← アキレウス・タティオス

レウキッペとクレイトポン

§1.5.1-1.5.7

宴席での見つめ合いとアポロンの歌

父の配席により意中の乙女の正面で食事をすることになった青年は、彼女に見惚れて我を忘れる。食後に召使いの少年がアポロンとダプネーの恋の歌を奏でると、青年は神の恋になぞらえて自らの情熱を正当化する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.5.1

Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. Καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες, οὕτω γὰρ ἔταξεν ὁ πατήρ· αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ, τὴν δεξιὰν εἶχον αἱ παρθένοι. Ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν κατεφίλησα1 τὸν πατέρα, ὅτι μοι κατ’ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον.

彼女たちは我が家に迎えられ、父は彼女らのために邸宅の一部を割り当てて宴席を整えた。そして時至ると、私たちは二人ずつ長椅子を分け合って共に酒を酌み交わした。父がそのように席を定めたからである。父自身と私が中央の長椅子を占め、二人の母親が左手の長椅子を、右手を処女たちが占めた。私はこの見事な配席を聞いたとき、目の前に乙女を横たえてくれた父のもとへ進み寄り、危うく口づけを浴びせそうになった。

§1.5.3

Τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν, ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις ἐσθίουσιν· ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτόν, ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτων ἅμα τὴν θέαν· τοῦτο γάρ μοι ἦν τὸ δεῖπνον.

いったい何を食べたのか、神々に誓って私自身には分からなかった。夢の中で食事をしている者のようであったからである。長椅子の敷物に肘をついて身を傾け、私は顔全体で少女を見つめつつ、同時に盗み見をしていた。これこそが私にとっての夕食であった。

§1.5.4

Ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς εἰσέρχεται κιθάραν ἁρμοσάμενος, τοῦ πατρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε καί τι κρουμάτιον λιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκτρῳ τὰς χορδὰς ἔκρουε, καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρούμασι.

宴席を終えたとき、キタラーを調弦した少年、すなわち父の召使いが入って来て、最初は素手で弦を揺り動かして爪弾き、澄んだ小曲を指先で囁くように奏でた。そののち、今度は撥で弦をかき鳴らし、しばし爪弾いたあと、その調べに合わせて歌い出した。

§1.5.5

Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος2 τὴν Δάφνην φεύγουσαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν καὶ γινομένη φυτὸν ἡ κόρη καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. Τοῦτό μοι μᾶλλον τὴν ψυχὴν ἐξέκαυσεν·

その歌は、逃げるダプネーを責め立てながら追跡し、まさに捕らえようとするアポロン、そして樹木へと姿を変える乙女、その樹木を冠として戴くアポロンを歌ったものであった。この歌は私の魂をいっそう激しく燃え上がらせた。

§1.5.6

ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός· κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλισθ’ ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα· ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς3 τῷ τοῦ βελτίονος ἀξιώματι παρρησία γίνεται.

恋を語る言葉は情欲の火種だからである。人は自らを節制へと戒めようとも、実例を前にすると模倣へと駆り立てられる。とりわけその実例がより高位の者によるものであるときはなおさらである。人が過ちを犯すことへの羞恥は、より優れた者の権威によって気兼ねのなさへと変わるからである。

§1.5.7

Καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον· σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σωφρονεῖς; μὴ κρείττων εἶ τοῦ θεοῦ;”4

そして私は心の中でこう語りかけた。「見よ、アポロンでさえ恋をしている。それも同じく乙女にだ。そして恋をしながらも恥じることなく、むしろ乙女を追いかけている。それなのにお前は躊躇し、恥じらい、時ならぬ節制を保とうとするのか。お前は神よりも優れているとでもいうのか」。

構文注4 件
  1. 1.5.2μικροῦ προσελθὼν κατεφίλησα

    分離・欠如の属格 μικροῦ(μικροῦ δεῖν の δεῖν の省略)に直説法過去(κατεφίλησα)が結合し、「危うく〜するところだった」という切迫した過去の未遂を表す慣用表現。ἄν を伴わずに直説法過去単独で反実仮想的なニュアンスを担う。

  2. 1.5.5Τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος

    繋辞 ἦν の述語補語として、関係節や間接話法(ὅτι 節・不定詞)ではなく、主格名詞と分詞の結合(Ἀπόλλων μεμφόμενος ... καὶ γινομένη φυτὸν ἡ κόρη ...)が並列されている。歌の内容が情景そのものとして生き生きと主格で提示される劇的・描写的構文。

  3. 1.5.6ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς

    関係代名詞 ὧν は先行詞を含む属格(τούτων ἅ の融合)。関係節内では動詞 ἁμαρτάνει の目的格(ἅ)となるべきものが、主語名詞 αἰδώς の補語(目的格的属格 τούτων)に格同化(attractio relativi)している。「人が犯す過ちに対する羞恥」の意。

  4. 1.5.7μὴ κρείττων εἶ τοῦ θεοῦ;

    否定小辞 μή が直説法を導く直接疑問文。否定の答え(「決してそうではない」)を予想する修辞的疑問であり、「まさか神より優れているわけではあるまい」という反語的自戒を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.5.1-1.5.7