- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg014.humanitext-grc2:851-853
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
スッラが軍を整え越冬する中、ローマ本国から派遣された執政官フラックスをフィンブリアが暗殺して軍権を奪い、ミトリダテスを敗走させた後、イリオス(トロイア)を徹底的に破壊・虐殺した経緯が記される。
ὁ δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δʼ ὅπῃ ὁ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων1 εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. ὁ δὲ οὐδὲν οὐδʼ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δʼ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δʼ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ ὁ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους ὁ Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.
スッラは翌日、かの部隊長に花冠を授け、他の者たちにも武功賞を与えた。そして変節を繰り返すボイオティアを略奪し、テッサリアへ赴いて越冬し、ルクッルスが率いる船団を待った。しかしルクッルスがどこにいるのか分からなかったため、別の船を建造させた。しかも、これは彼の敵であるコルネリウス・キンナとガイウス・マリウスがローマで彼を公敵と議決し、彼の邸宅や別荘を取り壊し、友人たちを殺害したにもかかわらずのことであった。それでも彼はまったく権力を縮小させることなく、従順で熱意ある軍勢を保持していた。一方、キンナはフラックスを同僚執政官に選ぶと、すでに公敵となったスッラに代わってアジアを統治し、ミトリダテスと戦わせるべく、二個軍団とともに彼をアジアへ派遣した。フラックスが実戦の経験に乏しかったため、元老院から軍事に巧みなフィンブリアという名の男が自ら進んで同行した。彼らがブレンテシオンから渡航する際、多くの船が嵐によって難破し、その先遣隊の船はミトリダテスから派遣された別の軍勢によって焼き払われた。さらにフラックスが無能で、処罰において容赦がなく、強欲であったため、全軍が彼を嫌悪し、テッサリアへ先行派遣されたその一部はスッラの側へと軍籍を移した。残りの兵たちについては、彼らにとってフラックスよりも将帥の才に長け、寛大に見えたフィンブリアが離反しないよう引き留めていた。
ὡς δʼ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης ὁ Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας ὁ Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς ἃ τότε διῴκει, φυλάξας αὐτὸν ὁ Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος,2 εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετʼ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως ὁ μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπʼ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, ὁ δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως ὁ μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην, ὁ δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος ὁ Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας3 τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ4 κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. ἡ μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδʼ ἱερὸν οὐδʼ ἄγαλμα ἔτι ἦν· τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, ὃ Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου. τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετʼ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.
しかし、ある宿舎で宿営の割り当てを巡って彼と財務官の間に争いが生じた際、仲裁に入ったフラックスがフィンブリアの面目を立てるような判断を何一つ下さなかったため、憤慨したフィンブリアはローマへ帰還すると脅した。そしてフラックスが当時彼が管掌していた任務に後任を充てると、フィンブリアは彼がカルケドンへ渡航する隙をうかがい、まずフラックスによって副官として残されていたテルムスから、軍が自分に指揮権を委ねたとして束桿を奪い取った。次いで、間もなく激怒して戻ってきたフラックス本人を追跡した。フラックスはある邸宅に逃げ込み、夜間に城壁を越えてまずカルケドンへ、そこからさらにニコメディアへと逃れて門を閉ざしたが、フィンブリアは追い詰めて井戸の中に隠れていた彼を殺害した。相手がローマの執政官でありこの戦争の総司令官であったのに対し、彼自身は一私人にすぎず、友人の求めに応じて同行した身であったにもかかわらずである。彼はフラックスの首を切り落として海に投げ込み、残りの遺体を埋葬もせず投げ捨てると、自らを軍の最高司令官と宣言した。そしてミトリダテスの息子と堂々と幾度かの戦闘を交えた。さらに王本人をペルガモンへと追い詰め、ペルガモンからピタネへと逃れた王を追撃して塹壕で包囲したため、ついに王は船でミテュレネへと逃走した。一方、フィンブリアはアジアを進撃しながらカッパドキア側に与した者たちを処罰し、彼を受け入れない者たちの国土を略奪した。彼に包囲されたイリオス人たちはスッラのもとへ救援を求め、スッラが自ら向かうと告げ、それまでの間フィンブリアに対しては自分たちがスッラに身を委ねたと告げるよう命じると、これを聞いたフィンブリアは、すでにローマ人の友であるとして彼らを称賛しつつ、自分自身もローマ人であるのだから城内に入れるよう命じ、イリオス人とローマ人との間の血縁関係を幾分皮肉った。そして入城するや、出くわした者たちを皆殺しにしてすべてに火を放ち、スッラに使者を送った者たちを様々に虐待し、神殿も、アテナの神殿に逃げ込んだ者たちも容赦せず、神殿もろとも彼らを焼き殺した。また城壁も破壊し、翌日には都市の何かがまだ残っていないかと巡回して調べた。こうしてイリオスは、アガメムノンの時代よりも過酷な惨禍を同族の手によって被って滅び去り、もはやその家屋も、神殿も、神像も何一つ残らなかった。アテナの座像、すなわちパラディオンと呼ばれ天から降ってきたとされる像については、崩落した城壁が覆い隠したため、その際無傷で見つかったと信じる者たちもいるが、これはトロイア戦争の折にディオメデスとオデュッセウスがイリオスから持ち去っていなかったらの話である。 フィンブリアは、第百七十三回のオリュンピア祭が終わろうとする頃、イリオスに対してこのような仕打ちを行った。そしてある人々は、この惨禍がイリオスに降りかかったのはアガメムノンの時代からおよそ千五十年後のことであったと考えている。
- 851καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων
καὶ ταῦτα(「しかも〜にもかかわらず」)が導く譲歩的な属格絶対構文。主節の ἐναυπηγεῖτο ἑτέρας(別の船を建造させていた)に対して、ローマ本国で公敵宣告を受けるという極めて不利な状況下にあったことを対比的に際立たせている。
- 852ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος
ὡς に導かれる属格絶対構文で、主観的理由または口実を示す(「軍が自らに指揮権を委ねたとして」)。代名詞 οἱ は間接再帰的に主語フィンブリア自身を指す与格。
- 853κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας
動詞 κατειρωνεύομαι(皮肉を言う、当てこする)は目的語として属格(τῆς συγγενείας)を支配する。副詞的対格 τι(「いくらか」「やや」)がその嘲笑のニュアンスを修飾している。
- 853αὐτῷ νεῷ
連伴の与格(dative of accompaniment)。αὐτός と名詞の与格が結びつき、「〜もろとも」「〜ごと」の意味を表す慣用構文。ここでは避難者たちがアテナの「神殿ごと」焼き殺されたことを意味する。
