← アキレウス・タティオス

レウキッペとクレイトポン

§1.8.1-1.8.11

女と婚姻に対するクレイニアースの弾劾

カリクレースの結婚話を聞いたクレイニアースは、神話の悪例を引いて女の害毒と結婚の悲惨さを激しく説き、結婚を拒むよう懇願するが、カリクレースは気を紛らわせるため贈られた馬に乗ろうと出かけていく。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.8.1

Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας, ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος “τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;” Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει·

これを聞いたクレイニアースは顔面蒼白となった。そして女性という種族を口を極めて罵り、結婚を退けるよう少年に激しくけしかけた。「お前の父上は、すでにお前に結婚を押しつけようとしているのか。お前がどんな不正を働いたというのだ、足枷をはめられるほどのことを。ゼウスが『彼らには火の代わりに災いを与えてやろう。誰もが心から喜び、自らの災いを愛撫するように』と言っているのを聞いたことがないのか。これが女たちの快楽であり、セイレーンたちの本性に似ているのだ。

§1.8.3

κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον, δοκῶ μοι, πέμπεται.” Ἀλλ’ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή.

彼女らもまた歌の快楽によって人を殺すのだからな。結婚の準備そのものからも、その災いの大きさを悟ることができる。笛の唸るような響き、扉の打ち鳴らされる音、松明の灯火の列。これほどの騒動を見れば、誰しもこう言うだろう。『これから結婚する者は不運だな。私の見るところ、戦場へと送り出されるようだ』と。もしお前が文芸に通じていない素人であったなら、女たちが引き起こす悲劇の数々を知らないでいられただろう。だが今のお前なら、女たちがどれほど多くの物語で舞台を満たしてきたかを他人に語ることさえできるはずだ。エリピューレーの首飾り、ピロメーラーの食卓、ステネボイアの誣告、アエロペーの盗み、プロクネーの虐殺。

§1.8.5

Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς,1 πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή.

もしアガメムノーンがクリューセーイスの美を欲すればギリシア軍に疫病をもたらし、アキレウスがブリーセーイスの美を欲すれば自身に嘆きを引き寄せ、カンダウレースが美しい妻を持てば、その妻がカンダウレースを殺害する。

§1.8.6

Τὸ μὲν Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα, Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ·2 καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή.

ヘレネーの婚礼の火はトロイアに対してもう一つの火を放ち、貞淑なペーネロペーの結婚はどれほど多くの求婚者たちを滅ぼしたことか。パイドラーはヒッポリュトスを愛しながら殺し、クリュタイムネーストラーはアガメムノーンを愛さないで殺した。おお、何事をもあえて行う女たちよ。愛していても殺し、愛していなくても殺すのだ。美しきアガメムノーン、その美しさは天のものであり、目と頭は雷霆を喜ぶゼウスに似ていたというのに、彼が殺されねばならなかったとは。そして、おおゼウスよ、この頭を切り落としたのが女だったのだ。

§1.8.8

Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα· τὸ γὰρ κάλλος ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ’ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν;3

これらは美しい女たちについて言えることであり、そこでは不幸もまだ手加減されている。美しさは災いに対して慰めをもたらすものであり、これは不幸の中の幸いなのだ。だが、お前が言うように美しくさえもないならば、災難は二重となる。どうして耐えられようか、しかもこれほど美しい少年でありながら。

§1.8.9

Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ.

神々に誓って頼む、カリクレースよ、まだ私のために奴隷とはならないでおくれ。青春の花を時ならぬうちに散らさないでおくれ。何となれば、結婚には他の災いに加えて、盛りを枯渇させるという不幸があるのだから。頼む、カリクレースよ、まだ私のために枯れないでおくれ。美しい薔薇を不器量な農夫に摘み取らせてはならない」。するとカリクレースは言った、「それらのことは神々と私とで何とかいたしましょう。婚礼の期限までにはまだ何日かありますし、たった一夜のうちにも多くのことが起こりうるものですから。

§1.8.11

Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.4

しかし今は、乗馬へ出かけることにします。あの立派な馬を私に贈ってくださってから、まだあなたの贈り物を楽しんでおりませんでした。運動をすれば私の魂の憂いも軽くなるでしょう」。こうして彼は、最初にして最後となる乗馬に向かうべく、最期の道へと出かけていった。

構文注4 件
  1. 1.8.5ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς

    直前の ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ から動詞 ποθῇ(希求・渇望する)が省略されている。並列関係に基づく述語の補完関係にある。

  2. 1.8.7ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ

    対格 ὄμματα καὶ κεφαλὴν は形容詞 ἴκελος(似ている)に係る「限定の対格(関係対格)」。ホメロス『イーリアス』第2巻478行の成句の借用である。

  3. 1.8.8καὶ ταῦτα μειράκιον οὕτω καλόν

    καὶ ταῦτα は「しかも〜であるのに/とりわけ〜であるのに」を意味する慣用句。ここでは分詞(例: ὤν)を伴わずに中性主格の名詞句 μειράκιον οὕτω καλόν が後続し、主語 τις に対する譲歩的付加表現として機能している。

  4. 1.8.11ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι

    中性複数対格 ὕστατα καὶ πρῶτα は動詞 ἱππάζεσθαι に副詞的に係り、「最後にして最初に」を意味する。未来分詞 μελλήσων は主動詞 ἀπῄει と結びつき、「〜しようとして(出かけていった)」という目的・意図を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.8.1-1.8.11