← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§5.9.1-5.9.9

王妃ステイラに預けられたカリロエと王宮の動揺

王妃ステイラのもとに預けられたカリロエは休息を許され、法廷で見たカイレアスが幻影ではなかったかと思い悩む一方、王宮には彼女を一目見ようと多くの女たちや王自身が頻繁に訪れ、ディオニュシオスはより激しい愛と苦悩に苛まれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.9.1

Τὴν δὲ Καλλιρρόην εὐνοῦχοι παραλαβόντες ἤγαγον πρὸς τὴν βασιλίδα, μηδὲν αὐτῇ προειπόντες· ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται.1 Θεασαμένη δὲ αἰφνίδιον ἡ Στάτειρα τῆς κλίνης ἀνέθορε δόξασα Ἀφροδίτην ἐφεστάναι, καὶ γὰρ ἐξαιρέτως ἐτίμα τὴν θεόν·

宦官たちはカリロエを引き取ると、王妃のもとへ前触れもなく連れて行った。というのも、王が人を遣わすときには事前の取り次ぎがなされないからである。スタテイラは突然彼女を目にして、アフロディテが現れ出でたものと思い、寝台から跳び起きた。彼女はその女神を特別に崇敬していたからである。

§5.9.2

ἡ δὲ προσεκύνησεν. Ὁ δὲ εὐνοῦχος νοήσας τὴν ἔκπληξιν αὐτῆς “Καλλιρρόη” φησὶν “αὕτη ἐστί· πέπομφε δὲ αὐτὴν βασιλεύς, ἵνα παρὰ σοὶ φυλάττηται μέχρι τῆς δίκης.” ἀσμένη τοῦτο ἤκουσεν ἡ Στάτειρα καὶ πᾶσαν ἀφεῖσα γυναικείαν φιλονεικίαν εὐνουστέρα τῇ Καλλιρρόῃ διὰ τὴν τιμὴν ἐγένετο·

一方、カリロエはひれ伏して敬意を表した。宦官は彼女の仰天ぶりを察して言った。「こちらはカリロエでございます。裁判まであなた様のもとで保護されるようにと、王がお送りになったのです」。スタテイラはこの言葉を喜んで聞き、女の張り合いをすべて捨て去り、その名誉(カリロエの身柄を託されたこと)のゆえにカリロエに対してより好意的になった。

§5.9.3

ἠγάλλετο γὰρ τῇ παρακαταθήκῃ. Λαβομένη δὲ τῆς χειρὸς αὐτῆς “θάρρει” φησίν, “ὦ γύναι, καὶ παῦσαι δακρύουσα· χρηστός ἐστι βασιλεύς. Ἕξεις ἄνδρα, ὃν θέλεις· ἐντιμότερον μετὰ τὴν κρίσιν γαμηθήσῃ. Βάδιζε δὲ καὶ ἀναπαύου νῦν, κέκμηκας γάρ, ὡς ὁρῶ, καὶ ἔτι τὴν ψυχὴν ἔχεις τεταραγμένην.” Ἡδέως ἡ Καλλιρρόη τοῦτο ἤκουσεν, ἐπεθύμει γὰρ ἠρεμίας.

彼女はこの寄託を誇らしく思っていたからである。彼女はカリロエの手を取って言った。「気を強くお持ち、お前さん、泣くのをおやめ。王はお優しいお方だ。お前は望む夫を得られるだろうし、裁判ののちにはより名誉ある形で嫁ぐことになるでしょう。さあ、今は行って休みなさい。見るところ疲れ果てて、心もまだ動揺しているようですから」。カリロエはこれを喜んで聞いた。静けさを切望していたからである。

§5.9.4

Ὡς οὖν κατεκλίθη, καὶ εἴασαν αὐτὴν ἡσυχάζειν, ἁψαμένη τῶν ὀφθαλμῶν “εἴδετε” φησὶ “Χαιρέαν ὑμεῖς ἀληθῶς; ἐκεῖνος ἦν Χαιρέας οὑμός, ἢ καὶ τοῦτο πεπλάνημαι; τάχα γὰρ Μιθριδάτης διὰ τὴν δίκην εἴδωλον ἔπεμψε· λέγουσι γὰρ ἐν Πέρσαις εἶναι μάγους.

そこで彼女は横になり、人々が彼女を静かにさせておくと、自分の目に手を触れて言った。「お前たち、本当にカイレアスを見たの?あの人は私のカイレアスだったの、それともこれさえも私は幻惑されているの?もしかしたらミトリダテスが裁判のために幻影を送り込んだのかしら。ペルシアには魔術師がいると人々は言うもの。

§5.9.5

Ἀλλὰ καὶ ἐλάλησε καὶ πάντα εἶπεν ὡς εἰδώς. Πῶς οὖν ὑπέμεινέ μοι μὴ περιπλακῆναι; μηδὲ καταφιλήσαντες ἀλλήλους διελύθημεν.” Ταῦτα διαλογιζομένης2 ἠκούετο ποδῶν ψόφος καὶ κραυγαὶ γυναικῶν· πᾶσαι γὰρ συνέτρεχον πρὸς τὴν βασιλίδα, νομίζουσαι πολλὴν ἐξουσίαν ἔχειν Καλλιρρόην ἰδεῖν.

けれど彼は話もしたし、事情を知っている者としてすべてを語ったわ。それなのに、どうして私を抱きしめずに我慢できたのかしら。互いに口づけを交わすことさえなく私たちは引き離されてしまった」。彼女がこのように思い巡らしていると、足音と女たちの叫び声が聞こえてきた。すべての女たちがカリロエを一目見られる大きな機会を得たと考えて、王妃のもとへ駆け集まってきたからである。

§5.9.6

Ἡ δὲ Στάτειρα εἶπεν “ἀφῶμεν αὐτήν· διάκειται γὰρ πονήρως· ἔχομεν δὲ ἡμέρας καὶ βλέπειν καὶ ἀκούειν καὶ λαλεῖν.” Λυπούμεναι δὲ ἀπῄεσαν καὶ τῆς ὑστεραίας ἕωθεν ἀφικνοῦνται· καὶ τοῦτο πάσαις ταῖς ἡμέραις ἐπράττετο μετὰ σπουδῆς, ὥστε πολυανθρωποτέραν γενέσθαι τὴν βασιλέως οἰκίαν.

しかしスタテイラは言った。「あの子を休ませてあげましょう。ひどく消耗していますから。目にするのも、話を聞くのも、語り合うのも、まだ何日もあります」。女たちは名残惜しそうに立ち去ったが、翌日の夜明けとともに再びやって来た。そしてこのことが毎日熱心に繰り返されたため、王宮は以前よりもいっそう人が多くなった。

§5.9.7

Ἀλλὰ καὶ βασιλεὺς πρὸς τὰς γυναῖκας εἰσῄει συνεχέστερον, ὡς δῆθεν πρὸς Στάτειραν. Ἐπέμπετο δὲ Καλλιρρόῃ δῶρα πολυτελῆ, καὶ παρ’ οὐδενὸς ἐλάμβανε, φυλάττουσα τὸ σχῆμα γυναικὸς ἀτυχούσης, μελανείμων, ἀκόσμητος, καθημένη. Ταῦτα καὶ λαμπροτέραν αὐτὴν ἀπεδείκνυε. Πυθομένης δὲ τῆς βασιλίδος ὁπότερον ἄνδρα βούλοιτο μᾶλλον, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ μόνον ἔκλαυσε.

そればかりか、王自身も王妃スタテイラに会うかのような口実を設けて、以前にも増して頻繁に婦人たちの部屋へと入って行った。またカリロエには贅沢な贈り物が次々と送られたが、彼女は不幸な女の身なりを守り、黒衣をまとい、装飾もつけず、じっと座ったままで、誰からも受け取らなかった。この姿が彼女をいっそう輝かしく見せた。王妃がどちらの夫をより望んでいるのかと尋ねたとき、彼女は何ひとつ答えず、ただ涙を流すばかりであった。

§5.9.8

Καλλιρρόη μὲν ἐν τούτοις ἦν, Διονύσιος δὲ ἐπειρᾶτο μὲν φέρειν τὰ συμβαίνοντα γενναίως, διά τε φύσεως εὐστάθειαν καὶ διὰ παιδείας ἐπιμέλειαν, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν·3

カリロエがこのような状況にある一方で、ディオニュシオスは生まれつきの沈着さと教育による修練の双方によって、身に起きた事態を気高く耐え忍ぼうと努めていたが、この災難の奇想天外さは、剛毅な者でさえ理性を失わせるに十分なほど強烈であった。

§5.9.9

ἐξεκάετο γὰρ σφοδρότερον ἢ ἐν Μιλήτῳ. Ἀρχόμενος γὰρ τῆς ἐπιθυμίας μόνου τοῦ κάλλους ἐραστὴς ἦν, τότε δὲ πολλὰ προσεξῆπτε τὸν ἔρωτα, συνήθεια καὶ τέκνων εὐεργεσία4 καὶ ἀχαριστία καὶ ζηλοτυπία καὶ μάλιστα τὸ ἀπροσδόκητον.

というのも、彼はミレトスにいたときよりも激しく燃え上がっていたからである。情欲の初期においては彼はただ彼女の美貌のみの愛好者であったが、今や多くのものが彼の恋心にいっそう火をつけていた。日頃の馴れ親しみ、子供を授けてくれた恩、忘恩、嫉妬、そして何よりも事態の思いがけなさである。

構文注4 件
  1. 5.9.1ὅταν γὰρ πέμψῃ βασιλεύς, οὐκ ἀπαγγέλλεται

    非人称的受動(impersonal passive)表現。「(事前の取次ぎ・告知が)なされない」という宮廷儀礼の慣習を述べている。主語を明示せず、動作そのものを一般的事実として述べる用法。

  2. 5.9.5Ταῦτα διαλογιζομένης

    意味上の主語(αὐτῆς「彼女が」)が省略された属格独立構文(genitive absolute)。文脈上、直前のカリロエの内省を受けていることが明白であるため代名詞が省かれている。

  3. 5.9.8καὶ τὸν ἀνδρεῖον ἐκστῆσαι δυνατώτατον ὑπῆρχεν

    καί は「〜でさえ」という累加の副詞で τὸν ἀνδρεῖον(「剛毅な男」)を修飾する。不定詞 ἐκστῆσαι(狂気・狼狽に陥れる)は形容詞 δυνατώτατον の補足不定詞(epexegetical infinitive)として機能し、主語は前述の τὸ παράδοξον τῆς συμφορᾶς(「災難の奇想天外さ」)である。

  4. 5.9.9τέκνων εὐεργεσία

    τέκνων は関係属格ないし「子供をもたらしてくれたこと(恩恵)」を指す名詞的表現。カリロエがディオニュシオスの子供(実際にはカイレアスの子だが彼自身の子と認識している)を産んでくれたことに対する恩愛・感謝の念を指している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.9.1-5.9.9