← アッピアノス

ミトリダテス戦記

§854-856

スッラとミトリダテスの講和交渉と直接会談

ミトリダテスは相次ぐ敗北を受けてアルケラオスを通じスッラに講和を申し入れ、スッラは自らの不利な国内情勢や戦力温存を考慮して過酷な条件を提示しつつ交渉に応じる。その後、使者の言動に憤慨したスッラはアジアへ進軍し、両者は平原で直接対談に臨み、ミトリダテスはローマ側の不正と貪欲を非難する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§854

ὁ δὲ Μιθριδάτης ἐπεὶ καὶ τῆς περὶ Ὀρχομενὸν ἥττης ἐπύθετο, διαλογιζόμενος τὸ πλῆθος ὅσον ἐξ ἀρχῆς ἐς τὴν Ἑλλάδα ἐπεπόμφει, καὶ τὴν συνεχῆ καὶ ταχεῖαν αὐτοῦ φθοράν, ἐπέστελλεν Ἀρχελάῳ διαλύσεις ὡς δύναιτο εὐπρεπῶς ἐργάσασθαι. ὁ δὲ Σύλλᾳ συνελθὼν ἐς λόγους εἶπε· φίλος ὢν ὑμῖν πατρῷος, ὦ Σύλλα, Μιθριδάτης ὁ βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς. καὶ ὁ Σύλλας ἀπορίᾳ τε νεῶν, καὶ χρήματα οὐκ ἐπιπεμπόντων οὐδʼ ἄλλο οὐδὲν οἴκοθεν αὐτῷ τῶν ἐχθρῶν ὡς πολεμίῳ, ἁψάμενος ἤδη τῶν ἐν Πυθοῖ καὶ Ὀλυμπίᾳ καὶ Ἐπιδαύρῳ χρημάτων, καὶ ἀντιδοὺς πρὸς λόγον τοῖς ἱεροῖς τὸ ἥμισυ τῆς Θηβαίων γῆς πολλάκις ἀποστάντων, ἔς τε τὴν στάσιν αὐτὴν τῶν ἐχθρῶν ἐπειγόμενος ἀκραιφνῆ καὶ ἀπαθῆ τὸν στρατὸν μεταγαγεῖν, ἐνεδίδου πρὸς τὰς διαλύσεις, καὶ εἶπεν· ἀδικουμένου μὲν ἦν, ὦ Ἀρχέλαε, Μιθριδάτου,1 περὶ ὧν ἠδικεῖτο πρεσβεύειν, ἀδικοῦντος δὲ γῆν τοσήνδε ἀλλοτρίαν ἐπιδραμεῖν, καὶ κτεῖναι πολὺ πλῆθος ἀνδρῶν, τά τε κοινὰ καὶ ἱερὰ τῶν πόλεων καὶ τὰ ἴδια τῶν ἀνῃρημένων σφετερίσασθαι. τῷ δʼ αὐτῷ λόγῳ καὶ ἐς τοὺς ἰδίους φίλους, ᾧ περὶ ἡμᾶς, ἄπιστος γενόμενος, ἔκτεινε καὶ τῶνδε πολλούς, καὶ τῶν τετραρχῶν οὓς ὁμοδιαίτους εἶχε, νυκτὸς μιᾶς, μετὰ γυναικῶν καὶ παίδων τῶν οὐ πεπολεμηκότων. ἐπὶ δὲ ἡμῖν καὶ φύσεως ἔχθραν μᾶλλον ἢ πολέμου χρείαν ἐπεδείξατο, παντοίαις ἰδέαις κακῶν τοὺς περὶ τὴν Ἀσίαν Ἰταλιώτας, σὺν γυναιξὶ καὶ παισὶ καὶ θεράπουσι τοῖς οὖσι γένους Ἰταλικοῦ, λυμηνάμενός τε καὶ κτείνας. τοσοῦτον ἐξήνεγκεν ἐς τὴν Ἰταλίαν μῖσος ὁ νῦν ἡμῖν ὑποκρινόμενος φιλίαν πατρῴαν, ἧς οὐ πρὶν ἑκκαίδεκα μυριάδας ὑμῶν ὑπʼ ἐμοῦ συγκοπῆναι ἐμνημονεύετε.2 ἀνθʼ ὧν δίκαιον μὲν ἦν ἄσπειστα αὐτῷ τὰ παρʼ ἡμῶν γενέσθαι, σοῦ δὲ χάριν ὑποδέχομαι συγγνώμης αὐτὸν τεύξεσθαι παρὰ Ῥωμαίων, ἂν τῷ ὄντι μεταγιγνώσκῃ. εἰ δὲ ὑποκρίνοιτο καὶ νῦν, ὥρα σοι τὸ σαυτοῦ σκοπεῖν, ὦ Ἀρχέλαε, ἐνθυμουμένῳ μὲν ὅπως ἔχει τὰ παρόντα σοί τε κἀκείνῳ, σκοποῦντι δʼ ὅν τινα τρόπον ἐκεῖνός τε ἑτέροις κέχρηται φίλοις καὶ ἡμεῖς Εὐμένει καὶ Μασσανάσσῃ. ὁ δʼ ἔτι λέγοντος αὐτοῦ τὴν πεῖραν ἀπεσείετο, καὶ δυσχεράνας ἔφη τὸν ἐγχειρίσαντά οἱ τὴν στρατηγίαν οὔ ποτε προδώσειν· ἐλπίζω δέ σοι διαλλάξειν, ἢν μέτρια προστάσσῃς. διαλιπὼν οὖν ὁ Σύλλας ὀλίγον, εἶπεν· ἐὰν τὸν στόλον ἡμῖν, ὃν ἔχεις, ὦ Ἀρχέλαε, παραδιδῷ πάντα Μιθριδάτης, ἀποδῷ δὲ καὶ στρατηγοὺς ἡμῖν ἢ πρέσβεις ἢ αἰχμαλώτους ἢ αὐτομόλους ἢ ἀνδράποδα ἀποδράντα, καὶ Χίους ἐπὶ τοῖσδε, καὶ ὅσους ἄλλους ἀνασπάστους ἐς τὸν Πόντον ἐποιήσατο, μεθῇ, ἐξαγάγῃ δὲ καὶ τὰς φρουρὰς ἐκ πάντων φρουρίων, χωρὶς ὧν ἐκράτει πρὸ τῆσδε τῆς παρασπονδήσεως, ἐσενέγκῃ δὲ καὶ τὴν δαπάνην τοῦδε τοῦ πολέμου τὴν διʼ αὐτὸν γενομένην, καὶ στέργῃ μόνης ἄρχων τῆς πατρῴας δυναστείας. ἐλπίζω πείσειν Ῥωμαίους αὐτῷ μηδὲν ἐπιμηνῖσαι τῶν γεγονότων. ὁ μὲν δὴ τοσάδε εἶπεν, ὁ δὲ Ἀρχέλαος τὰς μὲν φρουρὰς αὐτίκα πανταχόθεν ἐξῆγε, περὶ δὲ τῶν ἄλλων ἐπέστελλε τῷ βασιλεῖ. καὶ Σύλλας τὴν ἐν τοσῷδε ἀργίαν διατιθέμενος, Ἐνετοὺς καὶ Δαρδανέας καὶ Σιντούς, περίοικα Μακεδόνων ἔθνη, συνεχῶς ἐς Μακεδονίαν ἐμβάλλοντα, ἐπιὼν ἐπόρθει, καὶ τὸν στρατὸν ἐγύμναζε, καὶ ἐχρηματίζετο ὁμοῦ.

ミトリダテスはオルコメノスでの敗北をも知ると、当初ギリシアへ派遣した兵力の総数と、それが絶え間なく急速に消耗したことを熟考し、アルケラオスに対し、可能な限り名誉を損なわぬ形で講和を結ぶよう命じた。そこでアルケラオスはスッラと会談し、こう述べた。 「スッラよ、王ミトリダテスは、あなたがたにとって先祖伝来の友でありながら、他の将軍たちの強欲のゆえに戦うに至りましたが、あなたが正当な要求を課してくださるならば、あなたの卓越した徳のゆえに講和を結ぶ所存です。」 スッラは、船艇の不足、政敵たちが彼を公敵とみなして本国から資金も他の物資も送ってこないこと、すでにピュートーやオリュンピアやエピダウロスにある財宝に手をつけていたこと、度重なる反逆を起こしたテーバイ人の土地の半分をそれらの神殿への補填として代償に与えていたこと、そして政敵たちの内乱そのものへと無傷かつ消耗していない軍勢を迅速に率いて戻ろうと急いでいたことから、講和を受け入れる姿勢を示し、次のように言った。 「アルケラオスよ、ミトリダテスが不正を被っていたのであれば、自らが被った不正について使節を送るのが本分であったはずだ。だが、これほど広大な他国の土地に侵入し、無数の人々を殺戮し、都市の共有財産や神殿の宝物、そして殺害された者たちの私財を奪い取ったのは、不正を働く者の所業であった。同じやり方で自らの友人たちに対しても、我らに対するのと同様に不実となり、彼らの多くを殺害し、同じ食卓を囲んでいたテトラルケスたちをも、戦いに加わっていなかったその妻子諸共、一夜のうちに殺したのだ。さらに我らに対しては、戦争の必要というよりも生来の憎悪を剥き出しにし、アジア一帯のイタリア系住民を、妻子やイタリア系血統の召使たち諸共、ありとあらゆる残酷な手段で虐待し殺戮した。これほどの憎悪をイタリアに向けた男が、今になって先祖伝来の友好関係を我らに装っているのだ。あなたがたのうち十六万人が私によって打ち破られるまでは、思い出しもしなかった友好関係をな。 それゆえ、我らの側から彼に対して一切の講和を拒むのが正当な処置ではあろうが、お前のために、彼が真に悔悟するならばローマ人から寛恕を得られるよう私は引き受けよう。だが、もし彼が今なお欺こうとしているなら、アルケラオスよ、現在のお前と彼自身の置かれた状況を思い巡らし、また彼が他の友人たちをどのように扱ったか、そして我らがエウメネスやマッサナッサをどのように遇したかを熟考して、自らの身の振り方を考える潮時だ。」 しかしアルケラオスは、スッラがなお語っている間にこの誘いを撥ねつけ、不快感を示して、自分に軍の指揮を委ねた主君を決して裏切ることはないと述べた。 「しかし、もしあなたが穏当な条件を課してくださるなら、〔彼を〕あなたと和解させられると期待しております。」 そこでスッラはしばし間を置いて言った。 「アルケラオスよ、もしミトリダテスが、お前の率いる全艦隊を我らに引き渡し、将軍たちや使節、捕虜、脱走兵、逃亡奴隷を我らに返還し、その上でキオス人たちや、自らポントスへ強制移住させた他のすべての民を解放し、この誓約破り以前に支配していた地を除いてあらゆる要塞から守備隊を撤収させ、さらに彼のせいで生じたこの戦争の戦費を納付し、先祖伝来の支配権のみを統治することに甘んじるならば、ローマ人たちを説得して過去の出来事に何ら怒りを持ち越さぬようにさせられると期待している。」 スッラがこれらを提示すると、アルケラオスは直ちに各地から守備隊を撤収させ、その他の条件については王に書き送った。スッラはその間の休戦期間を利用して、マケドニアに絶えず侵入していた周辺民族のエネトイ族、ダルダノイ族、シントイ族の地へ攻め入って略奪し、軍を訓練すると同時に資金をも集めた。

§856

ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δʼ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν,3 δυσχεράνας ὁ Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν ἢ πολέμου δεῖται Μιθριδάτης. ὧδε δʼ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας· ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συνῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δʼ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. καὶ τάδε, ἔφη, πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρʼ ἐμοῦ τε καὶ παρʼ ἐκείνων λαμβάνοντες· ὃ γὰρ δὴ μάλιστʼ ἄν τις ὑμῶν, ὦ Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν ἡ φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον ἢ κατὰ γνώμην ἐγίγνετο.

その後、ミトリダテスの使者たちが到着したが、彼らは他の条件には同意したものの、パフラゴニアだけは例外とするよう要求し、もしミトリダテスがあなたがたのもう一人の将軍フィンブリアと講和を結んでいたなら、もっと多くのものを得ていただろうと言い添えた。スッラはこの引き合いに出された比較に憤慨し、フィンブリアは処罰されるであろうし、自分自身がアジアに入ればミトリダテスが条約を望んでいるのか戦争を望んでいるのか知ることになるだろうと言った。こう告げるとスッラはトラキアを通ってキュプセラへ進軍し、ルクッルスをアビュドスへ先遣させた。ルクッルスは海賊に捕縛される危機を何度も冒しながら、キプロス、ポエニキア、ロドス、パムピュリアから艦船を集め、敵の領土の多くを荒らし、航行の途上でミトリダテスの船団を攻撃し、すでにスッラのもとに合流していたのである。こうしてスッラはキュプセラから、ミトリダテスはペルガモンから再び会談へと赴き、両軍が双方から見守る中、わずかな供回りを連れて平原へと降り立った。ミトリダテスの弁明は、個人的かつ先祖伝来の友好関係と同盟を想起させること、そしてローマの使節や顧問官や将軍たちが、アリオバルザネスをカッパドキアへ復帰させ、自分からフリュギアを奪い、ニコメデスが不正を働くのを見過ごすなど、自分に対して不当に行ってきたことへの弾劾であった。 「しかも彼らは、」と彼は言った。 「私からとあの者たちから交互に金を受け取り、金銭のためにこれらすべてのことを行ったのです。ローマ人よ、あなたがたの多くに対して最も非難されうるものこそ、まさにその貪欲さなのです。あなたがたの将軍たちによって戦争が引き起こされた以上、私が防衛のために行ったすべての行為は、私の本意によるものではなく、むしろ必然に強いられてのことであったのです。」

構文注3 件
  1. 854ἀδικουμένου μὲν ἦν, ὦ Ἀρχέλαε, Μιθριδάτου

    ἀδικουμένου ... Μιθριδάτου は未完了過去動詞 ἦν の述語として働く「所属・職責の属格(genitive of characteristic)」である。直後にある ἀδικοῦντος δὲ [ἦν] と対比され、「もしミトリダテスが不正を被っていたのであれば使節を送るのが本分であったが、不正を働く者の本分として(実際には侵略と略奪を)行った」という対比構造を成している。

  2. 854ἧς οὐ πρὶν ἑκκαίδεκα μυριάδας ὑμῶν ὑπʼ ἐμοῦ συγκοπῆναι ἐμνημονεύετε

    関係代名詞 ἧς は直前の φιλίαν πατρῴαν を先行詞とする属格で、動詞 ἐμνημονεύετε(記憶する、言及する)の目的語となっている。πρὶν 句は不定詞構文(ἑκκαίδεκα μυριάδας ... συγκοπῆναι)を従えており、「私の手であなたがたのうち16万人が殲滅される前には、思い出しもしなかった友好関係」の意。

  3. 856εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν

    間接話法(ὅτι πλεόνων ἂν ἔτυχε...)の枠組みの中に埋め込まれた反実仮想の条件文である。条件節が直説法未完了過去(διελύετο)、帰結節が ἄν +直説法アオリスト(πλεόνων ἂν ἔτυχε)の形式を保っており、過去の事実に反する仮定(「もしフィンブリアと講和を結んでいたならば、より多くのものを得ていただろうに」)を直接話法の形のまま伝達している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:854-856