- 底本
- Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0554.tlg001.humanitext-grc1:1.2.1-1.2.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カリロエとの結婚に敗れた求婚者たちが集まって報復を謀る中、アクラガスの僭主は公然の攻撃を退け、カイレアスの嫉妬心を煽って結婚を内側から破壊する計略を提案し、指導権を委ねられる。
Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος.
求婚者たちは結婚に破れたため、激しい怒りと共に悔しさを抱いた。それまでは互いに争っていた彼らは、この時一致団結し、その一致ゆえに、侮辱されたと感じて共通の評議の場に集まった。そして嫉妬がカイレアスに対する戦争へと彼らを召集したのである。
Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννου, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην,1 ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.
イタリア出身のある若者、レギオンの僭主の息子が真っ先に立ち上がり、次のように語った。「もし我々のうちの誰かが結婚したのだとすれば、私は怒らなかっただろう。競技会において戦った者のうちの一人が勝利しなければならないのと同じである。しかし、結婚のために何ら労苦を払わなかった者が我々を出し抜いた以上、私はこの侮辱に耐えられない。
Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο.2
我々は表門のところで夜明かしをして疲れ果て、乳母や侍女たちにへつらい、養育係に贈り物を送り、どれほどの時間奴隷のように仕えてきたことか。そして何よりも耐え難いことに、互いに恋仇として憎み合ったのだ。それなのに、あのふしだらで貧しく、何一つ取り柄のない男が、王たちが競い合っている中で自らは戦わずして勝冠を勝ち取ったのだ。
Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.” Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ ὁ Ἀκραγαντίνων τύραννος ἀντεῖπεν. “Οὐκ εὐνοίᾳ δὲ” εἶπε “τῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ·3 μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος· ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἡ ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ ἡ μετὰ τέχνης·
この勝ち得た賞品をあの男にとって無益なものにしてやろうではないか。花婿にとってあの結婚を死にしてやろう。」一同はこれを称賛したが、ただアクラガス(アグリゲントゥム)の僭主だけが異議を唱えた。「私がこの企てを阻むのは」と彼は言った、「カイレアスへの好意によるのではなく、より確実な思慮によるのである。ヘルモクラテスが侮りがたい相手であることを思い起こしてほしい。したがって、彼に対して公然と戦いを挑むことは我々には不可能であり、策略を用いた戦いのほうが優れている。
καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον ἢ βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον· ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται.
実際、我々は僭主の地位を力よりも狡知によって手に入れているのだ。カイレアスとの戦いの将軍に私を任命してほしい。私はこの婚姻を解消させると約束する。というのも、私は彼に対して嫉妬を武器として差し向けるからだ。嫉妬は愛を味方に引き入れることで、途方もない惨劇を引き起こすであろう。
Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, ὁ δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν· ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.” Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.
カリロエは心が安定していて悪意ある疑念など知らぬが、カイレアスは体育場で育ち、若者特有の過ちを知らないわけではないから、疑いを抱くや容易に愛の嫉妬に陥る可能性がある。また、彼には接近して言葉を交わすこともより容易である。」彼がまだ語っている最中に、一同はその提案を可決し、何事をも企みうる有能な人物として彼にこの役目を委ねた。こうして彼は次のような計略に着手した。
- 1.2.2Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην
過去の反実仮想(過去非現実条件文)。条件節(εἰ+直説法アオリスト ἔγημεν)と帰結節(ἄν+直説法アオリスト ὠργίσθην)が対応し、「もし我々のうち誰かが結婚していたなら、私は怒らなかっただろう」という過去の事実に反する想定を表す。
- 1.2.3βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο
属格独立構文 βασιλέων ἀγωνισαμένων が譲歩的(あるいは対比的状況)に機能している。「諸王が競い合っていたのにもかかわらず/諸王が競い合っている中で、彼自身は埃も立てずに(苦も無く)冠をさらった」という主節との鋭い対比を形成する。副詞 ἀκονιτί(競技場で埃を浴びることなく=不戦勝で)はレスリング等の競技比喩を継承している。
- 1.2.4ἀσφαλεστέρῳ τῷ λογισμῷ
限定詞(定冠詞 τῷ)の前に比較級形容詞 ἀσφαλεστέρῳ が置かれた述語的位置(predicative position)の構文。「私の分別・思慮(τῷ λογισμῷ)がより安全・確実なものであることによって」という様態または根拠を表す。与格句 εὐνοίᾳ τῇ πρὸς Χαιρέαν(こちらは限定的位置)との対比により、「カイレアスへの好意によってではなく、より安全な計算・思慮に基づいて」という意味を成す。
