← アフロディシアスのカリトン

カイレアスとカッリロエ

§1.3.1-1.3.7

カイレアスの嫉妬とカリロエとの和解

求婚者たちが仕組んだ偽りの夜宴の痕跡を見て逆上したカイレアスはカリロエの不貞を疑って責め立てるが、彼女の誇り高い反論と涙によって二人はすぐに和解し、かえって絆を深める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.3.1

Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων ὁ πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. Ὁ δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος·1 οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη τὴν κόρην.

夕方になり、ある者が来て、カイレアスの父アリストンが田舎で梯子から転落し、生存の望みがほとんどないと告げた。カイレアスはこれを聞くと、父への情愛が深かったにもかかわらず、自分一人で出かけねばならないことを悲しんだ。というのも、まだ花嫁を連れ出すわけにはいかなかったからである。

§1.3.2

Ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου κατέλιπον· ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους.

そしてその夜、あからさまに押しかけて騒ぎを起こす勇気のある者はいなかったが、密かに人目を忍んでやって来ては狂乱の宴(コーモス)の痕跡を残していった。彼らは門口を花冠で飾り、香油を撒き散らし、ぶどう酒で泥濘を作り、燃えさしの松明を投げ捨てた。

§1.3.3

Διέλαμψεν ἡμέρα, καὶ πᾶς ὁ παριὼν ἐφειστήκει κοινῷ τινὶ πολυπραγμοσύνης πάθει· Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. Ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν· ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει·

夜が明けると、通りがかる誰もが、共通の好奇心の情に駆られて立ち止まっていた。一方、カイレアスは父の容態が持ち直したため、妻のもとへと急ぎ戻った。そして門前の群衆を見て最初は怪しんだが、その理由を知ると、激昂して駆け込んだ。

§1.3.4

καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. Ἐπεὶ δ’ ἀνέῳγεν ἡ θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρρόῃ, τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαε. Πυνθανομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος.2

寝室がまだ閉じられているのを見ると、彼は激しく叩いた。そして侍女が開けると、カリロエに詰め寄り、怒りを悲哀へと変えて衣服を引き裂き、涙を流した。彼女が何があったのかと尋ねても、彼は言葉を失い、目にしたものを疑うことも、信じたくないものを信じることもできずにいた。

§1.3.5

Ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος ἡ γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ ὁ δ’ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ τραχεῖ τῷ φθέγματι “κλάω” φησὶ “τὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως ἐπελάθου,” καὶ τὸν κῶμον ὠνείδισεν.

彼が途方に暮れて震えていると、妻は何が起こったのか見当もつかず、その原因を話してほしいと懇願した。すると彼は充血した目と荒々しい声で「私が泣いているのは自分の運命のためだ。お前があまりにも早く私を忘れたからだ」と言い、あの狂乱の宴のことを責め立てた。

§1.3.6

Ἡ δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶ “οὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασεν” εἶπε, “τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς.”3 Ταῦτα εἰποῦσα ἀπεστράφη καὶ ἐγκαλυψαμένη δακρύων ἀφῆκε πηγάς.

しかし彼女は将軍の娘らしく、誇りに満ちていたので、その不当な中傷に憤慨し、こう言った。「私の父の家に押しかけて騒ぎを立てた者などおりません。むしろ、狂乱の宴に見慣れているのはあなたの門口の方でしょうし、あなたが結婚したことが、あなたの愛人たちを悲しませているのでしょう。」こう言って彼女は背を向け、顔を覆って泉のように涙を流した。

§1.3.7

Εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. Μεταβαλλόμενος οὖν ὁ Χαιρέας ἤρξατο κολακεύειν, καὶ ἡ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. Ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.

しかし、愛し合う者たちにとって和解は容易であり、互いのいかなる弁明をも喜んで受け入れる。そこでカイレアスは態度を改めて機嫌を取り始め、妻もまたすぐに彼の悔悟を受け入れた。このことが二人の愛をいっそう燃え上がらせ、双方の親たちも、子供たちの一致した睦まじい姿を見て、自らを幸福な者であると思った。

構文注3 件
  1. 1.3.1καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος

    καίτοι… ὤν(譲歩分詞)と ὅμως が呼応する構文。通常であれば「父の危篤を悲しんだ」となるところを、ὅτι 節によって「一人で(新妻を残して)行かねばならないこと」が悲哀(ἐλυπήθη)の直接の理由として示されており、父への孝心(φιλοπάτωρ)を上回るほどの妻への執着・情愛が逆説的に強調されている。

  2. 1.3.4οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος

    οἷς は先行詞 τούτοις を呑み込んだ関係代名詞の格引き込み(attraction)で、動詞 ἀπιστεῖν および πιστεύειν が与格補語を要求するため与格(τούτοις ἅ → οἷς)となっている。後半の οἷς οὐκ ἤθελε [πιστεύειν] は不定詞が省略された形。視覚的証拠(οἷς εἶδεν)と心理的拒絶(οἷς οὐκ ἤθελε)の相克を示す対称的な修辞構造。

  3. 1.3.6τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς

    定冠詞付き完了不定詞句 τὸ γεγαμηκέναι σε が主語で、τοὺς ἐραστάς が目的語。ἐραστής は一般に男性の愛人を指すため、カリロエは第2章で言及されたカイレアスの体育場での過去(青年男子同士の愛好・交友)を引き合いに出し、「あなたが結婚したことで悲しんでいるのは(私に求婚した男たちではなく)あなたの男の愛人たちでしょう」と皮肉を込めて反撃している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.3.1-1.3.7