- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.6.1-1.6.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宴席のあとクリトポンは恋の苦しみから不眠に陥り、夜に増す魂の病について省察したのち、短い眠りの夢の中でレウキッペーと逢瀬を楽しむが、翌日も読書の振りをしながら彼女の姿を追い続ける。
Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς, οἱ μὲν ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων, τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι1 καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι.
夕方になると、まず女たちが眠りへと赴き、少し遅れて私たちもそうした。ほかの者たちは腹によって快楽を測ったが、私は目に馳走を宿し、少女の顔と薄められていない眺めで満たされ、満腹に至るまで進んで、愛に酔いしれながら立ち去った。
Ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. Ἔστι μὲν γὰρ φύσει καὶ τἆλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα νυκτὶ χαλεπώτερα, καὶ ἐπανίσταται μᾶλλον ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας·
私が寝所としていた部屋に入ったものの、眠りに就くことすらできなかった。そもそも他の病や身体の傷も、生まれつき夜になるといっそう悪化し、私たちが静かに横たわっているとより激しく襲いかかり、痛みを掻き立てるものである。
ὅταν γὰρ ἀναπαύηται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ.2 Ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικουφίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπερισπῶντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἐὰν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ’ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται.
というのも、身体が休まるとき、そのときこそ傷口は病み患う暇を得るからである。まして魂の傷は、身体が動かなくなると、はるかに激しい苦痛を与える。昼間は、多くの物見高さで満たされた目や耳が病の昂まりを和らげ、魂を苦痛へと傾く暇から引き離してくれる。しかし、身体が静けさに縛られると、魂は独りきりとなり、その災いに揺り動かされるのである。
Πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα· τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φροντίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. Περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον.
そのときこそ、これまで眠っていたあらゆるものが目覚める。喪に服す者には悲哀が、思い煩う者には憂慮が、危険にさらされている者には恐怖が、そして恋する者には火が。夜明け頃になって、ようやくある眠りが私を憐れみ、束の間休ませてくれた。
Ἀλλ’ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας. Καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ φίλημα ἀληθινόν· ὥστ’ ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ὡς ἀπολέσας ὄνειρον οὕτω γλυκύν.
しかしそのときでさえ、少女は私の魂から去ろうとはしなかった。私の夢はすべてレウキッペーであったからである。私は彼女と語らい、共に戯れ、共に食事をし、触れ合い、昼間よりも多くの幸福を味わっていた。そして現に口づけを交わし、その口づけは本物であった。それゆえ、召使いが私を起こしたとき、これほど甘美な夢を失ったとして、私はその間の悪さを責め立てた。
Ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον· τοῖς δὲ ὀφθαλμοῖς, εἰ κατὰ τὰς θύρας γενοίμην,3 ἐπίλλιζον κάτωθεν, καί τινας περιπατήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. Καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρσεύετο.4
そこで私は起き上がると、わざと書物を手に持ちながら、少女の正面に向かって館の奥へと歩き、身を屈めて読んでいた。だが扉のあたりに来るたびに、視線を下から横に走らせ、何度か往復して歩き、その眺めから愛を注ぎ込んで、あからさまに魂を痛めた状態で立ち去った。そしてこの状態が私にとって三日のあいだ燃え盛っていた。
- 1.6.1τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι
受動分詞 γεμισθείς(満たされて)が、素材を表す属格(τῶν τῆς κόρης προσώπων)と手段・態様を表す与格(ἀκράτῳ θεάματι)という異なる二つの格を καί で並列して取っている。同一の動詞に異なる格構文が配分されている修辞的破格構文。
- 1.6.3τὰ δὲ τῆς ψυχῆς τραύματα μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ
主語である中性複数名詞句 τὰ τῆς ψυχῆς τραύματα に対して、動詞 ὀδυνᾷ が三人称単数形(中性複数主語+単数動詞)をとっている。ὀδυνᾷ はここでは自動詞的に「激しい苦痛を与える/痛む」の意で用いられている。
- 1.6.6εἰ κατὰ τὰς θύρας γενοίμην
過去の反復的・反復生起の条件を表す εἰ+希求法。「扉のあたりに来るたびに」という反復的状況を示し、主節の未完了過去 ἐπίλλιζον(横目で見ていた)と呼応している。
- 1.6.6τριῶν ἡμερῶν ἐπυρσεύετο
τριῶν ἡμερῶν は「〜の間、〜の期間内に」を表す時の属格。動詞 ἐπυρσεύετο は比喩的に「松明のように燃え上がらせられる」の受動態で、「この熱情の火が三日間にわたって燃え盛っていた」の意。
