人においてバラモンたちによって、またあるものはシリアにおいていわゆるユダヤ人たちによって語られている」
τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφούς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἥ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μουσικὴν εὕρεσις ῥυθμῶν ἀναφέρεται· δι’ ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἰλήφασι. Φρύγες δὲ ἦσαν καὶ βάρβαροι οἱ Ἰδαῖοι δάκτυλοι. Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττομένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι.3 ὁ δὲ Βηρύτιος Ἕρμιππος Χείρωνα τὸν Κένταυρον σοφὸν καλεῖ, ἐφ’ οὗ καὶ ὁ τὴν Τιτανομαχίαν γράψας φησίν, ὡς πρῶτος οὗτος "εἴς τε δικαιοσύνην θνητῶν γένος ἤγαγε δείξας ὅρκους καὶ θυσίας ἱλαρὰς καὶ σχήματα Ὀλύμπου." παρὰ τούτῳ Ἀχιλλεὺς παιδεύεται ὁ ἐπ’ Ἴλιον στρατεύσας, Ἱππὼ δὲ ἡ θυγάτηρ τοῦ Κενταύρου συνοικήσασα Αἰόλῳ ἐδιδάξατο αὐτὸν τὴν φυσικὴν θεωρίαν, τὴν πάτριον ἐπιστήμην. μαρτυρεῖ καὶ Εὐριπίδης περὶ τῆς Ἱπποῦς ὧδέ πως· "ἣ πρῶτα μὲν τὰ θεῖα προὐμαντεύσατο χρησμοῖσι σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς." παρὰ τῷ Αἰόλῳ τούτῳ Ὀδυσσεὺς μετὰ τὴν Ἰλίου ἅλωσιν ξενίζεται. παρατήρει μοι τοὺς χρόνους4 εἰς σύγκρισιν τῆς Μωυσέως ἡλικίας καὶ τῆς κατ’ αὐτὸν ἀρχαιοτάτης φιλοσοφίας.
またある人々は、より神話的な形で、いわゆるイダイオイ・ダクテュロイの中から最初の賢者たちが出現したと述べており、いわゆる「エペソの文字」や音楽におけるリズムの発見は彼らに帰せられている。この理由から、音楽家たちにおける「ダクテュロス」がその名称を得たのである。イダイオイ・ダクテュロイはプリュギア人であり、異邦人であった。またヘロドロスは、予言者にして自然学者となったヘラクレスが、異邦人のプリュギア人であるアトラスから世界の柱を受け継いだと伝えているが、この神話は、彼が天界の学問を学びによって受け継いだことを暗示している。ベリュトスのヘルミッポスはケンタウロスのケイロンを賢者と呼んでおり、彼について『ティタノマキア』の作者も、彼こそが最初に「誓いと喜ばしき犠牲、そしてオリュンポスの形相を示して、死すべき人間の種族を正義へと導いた」と述べている。イリオスへと遠征したアキレウスはこのケイロンのもとで教育を受け、ケンタウロスの娘ヒッポーはアイオロスと結婚し、自然の探求、すなわち先祖伝来の学問を彼に教えた。エウリピデスもヒッポーについておおよそ次のように証言している。 「彼女こそは、星々の昇りに基づいて明瞭な神託により、神々の事柄を最初に予言した」このアイオロスのもとに、イリオス陥落ののちにオデュッセウスがもてなされる。どうか私のために、モーセの年代および彼と同時代の最も古代の哲学と比較して、その時代を観察してほしい。
- 1.15.71ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι’ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν ἄλλως ἢ μόνῳ τῷ νῷ.
ἐπεδείκνυτο に従属する間接話法の ὡς 節において、非人称述語形容詞 δυνατὸν の繋辞(ἐστίν 等)が省略された構文。不定詞 ἐφάψασθαι(接触動詞として属格 τοῦ βελτίστου を支配)は δυνατὸν の主語として機能している。
- 1.15.71διττὸν δὲ τούτων τὸ γένος, οἳ μὲν Σαρμᾶναι αὐτῶν, οἳ δὲ Βραχμᾶναι καλούμενοι.
全体部分同格(schema kath' holon kai meros)。全体を示す中性主語 διττὸν ... τὸ γένος に対し、男性複数名詞句・分詞句(οἳ μὲν ... οἳ δὲ ... καλούμενοι)が同格として配置されている。
- 1.15.73αἰνιττομένου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι.
αἰνιττομένου τοῦ μύθου は属格独立構文。αἰνίσσομαι はここでは対格不定詞構文(意味上の主語は文脈からヘラクレス、動詞は διαδέχεσθαι)を従え、「神話が、〜が学問によって天体の知識を受け継いだことを暗示している」という意味をなす。
- 1.15.73παρατήρει μοι τοὺς χρόνους
代名詞 μοι は倫理与格(ethic dative)。話し手が聞き手・読者に対して「私に免じて/どうか心して」と関心や注意を促す語気を示す。
