- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:5.10.1-5.10.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ディオニュシオスは息子の前で苦悶を吐露し使者としてカリロエのもとへ送ろうとするが拒絶され、一方のカイレアスはカリロエの冷淡さに絶望して縊死を図るもポリュカルモスに阻止される。
Ἐξαίφνης οὖν ἀνεβόα πολλάκις “ποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, ᾗ θύω πολλάκις. Τί γὰρ ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες;
それゆえ彼は突然何度も叫んだ。「私の身の上に、いったいどこのプロテシラオスが生き返ったというのか。地下の神々の誰に対して不敬を働いたゆえに、墓を私が持っている死人の恋敵を我が身に見出すことになったのか。我が女主君アフロディテよ、私が領地に神殿を建て、度々犠牲を捧げているそなたが、私を罠にかけたのか。守り通す気もなかったカリロエを、なぜ私に引き合わせたのか。
τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;” Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάων “τέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως· ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα.
夫ですらない私を、なぜ父親に仕立て上げたのか」。 その合間に息子を抱きしめ、泣きながら語りかけた。「哀れなわが子よ、以前は私にとって幸いに生まれたと思われたが、今や時ならぬ巡り合わせとなった。お前を私は、母の形見として、そして不運な恋の記念の品として抱えているのだから。
Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν ὁ πατήρ σου δυστυχεῖ.1 Κακὴν ἀποδημίαν ἤλθομεν· οὐκ ἔδει Μίλητον καταλιπεῖν· Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι·2 Μιθριδάτης μου κατηγόρει· περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι· οὐδὲ γὰρ μείων ὁ κίνδυνος· δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον.
お前は幼子だが、そなたの父がどのような不運に苦しんでいるのか、まったく感じ取れないわけではない。私たちは酷い旅路に出てしまった。ミレトスを離れるべきではなかったのだ。バビロンが私たちを破滅させた。第一の訴訟には敗訴した。ミトリダテスが私を告発していたのだ。しかし第二の訴訟のほうをいっそう恐れている。危機は決して小さくはないからだ。裁判の前触れが私を絶望に突き落としたのだ。
Ἄκριτος ἀφῄρημαι γυναικὸς3 καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός.
判決も下されぬまま私は妻を奪われ、自分の妻をめぐって他者と争っており、そして何より辛いことには、カリロエがどちらを望んでいるのか私には分からない。だが子よ、お前なら母のもとから聞き出すことができる。さあ、今すぐ行って父のために懇願しておくれ。
Κλαῦσον, καταφίλησον, εἰπὲ ʽμῆτερ, ὁ πατήρ μου φιλεῖ σε,ʼ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; ὦ τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.”
泣いて、口づけをして言うのだ、『母上、父上はあなたを愛しています』と。決して責めてはならない。……何を言うのか、守り役よ。お前たちが王宮に入るのを誰も許さないというのか。ああ、恐るべき暴政よ。父の使者として母のもとへ赴く息子を閉め出すとは」。
Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν· μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ’ αὐτὸν ἀναβαίνειν “εὐτυχέστερον μὲν” εἶπεν “ἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ· τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν.
こうしてディオニュシオスは判決の時まで、愛と理性の闘いを裁定しながら時を過ごしていたが、一方カイレアスを慰めようのない悲嘆が捉えていた。そこで彼は病気を装い、自分たち二人の恩人であるとしてミトリダテスを見送るようポリュカルモスに言いつけた。一人になると首吊りの縄を結び、台へ上がろうとしながら言った。「カリアで鎖に繋がれていた私に対し、偽りの告発が建てたあの十字架に登っていたならば、私はもっと幸福に死ねただろうに。あの時ならば、カリロエに愛されていると思い込んだまま人生から解放されたのだから。だが今や私は、生きることだけでなく、死の慰めさえも失ってしまった。
Καλλιρρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν· ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. Μηδὲν δυσωπείσθω· φθάσω τὴν κρίσιν· οὐ περιμενῶ τέλος ἄδοξον. Οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος ἤδη. Σὺ μὲν εὐτυχοίης, ὦ γύναι· γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. Ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. Πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας ἀπόλαυε πολυτελείας. Ἔχε ὃν θέλεις.
カリロエは私を見ても近寄らず、口づけもしなかった。私がそばに立っているのに、別の男に遠慮していたのだ。彼女が恥じ入る必要など何もない。私は判決に先んじよう。不名誉な結末を待つつもりはない。ディオニュシオスに比べ、私が取るに足らない敵手であることは承知している。異邦人であり、貧乏人であり、今や赤の他人なのだから。お前は幸せになってくれ、妻よ。たとえ別の男を愛そうとも、私はお前を妻と呼ぶ。私は去り、お前の結婚生活を煩わせはしない。富を誇り、豪奢に耽り、イオニアの贅沢を享受するがよい。望む男を手に入れるがよい。
Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον ʽτοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ, ʽοἴχῃ, Χαιρέα, νῦν ἀληθῶς· νῦν ἀπέθανες· ἐγὼ γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.ʼ Ἀκούσομαί σου, γύναι· τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν. Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀΐδαο,4 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλης μεμνήσομαί σου.” Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχον “σύ μοι” λέγων “παραμυθία καὶ συνή· διὰ σὲ νικῶ·
だが今やカイレアスが真に死んだからには、カリロエよ、お前に最後の慈悲を求める。私が死んだなら、我が遺骸のそばに来て、もしできるなら泣いてくれ(それこそが私にとって不死以上のものとなるだろうから)。そして石碑に身を屈めて、夫が見ていようと子が目にとめようと、言ってくれ、『逝ってしまったのね、カイレアス、今や本当に。今あなたはお亡くなりになった。私は大王の前であなたを選ぶつもりでしたのに』と。お前の言葉を私は聞くだろう、妻よ。きっとそれを信じるだろう。お前は冥府の神々のもとで私をより名誉ある者にしてくれるだろう。『たとえ冥府において死んだ者たちのことを忘れ去ろうとも、私はかの地にあってもなお愛しきお前を忘れない』」。このように嘆き悲しみながら、彼は縄に口づけをして言った。「お前こそ私の慰めであり、妻だ。お前のおかげで私は勝利する。
σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.” Ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος ὁ φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ ἡ προθεσμία τῆς δίκης καθειστήκει.
お前はカリロエよりも私を愛してくれた」。彼が台に上がり首に縄をかけようとしたその時、友のポリュカルモスが駆け寄り、もはや慰めることもできず、狂気にとらわれた彼を取り押さえた。そしてすでに裁判の期日も到来していた。
- 5.10.3ὧν ὁ πατήρ σου δυστυχεῖ
関係代名詞の牽引(attractio relativi)の例。本来は先行詞を含む τούτων ἃ ὁ πατήρ σου δυστυχεῖ(「そなたの父が不運に見舞われている事柄」)という構造であり、動詞 δυστυχέω の内的対格(ἃ)が、先行詞の属格 τούτων に牽引されて ὧν となっている。
- 5.10.3Τὴν μὲν πρώτην δίκην νενίκημαι
νενίκημαι は動詞 νικάω の完了受動態(「私は敗北した」)。内的対格・同族対格をとる訴訟表現(δίκην νικᾶν「裁判に勝つ」)が受動態に転換された構文であり、内的対格 τὴν πρώτην δίκην を保持したまま「第一の訴訟に敗訴した」を意味する。ミトリダテスを告発した最初の裁判(5.6–8)で逆に追及を受けて敗れた事態を指す。
- 5.10.4Ἄκριτος ἀφῄρημαι γυναικὸς
二重対格をとる奪取の動詞 ἀφαιρέω の完了受動態構文。受動態転換に伴い、奪われる対象が分離の属格 γυναικὸς で表されている。副詞的形容詞 ἄκριτος(「判決を受けぬまま」)が主語の述語的修飾として置かれている。
- 5.10.9Εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν ἀΐδαο
ホメロス『イリアス』第22巻389行の直接引用。εἰν ἀΐδαο は叙事詩のイオニア方言形であり、古典散文の ἐν ᾍδου(「ハデスの館にて」)に相当する。接続詞 εἰ は仮定文を導き、περ は譲歩の強調(「たとえ〜であろうとも」)を表す。
