- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.37.1-2.37.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレイトポーンはメネラオスに反論し、神話を引いて女性の美が男性神をも地上へ引き降ろす強大さを持つこと、そして肉体の交わりにおいて女性がもたらす口づけと愛撫の快楽がいかに少年に勝るかを詳細に説く。
Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται.1 Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.
そこで私は口を挟んで言った。「いやしかし、女性たちの美しさこそ、速やかに朽ち果てないかぎりにおいて、いっそう天上のものにふさわしいように思われる。というのも、不朽なるものは神的なるものに近く、朽ちる動きのうちにあって死すべき本性を模倣するものは天上のものではなく、民衆のものなのだから。
Ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο,2 καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.
ゼウスはプリュギアの若者に恋をし、そのプリュギア人を天へと引き上げた。だが、女性たちの美しさは、かのゼウス自身を天から引き降ろしたのだ。かつてゼウスは女性のために低く鳴き声をあげ、女性のためにサテュロスとなって踊り、また別の女性のためには自らを黄金に変えた。
Οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. Ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ· καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον.
ガニュメーデースには酒を注がせておくがよい、そしてヘーベーは神々とともに酒を飲むがよい、女性が仕え手として若者を持てるようにね。だが私は彼の掠奪を憐れむよ。貪り食う猛禽が彼めがけて舞い降り、さらわれた彼は辱められ、十字架に磔にされた者に似ている。爪にぶら下がっている若者など、見るも無残な光景だ。
Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ· καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. Εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’ αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους.
いっぽうセメレーを天へと引き上げたのは貪り食う鳥ではなく火であった。そして、火を通って天へ昇る者があることに驚いてはならない。ヘーラクレースもそうやって昇ったのだ。もし君がダナエーの箱を笑うなら、なぜペルセウスについて沈黙するのか。アルクメーネーには、ゼウスが彼女のために丸々三日分の太陽を盗み取ったというこの贈り物だけで十分である。
Εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι3 ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας.
だが、もし神話を措いて行為そのものの快楽について語らねばならないとすれば――私自身は女性については初心者であり、愛の営みのために売られている女たちと交わった程度にすぎないが(もっと奥義に通じた者なら、あるいはさらに多くを語ることができるだろうから)、たとえ私の経験がささやかなものだとしても、語らせてもらうとしよう。
Γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. Καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν.
さて、女性にあっては交わりの際、身体はしなやかであり、唇は接吻に対して柔らかい。そしてまさにこのゆえに、抱擁のなかで身体を抱きとめ、肉のうちにすっかり溶け合い、ある意味で寄り添いながら快楽を包み込むのだ。
Ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. Οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα.
そして唇にまるで封印を押すかのように接吻を刻みつけ、技巧を凝らして口づけし、その接吻をいっそう甘美なものに仕立てる。というのも、ただ唇だけで接吻することを望むのではなく、歯をも合わせ、接吻する者の口の周りを食み、接吻に噛みつくからだ。
Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα.
そして愛の情熱の絶頂において、快楽のゆえに狂おしくなり、接吻しながら口を大きく開けて我を忘れる。そのとき互いの舌は交わりを求めて行き交い、それら舌自身もまた力のかぎり接吻しようと努める。そして君が接吻を開くことで、快楽をいっそう大きなものとするのだ。
Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω·
そして愛の営みの終わりに近づくにつれ、女性は熱い快楽のゆえに息を切らすのが常であり、その喘ぎは情愛の息吹とともに口の唇まで駆け上がって、彷徨いながら下へと降りようとする接吻と出逢う。
ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ’ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ’ οὐδέν.”
接吻は喘ぎとともに反転し、混じり合って従い、心臓を打つ。そして心臓は接吻に乱されて激しく鼓動するのだ。もし内臓に結びつけられていなかったなら、接吻によって上方へと引き上げられ、ついて行ってしまったことだろう。だが少年たちの接吻は無作法であり、抱擁は不器用であり、愛の営みは不活発で、快楽など何一つないのだ」。
- 2.37.1ὅσον μὴ ταχὺ φθείρεται
関係代名詞・副詞的中性対格 ὅσον が制限的・理由的な意味(「〜であるかぎりにおいて」)で用いられている。否定詞に οὐ ではなく μή が用いられているのは、美の本性を条件づける観念的・仮定的な制限を表しているためである。
- 2.37.2Σάτυρον ὠρχήσατο
自動詞 ὀρχέομαι(踊る)に同族対格(あるいは結果の対格)として Σάτυρον が結びついた構文。「サテュロスの踊りを踊った」、すなわちアンティオペーに言い寄るためにゼウスがサテュロスの姿・役回りを演じた神話的変身を指す。
- 2.37.5ὅσον ὁμιλῆσαι
限定の ὅσον に不定詞 ὁμιλῆσαι が後続した構文(「〜する程度にのみ」)。前文の ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας(私自身は女性について初心者であるが)の経験の限界を注釈的に補足・限定している。
