← アキレウス・タティオス

レウキッペとクレイトポン

§2.38.1-2.38.5

メネラオスによる少年の自然な美と接吻の称揚

メネラーオスは反論し、女性の美は化粧や作為による偽りにすぎないと批判した上で、自然で偽りのない少年の美しさ、体育場での鍛錬を通じた力強い愛の交わり、そして飽くことのない純粋な接吻の甘美さを賛美する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.38.1

Καὶ ὁ Μενέλαος “ἀλλὰ σύ μοι δοκεῖς” ἔφη “μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν· τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. Ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον.

するとメネラーオスが言った。「いや、君は愛の営みについて初心者どころか、私には長老のように思われるよ。我々の上にこれほど多くの女たちの手練手管を浴びせかけたのだから。今度は引き換えに、少年たちのことについても聞いてみるがよい。

§2.38.2

Γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή·1 καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων· ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν.2

というのも、女にあっては言葉も身振りもすべてが作り物なのだ。たとえ美しく見えるとしても、それは塗油の念入りな仕掛けにすぎない。そして彼女の美しさは、香油によるものか、染髪によるものか、あるいは接吻によるものでさえあるのだ。だが、もし君が彼女からこれら多くの欺瞞を剥ぎ取るなら、寓話の羽をむしり取られたカラスに似ている。

§2.38.3

Τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς.

いっぽう少年の美しさは、香油の匂いや、欺きに満ちた借り物の芳香で潤されることはなく、女たちのいかなる香油よりも甘く少年たちの汗は香るのだ。

§2.38.4

Ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, ἀλλ’ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ.

また彼らには、愛の交わりの前であってもパライストラで組み合い、公然と抱き合うことが許されており、その抱擁には何の恥じらいもなく、肉の柔らかさが愛の抱擁を腑抜けにすることもない。むしろ肉体は互いに激しくぶつかり合い、快楽をめぐって競い合うのだ。

§2.38.5

Τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ φύσεως τὰ φιλήματα. Αὕτη δὲ παιδὸς φιλήματος εἰκών· εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα.3 Φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ’ ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ’ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα.”4

そしてその接吻は、女のような悪知恵を持たず、唇によって悪意ある欺きをまじなうこともない。ただ知るがままに接吻するのであり、その接吻は技巧によるものではなく自然によるものなのだ。少年の接吻の似姿はこのようなものだ。もし神酒が凝固して唇となったなら、君が得る接吻はまさにそのようなものだったろう。接吻しても飽くことはなく、むしろ満たされればされるほど、さらに接吻することを渇望し、快楽のあまり接吻から逃れ出るまで、口を引き離すことはできないだろう」

構文注4 件
  1. 2.38.2τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή

    κἂν εἶναι δόξῃ καλή の条件節に続く名詞述語句で、繫ぎ動詞 ἐστίν(または τοῦτό ἐστι)が省略されている。「たとえ美しく見えるとしても、[それは]塗油の念入りな仕掛け[にすぎない]」という構図をなす。

  2. 2.38.2γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν

    分詞 γεγυμνωμένῳ は分離の属格 τῶν τοῦ μύθου πτερῶν(「寓話の羽から」)を支配している。他者の羽で身を飾ったのちに羽を剥がされたイソップ寓話のニシコクマルガラス(κολοιός)の故事を踏まえる。

  3. 2.38.5εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα

    条件節に未完了過去直説法 ἐπήγνυτο, ἐγίνετο を置き、帰結節にアオリスト直説法+ἄν(ἂν ἔσχες)を置く過去・非現実の反実仮想構文。「もし神酒が固まって唇となっていたとすれば、君が得たはずの接吻はまさにそのようなものだっただろう」を意味する。

  4. 2.38.5μέχρις ἂν ὑφ’ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα

    μέχρις ἄν+接続法アオリスト(ἐκφύγῃς)で「〜するまで」を表す時間節。直訳すると「快楽のゆえに接吻から逃れ出る(解き放たれる)まで」となり、過度の法悦や疲弊・脱力によって唇が離れる様を表現している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.38.1-2.38.5