- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.9.1-1.9.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレイトポーンはクレイニアースにレウキッペーへの激しい恋情と不眠の苦しみを告白するが、クレイニアースは同居という恵まれた境遇を説き、日常の親密さを通じて相手の心を惹きつける口説きの技法を指南する。
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι,1 τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων·
私はクレイニアースに、自分の身に起きた劇がどのような成り行きであったかを語り聞かせた。いかにして彼女を見初め、いかにして恋に落ちたか、宿のこと、夕食のこと、そしてあの乙女の美しさについてである。そして話の終わりに、私は醜態を晒していると自覚しながらこう言った。「クレイニアース、私はこの苦しみに耐えられない。愛の神が全霊で私に襲いかかり、私の目から眠りそのものを追い払ってしまうのだ。
πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.” Καὶ ὁ Κλεινίας “ληρεῖς” εἶπεν “οὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον ἵδρυσεν.
絶えずレウキッペーの姿が目に浮かぶ。他の誰にもこれほどの災難は起きたことがない。何しろ、その災難が私と同居しているのだから」。 するとクレイニアースは言った。「恋においてこれほど幸運に恵まれていながら、お前はたわ言を言っている。お前は他人の家の扉を叩く必要もなければ、召使に取り入る必要もないのだ。愛する女その人を運命がお前に与え、連れてきて家の中に住まわせてくれたのだから。
Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον· σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις.
他の恋人にとってなら、愛する乙女の眼差しだけでも満ち足りるものであり、たとえ視線の交わりにおいてだけでも恵まれれば、恋人はこれを最大の幸福と見なしてきた。また恋人たちの中でもより恵まれた者は、ただ一言を交わせるだけで満足するものだ。それなのに、お前は絶えず彼女を見つめ、絶えずその声を聞き、食事を共にし、酒を酌み交わしているではないか。
Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη· μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει·
これほどの幸運にあって不平を鳴らすのか。お前は愛の神の賜物に恩知らずだ。見つめられる愛する女というものがどれほどのものか、お前は分かっていない。それは肉体の交わり以上の快楽を秘めているのだ。互いに反射し合う目は、鏡の中のように肉体の姿を写し取り、目を通して魂へと流れ下る美の流出は、隔たりの中にあってもある種の交わりをもたらす。
καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι· μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον.
そしてそれは肉体の交わりよりも甘美なのだ。なぜなら、それこそが肉体の新たな交わりなのだから。だが私は、その肉体の成就もすぐに訪れると予言しよう。愛する女との絶え間ない交際こそ、相手を口説き落とす最大の糧なのだから。目は親愛の仲立ちであり、日常の親密な付き合いこそ好意を勝ち得るのに最も確実なのだ。
Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν· τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι2 τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα·3 κἂν μὴ φιλήσῃ τις αὐτήν, οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.”
実際、野獣でさえ慣れによって手なずけられるのだから、まして女もこの親しみによって心を和らげるはずだ。それに、同年代の若者が恋をしているということも、乙女に対してある種の誘惑力を持つ。青春の盛りの時期にあって本性を駆り立てる衝動と、愛されているという自覚は、しばしば相思相愛を生み出すものだ。乙女はだれしも美しくありたいと願い、愛されることを喜び、その証明ゆえに愛してくれる者を好ましく思う。もし誰からも愛されなければ、自分が美しいとはまだ信じられないのだ。だから私は一つだけ忠告しよう。自分は愛されているのだと彼女に信じさせよ。そうすれば、すぐに彼女もお前を真似て恋をするだろう」。 「では」と私は言った。「どうすればその予言が実現するのか。私に手立てを教えてくれ。君は私よりも古くからの入信者であり、すでにこの神の秘儀に通じているのだから。私は何を語り、何をなせばよいのか。どうすれば愛する女を得られるのか。私にはその道筋が分からないのだ」。
- 1.9.1πῶς ἴδοιμι, πῶς πάθοιμι
間接疑問節内の斜格希求法(optative of indirect question)。主文の主動詞 καταλέγω は語り上の生動さを出す歴史的現在(historical present)であるため、過去の事象(直説法アオリスト πῶς εἶδον, πῶς ἔπαθον)が過去の副次的時制に準じて希求法へと転換されている。
- 1.9.6τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι
動詞 τίκτει の主語をなす並列構造。中性現在分詞 ἐπεῖγον(冠詞 τὸ を伴い実質名詞化されて「急き立てるもの/衝動」)の句と、中性完了分詞 τὸ συνειδός(「自覚」)の句が καί で結ばれ、主語として並列されている。
- 1.9.6ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα
動詞 ἐπαινέω は称賛・好意の対象を対格(τὸν φιλοῦντα)で取り、属格(τῆς μαρτυρίας)はその理由・原因を示す「原因の属格」(genitive of cause)。「愛する者を、その(美しさの)証言・証明ゆえに好意的に受け止める」の意をなす。
